- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:6.1-6.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文本引用了吕库古自德尔斐带回的“大瑞特拉”,解释了部落与欧贝的划分、长老会与公民大会的权力分配及集会地点。随后记载了后世波吕多罗斯与狄奥蓬波斯二王为防止民众篡改议案而追加的补充条款,并引述堤尔泰奥斯的诗句加以印证。
οὕτω δὲ περὶ ταύτην ἐσπούδασε τὴν ἀρχὴν ὁ Λυκοῦργος ὥστε μαντείαν ἐκ Δελφῶν κομίσαι περὶ αὐτῆς, ἣν ῥήτραν καλοῦσιν. ἔχει δὲ οὕτως· Διὸς Συλλανίου καὶ Ἀθανᾶς Συλλανίας ἱερὸν ἱδρυσάμενον, φυλὰς φυλάξαντα καὶ ὠβὰς ὠβάξαντα, τριάκοντα γερουσίαν σὺν ἀρχαγέταις καταστήσαντα, ὥρας ἐξ ὥρας ἀπελλάζειν1 μεταξὺ Βαβύκας τε καὶ Κνακιῶνος, οὕτως εἰσφέρειν τε καὶ ἀφίστασθαι δάμῳ δὲ τὰν κυρίαν ἦμεν καὶ κράτος2 ἐν τούτοις τὸ μὲν φυλὰς φυλάξαι καὶ ὠβὰς ὠβάξαι διελεῖν ἐστι καὶ κατανεῖμαι τὸ πλῆθος εἰς μερίδας, ὧν τὰς μὲν φυλάς, τὰς δὲ ὠβὰς προσηγόρευκεν. ἀρχαγέται δὲ οἱ βασιλεῖς λέγονται, τὸ δὲ ἀπελλάζειν ἐκκλησιάζειν· ὅτι τὴν ἀρχὴν καὶ τὴν αἰτίαν τῆς πολιτείας εἰς τὸν Πύθιον ἀνῆψε. τὴν δὲ Βαβύκαν Χείμαρρος, καὶ τὸν Κνακιῶνα νῦν Οἰνοῦντα προσαγορεύουσιν· Ἀριστοτέλης δὲ τὸν μὲν Κνακιῶνα ποταμόν, τὴν δὲ Βαβύκαν γέφυραν.
吕库古对这一官职极为重视,以至于从德尔斐带回了关于它的一道神谕,人们称之为“瑞特拉”。其文如下: “在建立了叙拉尼奥斯宙斯与叙拉尼亚雅典娜的圣所之后,在划分了部落并划分了欧贝之后,在确立了包括领袖在内的三十人长老会之后,当于季节交替之际在巴比卡与克纳基翁之间召开公民大会,如此提出议案并予以解散;而最终的决裁权与支配力当归于民众。”在这些语句中,“划分部落并划分欧贝”指的是将大众划分并分配至各个单位,其中一些称作“部落”,另一些称作“欧贝”。国王们被称为“领袖”,“召开公民大会”即举行集会;因为他将国制的开端与根基归于皮提亚阿波罗。人们如今将巴比卡称作凯马罗斯,将克纳基翁称作奥埃努斯;但亚里士多德却说克纳基翁是一条河,而巴比卡是一座桥。
ἐν μέσῳ δὲ τούτων τὰς ἐκκλησίας ἦγον, οὔτε παστάδων οὐσῶν οὔτε ἄλλης τινὸς κατασκευῆς, οὐθὲν γάρ ᾤετο ταῦτα πρὸς εὐβουλίαν εἶναι, μᾶλλον δὲ βλάπτειν, φλυαρώδεις ἀπεργαζόμενα καὶ χαύνους φρονήματι κενῷ τὰς διανοίας τῶν συμπορευομένων, ὅταν εἰς ἀγάλματα καὶ γραφὰς ἢ προσκήνια θεάτρων ἢ στέγας βουλευτηρίων ἠσκημένας περιττῶς ἐκκλησιάζοντες ἀποβλέπωσι. τοῦ δὲ πλήθους ἀθροισθέντος εἰπεῖν μὲν οὐδενὶ γνώμην τῶν ἄλλων ἐφεῖτο, τὴν δ’ ὑπὸ τῶν γερόντων καὶ τῶν βασιλέων προτεθεῖσαν ἐπικρῖναι κύριος ἦν ὁ δῆμος.
他们便在这两者之间举行公民大会,既没有柱廊,也没有任何其他建筑物;因为他认为这些设施对于明智审议毫无益处,反而有所损害,每当出席大会的人注视着雕像、画作、剧场的舞台前部或奢华修饰的议事厅屋顶时,其心思便会变得轻浮而充满空洞的自负。当民众聚集后,其余任何人都不被准许提出提案,而民众则有权对长老和国王们所提出的议案进行裁决。
ὕστερον μέντοι τῶν πολλῶν ἀφαιρέσει καὶ προσθέσει τὰς γνώμας διαστρεφόντων καὶ παραβιαζομένων, Πολύδωρος καὶ Θεόπομπος οἱ βασιλεῖς τάδε τῇ ῥήτρᾳ παρενέγραψαν· αἰ δὲ σκολιὰν ὁ δᾶμος ἕλοιτο, τοὺς πρεσβυγενέας καὶ ἀρχαγέτας ἀποστατῆρας ἦμεν,3 τοῦτʼ ἔστι μὴ κυροῦν, ἀλλʼ ὅλως ἀφίστασθαι καὶ διαλύειν τὸν δῆμον, ὡς ἐκτρέποντα καὶ μεταποιοῦντα τὴν γνώμην παρὰ τὸ βέλτιστον. ἔπεισαν δὲ καὶ αὐτοὶ τὴν πόλιν ὡς τοῦ θεοῦ ταῦτα προστάσσοντος, ὥς που Τυρταῖος ἐπιμέμνηται διὰ τούτων "Φοίβου ἀκούσαντες Πυθωνόθεν οἴκαδʼ ἔνεικαν μαντείας τε θεοῦ καὶ τελέεντʼ ἔπεα· ἄρχειν μὲν βουλῆς θεοτιμήτους βασιλῆας, οἷσι μέλει Σπάρτας ἱμερόεσσα πόλις, πρεσβύτας τε γέροντας, ἔπειτα δὲ δημότας ἄνδρας, εὐθείαις ῥήτραις ἀνταπαμειβομένους."
然而后来,由于大众通过删减和增补歪曲并破坏议案,波吕多罗斯与狄奥蓬波斯二王便在瑞特拉中附加上如下条文: “倘若民众选择歪曲的议案,年长者与领袖们应当成为退出者,”也就是说,不予批准,而是彻底退场并解散民众,视其违背最佳利益而偏离并篡改了原案。他们自身也说服了城邦,使之相信这是神的训令,正如堤尔泰奥斯在如下诗句中有所提及: “自皮托聆听福玻斯之言后,他们将神的神谕 与必定成就的训辞带回家乡: 受神尊崇的君王们当执掌审议, 可爱的斯巴达城邦为他们所系念, 亦有白发的长老们;其后则是平民百姓, 须以正直的言约应答。”
- 6.1Διὸς Συλλανίου καὶ Ἀθανᾶς Συλλανίας ἱερὸν ἱδρυσάμενον, φυλὰς φυλάξαντα καὶ ὠβὰς ὠβάξαντα, τριάκοντα γερουσίαν σὺν ἀρχαγέταις καταστήσαντα, ὥρας ἐξ ὥρας ἀπελλάζειν
古风神谕/立法体裁中一系列宾格分词(ἱδρυσάμενον, φυλάξαντα, ὠβάξαντα, καταστήσαντα)与主要不定式(ἀπελλάζειν)的呼应构拟。阳性单数宾格分词与不定式未明示的逻辑主语(即立法者吕库古或政令领受者)保持一致,作为时间在先的伴随条件修饰后续具有命令力量的不定式 ἀπελλάζειν。
- 6.1δάμῳ δὲ τὰν κυρίαν ἦμεν καὶ κράτος
多利亚方言条文:ἦμεν 是相当于雅典方言 εἶναι 的不定式,作命令语气使用。τὰν κυρίαν(相当于 τὴν κυρίαν)为实质化用法,指“最高决定权/终审权”(省略了如 γνώμην 或 ψῆφον 之类的阴性名词),与与格 δάμῳ(即 δήμῳ)连用构成所有与表述关系。
- 6.4αἰ δὲ σκολιὰν ὁ δᾶμος ἕλοιτο, τοὺς πρεσβυγενέας καὶ ἀρχαγέτας ἀποστατῆρας ἦμεν
附则的条件句结构:αἰ 为多利亚方言中的 εἰ。条件从句中的祈愿语气 ἕλοιτο 构成将来假设,其宾语 σκολιὰν 省略了 ῥήτραν 或 γνώμην。归结分句 τοὺς πρεσβυγενέας καὶ ἀρχαγέτας ἀποστατῆρας ἦμεν 为带宾格主语的不定式结构,在法令中具命令功能,ἀποστατῆρας 作为表语名词,意为“退出者/解散者”。
