- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:16.1-16.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梭伦废除债务的举措起初引起了富人与穷人双方的不满,并被拿来与吕库古彻底的均等化相比较;但公民们很快认识到其实益并达成和解,将城邦政制与法律的全面改革大权托付给梭伦。
ἤρεσε δʼ οὐδετέροις, ἀλλʼ ἐλύπησε καὶ τοὺς πλουσίους ἀνελὼν τὰ συμβόλαια, καὶ μᾶλλον ἔτι τοὺς πένητας, ὅτι γῆς ἀναδασμὸν οὐκ ἐποίησεν ἐλπίσασιν αὐτοῖς,1 οὐδὲ παντάπασιν, ὥσπερ ὁ Λυκοῦργος, ὁμαλοὺς τοῖς βίοις καὶ ἴσους κατέστησεν. ἀλλʼ ἐκεῖνος μὲν ἑνδέκατος ὢν ἀφʼ Ἡρακλέους καὶ βεβασιλευκὼς ἔτη πολλὰ τῆς Λακεδαίμονος, ἀξίωμα μέγα καὶ φίλους καὶ δύναμιν οἷς ἔγνω καλῶς περὶ τῆς πολιτείας ὑπηρετοῦσαν2 εἶχε, καὶ βίᾳ μᾶλλον ἢ πειθοῖ χρησάμενος, ὥστε καὶ τὸν ὀφθαλμὸν ἐκκοπῆναι, κατειργάσατο τὸ μέγιστον εἰς σωτηρίαν πόλεως καὶ ὁμόνοιαν, μηδένα πένητα μηδὲ πλούσιον εἶναι τῶν πολιτῶν·
然而他未能取悦任何一方,反而因废除契约而使富人痛心,更因未曾如穷人们所期盼的那样重新分配土地,亦未曾像吕库古那样让人们在生计上全然均等和平等,而使穷人更加愤懑。但吕库古身为赫拉克勒斯的第十一代后裔,统治拉刻代蒙多年,享有崇高的威望、众多的友人以及竭力效忠于他为城邦政制所明智定下之主张的权力;他施用强力多于说服,甚至因此被打瞎了一只眼睛,却成就了对城邦的存续与和谐而言最伟大的功绩:使公民中无一人是赤贫,亦无一人是豪富。
σόλων δὲ τούτου μὲν οὐκ ἐφίκετο τῇ πολιτείᾳ δημοτικὸς ὢν καὶ μέσος, ἐνδεέστερον δὲ τῆς ὑπαρχούσης δυνάμεως οὐδὲν ἔπραξεν, ὁρμώμενος ἐκ μόνου τοῦ βούλεσθαι καὶ πιστεύειν αὐτῷ τοὺς πολίτας. ὅτι δʼ οὖν προσέκρουσε τοῖς πλείστοις ἕτερα προσδοκήσασιν, αὐτὸς εἴρηκε περὶ αὐτῶν, ὡς "χαῦνα μὲν τότʼ ἐφράσαντο, νῦν δέ μοι χολούμενοι λοξὸν ὀφθαλμοῖς ὁρῶσι πάντες ὥστε δήϊον." καίτοι φησὶν ὡς, εἴ τις ἄλλος ἔσχε τὴν αὐτὴν δύναμιν, "οὐκ ἂν κατέσχε δῆμον, οὐδʼ ἐπαύσατο, πρὶν ἀνταράξας, πῖαρ ἐξεῖλεν γάλα.3"
然而梭伦在政制上未能企及这一点,因他是平民出身且处境中等;不过,他仅凭公民对他的意愿与信任作为行动的出发点,所做之事却绝未逊于他所拥有的实际权力。无论如何,对于自己触怒了原本怀有其他期许的多数人这一事实,他自己在论及他们时说道: “他们那时心怀浮妄的臆想,如今却对我满腔怒火, 所有人都用斜睨的眼神看着我,宛如对待仇敌。” 不过他又说,若有其他人获得了同样的权力, “决不会勒住民众,亦不会善罢甘休, 直搅翻一切,撇取牛奶中的凝脂才肯罢休。”
ταχὺ μέντοι τοῦ συμφέροντος αἰσθόμενοι καὶ τὰς ἰδίας αὑτῶν μέμψεις ἀφέντες ἔθυσάν τε κοινῇ, σεισάχθειαν τὴν θυσίαν ὀνομάσαντες, καὶ τὸν Σόλωνα τῆς πολιτείας διορθωτὴν καὶ νομοθέτην ἀπέδειξαν, οὐ τὰ μέν, τὰ δʼ οὐχί, πάντα δʼ ὁμαλῶς ἐπιτρέψαντες, ἀρχάς, ἐκκλησίας, δικαστήρια, βουλάς, καί τίμημα τούτων ἑκάστου καὶ ἀριθμὸν καὶ καιρὸν ὁρίσαι,4 λύοντα καὶ φυλάττοντα τῶν ὑπαρχόντων καὶ καθεστώτων ὅ τι δοκοίη.
然而,人们很快便意识到了这项措施的益处,摒弃了各自的抱怨,共同举行了祭祀,将这场祭祀命名为“解除重负”,并推戴梭伦为城邦政制的整顿者与立法者;他们并非委任某些事务而保留另一些,而是将一切事务一律委托给他——包括规定官职、公民大会、法庭和议事会,以及其中每一项的财产资格、人数和时间——并在现存与确立的规章中,废除或保留他认为适宜的一切。
- 16.1ἐλπίσασιν αὐτοῖς
与格代词及分词,呼应前文的宾格 τοὺς πένητας,作关涉与格(dative of reference)。在 ὅτι 从句中与动词 οὐκ ἐποίησεν 连用,意为“对于原本期盼着的他们而言(因未曾实行)”。
- 16.1οἷς ἔγνω καλῶς περὶ τῆς πολιτείας ὑπηρετοῦσαν
分词 ὑπηρετοῦσαν 修饰前面的阴性名词 δύναμιν。关系代词 οἷς 是由从属从句中动词 ἔγνω 的宾格 ἅ 被吸收/牵引至 ὑπηρετοῦσαν 所要求的与格格位(省去了先行词 τούτοις),意为“效忠于他为城邦政制所明智定下之主张(τούτοις ἅ)的权力”。
- 16.2πρὶν ἀνταράξας, πῖαρ ἐξεῖλεν γάλα
承接前文否定的过去非真实条件主句(οὐκ ἂν κατέσχε ... οὐδʼ ἐπαύσατο),πρίν 引导直陈式过去时(ἐξεῖλεν)。与主语一致的过去分词 ἀνταράξας 插入其间,表示动作的先后关系(“直到搅乱之后撇取……”)。πῖαρ γάλα 则是富有诗意的表达,指牛奶中的乳脂或精华。
- 16.3ὁρίσαι
依附于分词 ἐπιτρέψαντες 的不定式,表达委托的内容(ἐπιτρέπω + 不定式,“委托……去规定”)。ὁρίσαι 的宾语是此前列举的 ἀρχάς, ἐκκλησίας, δικαστήρια, βουλάς 以及各机构的财产资格、人数和时间。句末的分词 λύοντα καὶ φυλάττοντα 则作 τὸν Σόλωνα 的定语,修饰这一宾语。
