- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:8.1-8.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕库古实行了彻底的土地重新分配以消除贫富分化,向边民和斯巴达公民各自划分了平等的份地。这种整齐划一的分配使得农地宛如众兄弟平分家产一般齐整。
δεύτερον δὲ τῶν Λυκούργου πολιτευμάτων καὶ νεανικώτατον ὁ τῆς γῆς ἀναδασμός ἐστι. δεινῆς γάρ οὔσης ἀνωμαλίας καὶ πολλῶν ἀκτημόνων καὶ ἀπόρων ἐπιφερομένων τῇ πόλει, τοῦ δὲ πλούτου παντάπασιν εἰς ὀλίγους συνερρυηκότος, ὕβριν καὶ φθόνον καὶ κακουργίαν καὶ τρυφὴν καὶ τὰ τούτων ἔτι πρεσβύτερα καὶ μείζω νοσήματα πολιτείας, πλοῦτον καὶ πενίαν, ἐξελαύνων, συνέπεισε τὴν χώραν ἅπασαν εἰς μέσον θέντας ἐξ ἀρχῆς ἀναδάσασθαι,1 καὶ ζῆν μετʼ ἀλλήλων ἅπαντας ὁμαλεῖς καὶ ἰσοκλήρους τοῖς βίοις γενομένους, τὸ δὲ πρωτεῖον ἀρετῇ μετιόντας, ὡς ἄλλης ἑτέρῳ πρὸς ἕτερον οὐκ οὔσης διαφορᾶς οὐδὲ ἀνισότητος, πλὴν ὅσην αἰσχρῶν ψόγος ὁρίζει καὶ καλῶν ἔπαινος.
在吕库古的政策中,第二项也是最大胆的一项是土地的重新分配。因为当时存在严重的悬殊不平等,许多无产贫困之人成为城邦沉重的负担,而财富完全汇流到少数人手中,为了驱逐傲慢、嫉妒、邪恶、奢靡,以及国制中比这些更古老、更严重的弊端——富裕与贫困,他劝服人们将全部土地置于公有之中从头重新分配,所有人共同生活,在生计上变得平等并享有同等份地,仅凭美德来争取首位,仿佛人与人之间没有任何其他差异或不平等,除了由斥责卑鄙与赞美崇高所界定的区别之外。
ἐπάγων δὲ τῷ λόγῳ τὸ ἔργον ἔνειμε τὴν μὲν ἄλλην τοῖς περιοίκοις Λακωνικὴν τρισμυρίους κλήρους, τὴν δὲ εἰς τὸ ἄστυ τὴν Σπάρτην συντελοῦσαν ἐνακισχιλίους· τοσοῦτοι γάρ ἐγένοντο κλῆροι Σπαρτιατῶν ἔνιοι δέ φασι τὸν μὲν Λυκοῦργον ἑξακισχιλίους νεῖμαι, τρισχιλίους δὲ μετὰ ταῦτα προσθεῖναι Πολύδωρον οἱ δὲ τοὺς μὲν ἡμίσεις τῶν ἐνακισχιλίων τοῦτον, τοὺς δὲ ἡμίσεις Λυκοῦργον.
他让言论付诸行动,将拉哥尼亚的其余土地分给边民,共计三万份地,而将归属于斯巴达城下的土地分出九千份地;斯巴达人的份地便是如此之多。不过有人说吕库古分了六千份,后来波吕多洛斯增补了三千份;另有人说那九千份中后者分了一半,吕库古分了一半。
ὁ δὲ κλῆρος ἦν ἑκάστου τοσοῦτος ὥστε ἀποφορὰν φέρειν ἀνδρὶ μὲν ἑβδομήκοντα κριθῶν μεδίμνους, γυναικὶ δὲ δώδεκα, καὶ τῶν ὑγρῶν καρπῶν ἀναλόγως τὸ πλῆθος. ἀρκέσειν γὰρ ᾤετο τοσοῦτον αὐτοῖς, τῆς τροφῆς πρὸς εὐεξίαν καὶ ὑγείαν ἱκανῆς, ἄλλου δὲ μηδενὸς δεησομένοις.2 λέγεται δ’ αὐτὸν ὕστερόν ποτε χρόνῳ τὴν χώραν διερχόμενον ἐξ ἀποδημίας ἄρτι τεθερισμένην, ὁρῶντα τοὺς σωροὺς παραλλήλους καὶ ὁμαλεῖς, μειδιᾶσαι, καὶ εἰπεῖν πρὸς τοὺς παρόντας ὡς ἡ Λακωνικὴ φαίνεται πᾶσα πολλῶν ἀδελφῶν εἶναι νεωστὶ νενεμημένων.3
每个人的份地之大,足以向男子提供七十美狄姆诺斯的大麦租税,向妇人提供十二美狄姆诺斯,以及相应数量的流质果实。因为他认为这足够供养他们,其养分足以维持强健体魄与健康,而无需任何多余之物。据说在后来的某个时候,他在远游归来途中穿行于刚刚收割完的乡野,见一堆堆麦捆平行且均等,便微笑着对在场的人说,整个拉哥尼亚看起来就像是刚分了家产的许多兄弟的产业一样。
- 8.2συνέπεισε τὴν χώραν ἅπασαν εἰς μέσον θέντας ἐξ ἀρχῆς ἀναδασασθαι
动词 συνέπεισε(劝服)所支配的不定式 ἀναδάσασθαι(重新分配)的逻辑主语(斯巴达人)被省略,前置的分词 θέντας 与该宾格主语保持一致,意为“劝服他们把全部土地拿出来归公,从头重新分配”。
- 8.4ἀρκέσειν γὰρ ᾤετο τοσοῦτον αὐτοῖς, τῆς τροφῆς πρὸς εὐεξίαν καὶ ὑγείαν ἱκανῆς, ἄλλου δὲ μηδενὸς δεησομένοις
τῆς τροφῆς ... ἱκανῆς 为表示原因的属格绝对结构(“因给养足以……”);而 ἄλλου δὲ μηδενὸς δεησομένοις 则是将来时与格分词,修饰前面的间接宾语 αὐτοῖς(“他们将无须任何他物”)。
- 8.4νεωστὶ νενεμημένων
νενεμημένων 是动词 νέμω 的中动语态完成时分词,意为“(在彼此之间)分家产、划分财产”,修饰属格名词 ἀδελφῶν,意为“刚刚分了家产的兄弟们”。
