← 普鲁塔克

梭伦传

§14.1-14.6

梭伦就任执政官与拒绝僭主之位

梭伦因其公正而受雅典各派认可,被选为执政官兼立法者;尽管各派领袖和友人皆劝诱他夺取僭主之位,他仍断然拒绝独裁统治。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

ἐνταῦθα δὴ τῶν Ἀθηναίων οἱ φρονιμώτατοι συνορῶντες τὸν Σόλωνα μόνον μάλιστα τῶν ἁμαρτημάτων ἐκτὸς ὄντα, καὶ μήτε τοῖς πλουσίοις κοινωνοῦντα τῆς ἀδικίας μήτε ταῖς τῶν πενήτων ἀνάγκαις ἐνεχόμενον, ἐδέοντο τοῖς κοινοῖς προσελθεῖν καὶ καταπαῦσαι τὰς διαφοράς. καίτοι Φανίας ὁ Λέσβιος αὐτὸν ἱστορεῖ τὸν Σόλωνα, χρησάμενον ἀπάτῃ πρὸς ἀμφοτέρους ἐπὶ σωτηρίᾳ τῆς πόλεως, ὑποσχέσθαι κρύφα τοῖς μὲν ἀπόροις τὴν νέμησιν, τοῖς δὲ χρηματικοῖς βεβαίωσιν τῶν συμβολαίων.

值此之际,雅典人中最具远见者看出,唯有梭伦几乎完全置身于过错之外,既未参与富人的不义,亦未受制于穷人的窘迫,便恳求他出面处理政务,平息争端。然而莱斯博斯的法尼亚斯记载道,梭伦本人为了城邦的救全,对双方施以欺瞒,暗中向贫民许诺重新分配土地,向富豪许诺确认契约的有效性。

§14.2

ἀλλʼ αὐτὸς ὁ Σόλων ὀκνῶν φησι τὸ πρῶτον ἅψασθαι τῆς πολιτείας, καὶ δεδοικὼς τῶν μὲν τὴν φιλοχρηματίαν, τῶν δὲ τὴν ὑπερηφανίαν. ᾑρέθη δὲ ἄρχων μετὰ Φιλόμβροτον ὁμοῦ καὶ διαλλακτὴς καὶ νομοθέτης, δεξαμένων προθύμως αὐτὸν ὡς μὲν εὔπορον τῶν πλουσίων, ὡς δὲ χρηστὸν τῶν πενήτων. λέγεται δὲ καὶ φωνή τις αὐτοῦ περιφερομένη πρότερον, εἰπόντος ὡς τὸ ἴσον πόλεμον οὐ ποιεῖ, καὶ τοῖς κτηματικοῖς ἀρέσκειν καὶ τοῖς ἀκτήμοσι, τῶν μὲν ἀξίᾳ καὶ ἀρετῇ, τῶν δὲ μέτρῳ καὶ ἀριθμῷ τὸ ἴσον ἕξειν προσδοκώντων·1

不过梭伦自己说,起初他畏缩不敢触碰国政,因害怕一方的贪婪与另一方的傲慢。然而,他在菲隆布罗托斯之后被选为执政官,兼任调解人与立法者;富人因他是殷实之人而乐于接纳他,穷人则因他是正直之人而欣然接受他。据说此前流传着他的一句话,称“均等不生战乱”,这同样令有产者与无产者皆感满意,前者期望依据身价与德行获得均等,后者则期望依据尺度与数量获得均等。

§14.3

ὅθεν ἐπʼ ἐλπίδος μεγάλης ἑκατέρων γενομένων οἱ προϊστάμενοι προσέκειντο τῷ Σόλωνι τυραννίδα προξενοῦντες καὶ ἀναπείθοντες εὐτολμότερον ἅψασθαι τῆς πόλεως ἐγκρατῆ γενόμενον. πολλοὶ δὲ καὶ τῶν διὰ μέσου πολιτῶν, τὴν ὑπὸ λόγου καὶ νόμου μεταβολὴν ὁρῶντες ἐργώδη καὶ χαλεπὴν οὖσαν, οὐκ ἔφευγον ἕνα τὸν δικαιότατον καὶ φρονιμώτατον ἐπιστῆσαι τοῖς πράγμασιν.

因此,当双方都抱有极大期望时,党派领袖们纠缠梭伦,为他引介僭主统治,劝他在掌控城邦之后更加大胆地执掌大权。许多中间阶层的公民眼见通过理性与法律推行变革既费力又艰巨,也不排斥将事务托付给一位最公正且最明智的人。

§14.4

ἔνιοι δέ φασι καὶ μαντείαν γενέσθαι τῷ Σόλωνι Πυθοῖ τοιαύτην· "ἧσο μέσην κατὰ νῆα κυβερνητήριον ἔργον εὐθύνων· πολλοί τοι Ἀθηναίων ἐπίκουροι." μάλιστα δὲ οἱ συνήθεις ἐκάκιζον εἰ διὰ τοὔνομα δυσωπεῖται τὴν μοναρχίαν, ὥσπερ οὐκ ἀρετῇ τοῦ λαβόντος εὐθὺς ἂν βασιλείαν γενομένην,2 καὶ γεγενημένην πρότερον μὲν Εὐβοεῦσι Τυννώνδαν, νῦν δὲ Μιτυληναίοις Πιττακὸν ᾑρημένοις τύραννον.

有些人甚至说,皮托曾给梭伦降下如下的神谕: “安坐船中,端正掌舵之职, 直行向前;雅典人中必有众多相助之人。” 尤其是他的密友们更严加责备他,质问他是否因其名号而对独裁政体退避三舍,仿佛它不会因获得者的品德而立刻化为王权一样——正如从前优卑亚人〔选举〕廷农达斯、如今米提利尼人选举庇塔库斯为僭主时所发生的那样。

§14.5

τούτων οὐδὲν ἐξέκρουσε τὸν Σόλωνα τῆς αὑτοῦ προαιρέσεως, ἀλλὰ πρὸς μὲν τοὺς φίλους εἶπεν, ὡς λέγεται, καλὸν μὲν εἶναι τὴν τυραννίδα χωρίον, οὐκ ἔχειν δὲ ἀπόβασιν, πρὸς δὲ Φῶκον ἐν τοῖς ποιήμασι γράφων· "εἰ δὲ γῆς (φησίν) ἐφεισάμην πατρίδος, τυραννίδος δὲ καὶ βίης ἀμειλίχου οὐ καθηψάμην μιάνας καὶ καταισχύνας κλέος, οὐδὲν αἰδεῦμαι· πλέον γὰρ ὧδε νικήσειν δοκέω πάντας ἀνθρώπους." ὅθεν εὔδηλον ὅτι καὶ πρὸ τῆς νομοθεσίας μεγάλην δόξαν εἶχεν.

这些都未能使梭伦背离自己的抉择。正如人们所言,他对朋友们说,僭主之位是一处风景优美的要塞,却没有下山的出路;而在诗篇中写给福科斯时他写道: “倘若我(他说)怜惜了祖国的土地, 未曾攫取僭权与残酷的暴虐, 未曾玷污并败坏自己的令名, 我毫无惭怍;因我认为以此方式,我将更能胜过一切世人。” 由此显然可知,在立法之前他便已享有崇高的威望。

§14.6

ἃ δὲ φυγόντος αὐτοῦ τὴν τυραννίδα πολλοὶ καταγελῶντες ἔλεγον, γέγραφεν οὕτως· "οὐκ ἔφυ Σόλων βαθύφρων οὐδὲ βουλήεις ἀνήρ· ἐσθλὰ γὰρ θεοῦ διδόντος αὐτὸς οὐκ ἐδέξατο. περιβαλὼν δʼ ἄγραν ἀγασθεὶς οὐκ ἐπέσπασεν μέγα δίκτυον, θυμοῦ θʼ ἁμαρτῇ καὶ φρενῶν ἀποσφαλείς. ἤθελον γάρ κεν κρατήσας, πλοῦτον ἄφθονον λαβὼν καὶ τυραννεύσας Ἀθηνῶν μοῦνον ἡμέραν μίαν, ἀσκὸς ὕστερον δεδάρθαι κἀπιτετρῖφθαι γένος.3"

而对于他避开僭主统治后许多人嘲笑所言的话,他这样写道: “梭伦并非深思熟虑之人,亦非富有谋略之士; 因为当神明赐予美事,他自己却不愿接受。 合围了猎物,他却因惊愕而未能收紧那张大网, 同时丧失了魄力与心智。 因为只要握有大权,取得无穷财富, 哪怕只在雅典充当一天的僭主, 我宁愿随后被剥皮做成皮囊,全家惨遭灭绝。”

语法注3 条
  1. 14.2καὶ τοῖς κτηματικοῖς ἀρέσκειν καὶ τοῖς ἀκτήμοσι, τῶν μὲν ἀξίᾳ καὶ ἀρετῇ, τῶν δὲ μέτρῳ καὶ ἀριθμῷ τὸ ἴσον ἕξειν προσδοκώντων

    不定词 ἀρέσκειν 继续由前文的 λέγεται 所支配。随后的属格独立结构(τῶν μὲν... προσδοκώντων)作原因状语,其中的 τῶν μὲν 和 τῶν δὲ 分别对应前文的“有产者(τοῖς κτηματικοῖς)”与“无产者(τοῖς ἀκτήμοσι)”。

  2. 14.4ὥσπερ οὐκ ἀρετῇ τοῦ λαβόντος εὐθὺς ἂν βασιλείαν γενομένην

    由 ὥσπερ 引导的独立对格分词结构(accusativus absolutus)。分词 γενομένην 搭配 ἄν,承载了潜在或非真实条件的含义(相当于 ἂν ἐγένετο 或 ἂν γένοιτο),表示“本可凭借握权者的美德立即化为王权”。

  3. 14.6ἤθελον γάρ κεν ... ἀσκὸς ὕστερον δεδάρθαι κἀπιτετρῖφθαι γένος

    未完成过去时 ἤθελον 搭配语气小词 κεν(即 ἄν),表达过去未实现的愿望(“我本甘愿……”)。两个完成时被动不定词 δεδάρθαι 和 ἐπιτετρῖφθαι 承接其义,说话者自为主语,因而表语 ἀσκός(“作为皮囊”)同格为主格,而 γένος 则作为第二个不定词的主语或限制对格(“家族遭灭绝”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:14.1-14.6