← 普鲁塔克

莱库古传

§7.1-7.3

设立监察官与王权的制约

记述了设立监察官以制约王权之缘由及狄奥蓬波斯王的轶事,并通过与缺乏权力制衡而陷入动乱的墨塞尼亚和阿哥斯的对比,彰显吕库古立法的优越与远见。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

οὕτω τὸ πολίτευμα τοῦ Λυκούργου μίξαντος, ὅμως ἄκρατον ἔτι τὴν ὀλιγαρχίαν καὶ ἰσχυρὰν οἱ μετʼ αὐτὸν ὁρῶντες σπαργῶσαν καὶ θυμουμένην, ὥς φησιν ὁ Πλάτων, οἷον ψάλιον ἐμβάλλουσιν αὐτῇ τὴν τῶν ἐφόρων δύναμιν, ἔτεσί που μάλιστα τριάκοντα καὶ ἑκατὸν μετὰ Λυκοῦργον πρώτων τῶν περὶ Ἔλατον ἐφόρων κατασταθέντων ἐπὶ Θεοπόμπου βασιλεύοντος· ὃν καὶ φασιν ὑπὸ τῆς ἑαυτοῦ γυναικὸς ὀνειδιζόμενον ὡς ἐλάττω παραδώσοντα τοῖς παισὶ τὴν βασιλείαν ἢ παρέλαβε, μείζω μὲν οὖν, εἰπεῖν, ὅσῳ χρονιωτέραν. τῷ γὰρ ὄντι τὸ ἄγαν ἀποβαλοῦσα μετὰ τοῦ φθόνου διέφυγε τὸν κίνδυνον, ὥστε μὴ παθεῖν ἃ Μεσσήνιοι καὶ Ἀργεῖοι τοὺς παρʼ αὐτοῖς βασιλεῖς ἔδρασαν,1 μηδὲν ἐνδοῦναι μηδὲ χαλάσαι τῆς ἐξουσίας ἐπὶ τὸ δημοτικὸν ἐθελήσαντας. ὃ καὶ μάλιστα τὴν Λυκούργου σοφίαν καὶ πρόνοιαν ἐποίησε φανερὰν εἰς τὰς Μεσσηνίων καὶ Ἀργείων, συγγενῶν καὶ γειτόνων, δήμων καὶ βασιλέων στάσεις καὶ κακοπολιτείας ἀφορῶσιν,2 οἳ τῶν ἴσων ἀπʼ ἀρχῆς τετυχηκότες, ἐν δὲ τῷ κλήρῳ καὶ πλέον ἔχειν ἐκείνων3 δόξαντες, οὐκ ἐπὶ πολὺν χρόνον εὐδαιμόνησαν, ἀλλʼ ὕβρει μὲν τῶν βασιλέων, οὐκ εὐπειθείᾳ δὲ τῶν ὄχλων, τὰ καθεστῶτα συνταράξαντες ἔδειξαν ὅτι θεῖον ἦν ὡς ἀληθῶς εὐτύχημα τοῖς Σπαρτιάταις ὁ τὴν πολιτείαν ἁρμοσάμενος καὶ κεράσας παρʼ αὐτοῖς. ταῦτα μὲν οὖν ὕστερον.

尽管吕库古如此调和了国制,但他之后的后人看到寡头政治仍然纯粹而强大,正如柏拉图所说的那样充盈而暴躁,于是在吕库古之后大约一百三十年、在狄奥蓬波斯执政期间确立了以埃拉托斯为首的第一任监察官时,便把监察官的权力如嚼辔一般加于其上;据说当他受到自己妻子的责备,说他传给子嗣的王权将小于他所继承的王权时,“反而更大,”他说,“因为它更加长久。” 因为事实上,王权抛弃了过度的权势与随之而来的嫉妒,从而逃脱了危险,未曾遭受墨塞尼亚人和阿哥斯人对他们那里的国王所做的那种遭遇——那些国王不愿向平民让步或削弱自身的任何权力。对于着眼于同族兼邻邦的墨塞尼亚人与阿哥斯人的民众和国王之间的内讧与恶政的人而言,这也最为显著地显明了吕库古的智慧与远见;这些人从一开始就获得了平等的命运,并且在分配上甚至被认为比斯巴达人拥有得更多,却没有长久享福,反而一方面因国王的专横,另一方面因民众的不顺从,扰乱了既定秩序,从而表明对于斯巴达人来说,那位在他们中间整顿并调和国制的人,委实是神圣的幸运。不过,这些是后来的事情。

语法注3 条
  1. 7.2ἃ Μεσσήνιοι καὶ Ἀργεῖοι τοὺς παρʼ αὐτοῖς βασιλεῖς ἔδρασαν

    动词 δράω(ἔδρασαν)构成的双宾格结构,表示“对某人做某事”。关系代词 ἃ 充当所做之事的宾格(内宾格),τοὺς παρʼ αὐτοῖς βασιλεῖς 则是动作承受者的宾格。

  2. 7.2ἀφορῶσιν

    现在时主动态分词 ἀφορῶσιν(与格·复数·阳性)在此充当视角或基准的与格(“对审视……的人而言”),修饰以连接性关系代词 ὃ 为主语的主句结构。

  3. 7.3ἐκείνων

    由 πλέον ἔχειν(“比……拥有更多”)所支配的比较属格。在语境中指代斯巴达人,与前文所述的墨塞尼亚人和阿哥斯人相对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:7.1-7.3