← 普鲁塔克

莱库古传

§10.1-10.3

设立共餐制与消除财富炫耀

莱库古确立了共餐制度以根除奢靡并消除财富的炫耀,强制贫富共享同样朴素的饮食。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

ἔτι δὲ μᾶλλον ἐπιθέσθαι τῇ τρυφῇ καὶ τὸν ζῆλον ἀφελέσθαι τοῦ πλούτου διανοηθείς, τὸ τρίτον πολίτευμα καὶ κάλλιστον ἐπῆγε, τὴν τῶν συσσιτίων κατασκευήν, ὥστε δειπνεῖν μετʼ ἀλλήλων συνιόντας ἐπὶ κοινοῖς καὶ τεταγμένοις ὄψοις καὶ σιτίοις, οἴκοι δὲ μὴ διαιτᾶσθαι κατακλινέντας εἰς στρωμνὰς πολυτελεῖς καὶ τραπέζας, χερσὶ δημιουργῶν καὶ μαγείρων ὑπὸ σκότος, ὥσπερ ἀδηφάγα ζῷα, πιαινομένους,1 καὶ διαφθείροντας ἅμα τοῖς ἤθεσι τὰ σώματα πρὸς πᾶσαν ἐπιθυμίαν ἀνειμένα καὶ πλησμονήν, μακρῶν μὲν ὕπνων, θερμῶν δὲ λουτρῶν, πολλῆς δὲ ἡσυχίας καὶ τρόπον τινὰ νοσηλείας καθημερινῆς δεομένην.2 μέγα μὲν οὖν καὶ τοῦτο ἦν, μεῖζον δὲ τὸ τὸν πλοῦτον ἄζηλον, ὥς φησι Θεόφραστος, καὶ ἄπλουτον3 ἀπεργάσασθαι τῇ κοινότητι τῶν δείπνων καὶ τῇ περὶ τὴν δίαιταν εὐτελείᾳ.

为了进一步打击奢靡之风并消除对财富的艳羡,他推出了第三项也是最精彩的政略:确立共餐制度。这是为了让公民们聚在一起,共享统一定额的菜肴和主食,而不是横卧在家中昂贵的榻椅和餐桌旁度日,像贪婪的牲畜一般在暗处被工匠和厨师的手喂得肥硕,从而使放纵于一切欲望和饱食之中的肉体连同其德行一同败坏——这种饱食需要长久的睡眠、热水浴、大量的静养以及某种程度的日常照料。固然这也是一件大事,但更重大的,正如泰奥弗拉斯托斯所言,是通过餐食的共享与生活的朴素,使财富变得既不引人艳羡,又“不再成为财富”。

§10.3

χρῆσις γάρ οὐκ ἦν οὐδὲ ἀπόλαυσις οὐδὲ ὄψις ὅλως ἢ ἐπίδειξις τῆς πολλῆς παρασκευῆς, ἐπὶ τὸ αὐτὸ δεῖπνον τῷ πένητι τοῦ πλουσίου βαδίζοντος· ὥστε τοῦτο δὴ τὸ θρυλούμενον ἐν μόνῃ τῶν ὑπὸ τὸν ἥλιον πόλεων τῇ Σπάρτῃ βλέπεσθαι, τυφλὸν ὄντα τὸν πλοῦτον καὶ κείμενον ὥσπερ γραφὴν ἄψυχον καὶ ἀκίνητον. οὐδὲ γὰρ οἴκοι προδειπνήσαντας ἐξῆν βαδίζειν ἐπὶ τὰ συσσίτια πεπληρωμένους,4 ἀλλʼ ἐπιμελῶς οἱ λοιποὶ παραφυλάττοντες τὸν μὴ πίνοντα μηδὲ ἐσθίοντα μετʼ αὐτῶν ἐκάκιζον ὡς ἀκρατῆ καὶ πρὸς τὴν κοινὴν ἀπομαλακιζόμενον δίαιταν.

因为既然富人与穷人同赴一样的筵席,丰足的备置便无法使用,无法享受,甚至全然无法观看或炫耀;以至于世所流传的那句话,在普天之下的诸城邦中唯独在斯巴达得以目睹,即财富是盲目的,像一幅无生命的死画一样静卧不动。因为人们不被允许在家中先吃饱了再去共餐馆,其余的人会严加监视,凡是不与他们一同吃喝的人,都会被指责为缺乏自制且对共同生活方式疲软懈怠。

语法注4 条
  1. 10.1ὥστε δειπνεῖν μετʼ ἀλλήλων συνιόντας ἐπὶ κοινοῖς καὶ τεταγμένοις ὄψοις καὶ σιτίοις, οἴκοι δὲ μὴ διαιτᾶσθαι κατακλινέντας εἰς στρωμνὰς πολυτελεῖς καὶ τραπέζας, χερσὶ δημιουργῶν καὶ μαγείρων ὑπὸ σκότος, ὥσπερ ἀδηφάγα ζῷα, πιαινομένους,

    连词 ὥστε 引导表示目的或结果的不定式结构(δειπνεῖν 和 μὴ διαιτᾶσθαι)。虽然不定式的逻辑主语未单独以名词形式出现,但与之相呼应的一连串分词(συνιόντας, κατακλινέντας, πιαινομένους 以及下文的 διαφθείροντας)均采用阳性复数宾格,与不定式隐含的逻辑主语保持一致。

  2. 10.2δεομένην

    现在分词阴性单数宾格。它直接修饰紧邻的名词 πλησμονήν(阴性单数宾格),而不是中性复数的 τὰ σώματα 或其修饰语 ἀνειμένα,性数格的一致证明了其修饰关系。

  3. 10.2ἄπλουτον

    与动词 ἀπεργάσασθαι 连用的宾语补足语(宾格)。在短语 τὸ τὸν πλοῦτον ἄζηλον ... καὶ ἄπλουτον ἀπεργάσασθαι 中,ἄζηλον 与 ἄπλουτον 构成双宾格结构中修饰宾语 τὸν πλοῦτον 的述语成分,体现了援引自泰奥弗拉斯托斯的修辞性悖论(“使财富不再是财富”)。

  4. 10.3οὐδὲ γὰρ οἴκοι προδειπνήσαντας ἐξῆν βαδίζειν ἐπὶ τὰ συσσίτια πεπληρωμένους

    无人称动词 ἐξῆν(原意为“被允许”)后接不定式 βαδίζειν 的句式。不定式的逻辑主语并未采用常见的与格,而是以宾格分词(προδειπνήσαντας ... πεπληρωμένους)的形式呈现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:10.1-10.3