- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:9.1-9.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕库古推行沉重且价值低微的铁币以抑制动产上的贪婪,从而消除了犯罪并排除了多余的行业。结果奢靡之风自然衰落,而军用水壶等生活必需品的制作则达到了极高的工艺水准。
ἐπιχειρήσας δὲ καὶ τὰ ἔπιπλα διαιρεῖν, ὅπως παντάπασιν ἐξέλοι τὸ ἄνισον καὶ ἀνώμαλον, ἐπεὶ χαλεπῶς ἑώρα προσδεχομένους τὴν ἄντικρυς ἀφαίρεσιν, ἑτέρᾳ περιῆλθεν ὁδῷ καὶ κατεπολιτεύσατο τὴν ἐν τούτοις πλεονεξίαν. πρῶτον μὲν γάρ ἀκυρώσας πᾶν νόμισμα χρυσοῦν καὶ ἀργυροῦν μόνῳ χρῆσθαι τῷ σιδηρῷ προσέταξε· καὶ τούτῳ δὲ ἀπὸ πολλοῦ σταθμοῦ καὶ ὄγκου δύναμιν ὀλίγην ἔδωκεν,1 ὥστε δέκα μνῶν ἀμοιβὴν ἀποθήκης τε μεγάλης ἐν οἰκίᾳ δεῖσθαι καὶ ζεύγους ἄγοντος.
为了彻底消除不平等与悬殊,他还企图对动产进行分配;但当他看到人们对直接没收极为反感时,便另辟蹊径,以巧妙的政略瓦解了人们在这些财物上的贪婪。首先,他废除了一切金币和银币,命令人们只能使用铁币;而且对于这种铁币,他在巨大的重量和体积上只赋予了极小的价值,以至于要存放十个米那的价值,家里就需要一个大储藏室,搬运时还需要一双挽兽拉车。
τούτου δὲ κυρωθέντος ἐξέπεσεν ἀδικημάτων γένη πολλὰ τῆς Λακεδαίμονος. τίς γὰρ ἢ κλέπτειν ἔμελλεν ἢ δωροδοκεῖν ἢ ἀποστερεῖν ἢ ἁρπάζειν ὃ μήτε κατακρύψαι δυνατὸν ἦν μήτε κεκτῆσθαι ζηλωτόν, ἀλλὰ μηδὲ κατακόψαι λυσιτελές· ὄξει γάρ, ὡς λέγεται, διαπύρου σιδήρου τὸ στόμωμα κατασβέσας ἀφείλετο τὴν εἰς τἆλλα χρείαν καὶ δύναμιν, ἀδρανοῦς καὶ δυσέργου γενομένου.
这项措施确立之后,拉栖代梦便消除了许多种类的罪行。因为既无法藏匿,拥有它又不引人羡慕,甚至砸碎了也毫无用处的东西,有谁会去偷盗、受贿、诈骗或强夺呢?据说,他把烧得透红的铁放入醋中淬火以褪去其韧性,使之变得脆弱而难以加工,从而剥夺了它用于其他用途的效能与价值。
μετὰ δὲ τοῦτο τῶν ἀχρήστων καὶ περισσῶν ἐποιεῖτο τεχνῶν ξενηλασίαν. ἔμελλον δέ που καὶ μηδενὸς ἐξελαύνοντος αἱ πολλαὶ τῷ κοινῷ νομίσματι συνεκπεσεῖσθαι, διάθεσιν τῶν ἔργων οὐκ ἐχόντων,2 τὸ γάρ σιδηροῦν ἀγώγιμον οὐκ ἦν πρὸς τοὺς ἄλλους Ἕλληνας οὐδʼ εἶχε τιμὴν καταγελώμενον, ὥστε οὐδὲ πρίασθαί τι τῶν ξενικῶν καὶ ῥωπικῶν ὑπῆρχεν, οὐδʼ εἰσέπλει φόρτος ἐμπορικὸς εἰς τοὺς λιμένας, οὐδὲ ἐπέβαινε τῆς Λακωνικῆς οὐ σοφιστὴς λόγων, οὐ μάντις ἀγυρτικός, οὐχ ἑταιρῶν τροφεύς, οὐ χρυσῶν τίς, οὐκ ἀργυρῶν καλλωπισμάτων δημιουργός, ἅτε δὴ νομίσματος οὐκ ὄντος.
在此之后,他对无用且多余的手艺实行了外国人驱逐令。不过,即便没有人驱逐,大多数手艺也注定会随着通常货币的消失而一同瓦解,因为其制品没有销路。因为铁币无法带往其他希腊人那里,也没有任何价值,反遭嘲笑,以至于既无法买到任何外国货物和细碎什物,商船的货物也不驶入港口,无论是雄辩的智者、游乞的占卜者、蓄养妓女的老鸨,还是金银饰品的工匠,都不曾踏足拉哥尼亚,毕竟这里毫无硬通货币。
ἀλλὰ οὕτως ἀπερημωθεῖσα κατὰ μικρὸν ἡ τρυφὴ τῶν ζωπυρούντων καὶ τρεφόντων αὐτὴ διʼ αὑτῆς ἐμαραίνετο· καὶ πλεῖον οὐδὲν ἦν τοῖς πολλὰ κεκτημένοις, ὁδὸν οὐκ ἐχούσης εἰς μέσον τῆς εὐπορίας, ἀλλʼ ἐγκατῳκοδομημένης καὶ ἀργούσης.3 διὸ καὶ τὰ πρόχειρα τῶν σκευῶν καὶ ἀναγκαῖα ταῦτα, κλιντῆρες καὶ δίφροι καὶ τράπεζαι, βέλτιστα παρʼ αὐτοῖς ἐδημιουργεῖτο, καὶ κώθων ὁ Λακωνικὸς εὐδοκίμει μάλιστα πρὸς τὰς στρατείας, ὥς φησι Κριτίας.
相反,奢靡之风就这样逐渐失去了煽动和滋养它的源泉,自行萎缩凋零;而拥有众多财物的人也占不到任何便宜,因为富裕之资无法公之于众,而是被禁锢在室内,徒然废置。因此,那些日常随手可用且必不可少的器具,如长榻、靠椅和桌子,在他们那里制造得最为精良,而拉哥尼亚的水壶尤其在军旅征战中备受推崇,正如克里提亚斯所言。
τὰ γὰρ ἀναγκαίως πινόμενα τῶν ὑδάτων καὶ δυσωποῦντα τὴν ὄψιν ἀπεκρύπτετο τῇ χρόᾳ, καὶ τοῦ θολεροῦ προσκόπτοντος ἐντὸς καὶ προσισχομένου τοῖς ἄμβωσι, καθαρώτερον ἐπλησίαζε τῷ στόματι τὸ πινόμενον. αἴτιος δὲ καὶ τούτων ὁ νομοθέτης· ἀπηλλαγμένοι γὰρ οἱ δημιουργοὶ τῶν ἀχρήστων ἐν τοῖς ἀναγκαίοις ἐπεδείκνυντο τὴν καλλιτεχνίαν.
因为那些迫于无奈饮用、外观令人作呕的水,其成色被杯体本身的颜色掩盖,而泥浊之物在杯内受阻并附着在凸起的边缘上,被饮用的水便更为澄澈地送入口中。立法者亦是这一切的促成者;因为匠人们摆脱了无益之物,便在必需品上施展出他们高超的技艺。
- 9.1ἀπὸ πολλοῦ σταθμοῦ καὶ ὄγκου δύναμιν ὀλίγην ἔδωκεν
介词短语 ἀπὸ πολλοῦ σταθμοῦ καὶ ὄγκου 表示赋予购买力(δύναμιν ὀλίγην)时的基准或对照(“根据/对照其巨大的重量和体积,只赋予了微小的价值”)。ἀπό 在此表示对照基准,将 πολλοῦ 与 ὀλίγην 的悬殊对比联系起来。
- 9.3διάθεσιν τῶν ἔργων οὐκ ἐχόντων
独立属格结构。中性名词 τῶν ἔργων(作品、制品)充当分词 ἐχόντων(中性复数与阳性同形)的主语(“因为制品没有销路/市场”)。另一种解法是将 ἐχόντων 视为主语隐含为手艺人(由上文 τεχνῶν 衍生)的阳性分词,而将 τῶν ἔργων 作 διάθεσιν 的宾格性属格;但按照语序以及 ἔργον 作 διάθεσιν ἔχει(拥有销路)主语的常见用法,将 τῶν ἔργων 视为主语更为自然。
- 9.4ὁδὸν οὐκ ἐχούσης εἰς μέσον τῆς εὐπορίας, ἀλλʼ ἐγκατῳκοδομημένης καὶ ἀργούσης
独立属格结构。三个分词 ἐχούσης、ἐγκατῳκοδομημένης 和 ἀργούσης 均与阴性主语 τῆς εὐπορίας(财富、充裕)保持一致。该句形成生动的比喻,指财富没有通向公众场合(εἰς μέσον)的途径,反而仿佛被筑墙封闭(ἐγκατῳκοδομημένης)在内,闲置荒废。
