← 普鲁塔克

莱库古传

§5.1-5.8

吕库古归国与长老会的创立

被召回斯巴达的吕库古求得德尔斐神谕后联合贵族阶层,通过武装威慑推行国制改革。他设立了由二十八人组成的长老会,作为在王权与大众之间维持平衡的压舱石。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

οἱ δὲ Λακεδαιμόνιοι τὸν Λυκοῦργον ἐπόθουν ἀπόντα καὶ μετεπέμποντο πολλάκις, ὡς τοὺς μὲν βασιλεῖς ὄνομα καὶ τιμήν, ἄλλο δὲ μηδὲν διαφέρον τῶν πολλῶν ἔχοντας, ἐν ἐκείνῳ δὲ φύσιν ἡγεμονικὴν καὶ δύναμιν ἀνθρώπων ἀγωγὸν οὖσαν. οὐ μὴν οὐδὲ τοῖς βασιλεῦσιν ἦν ἀβούλητος ἡ παρουσία τοῦ ἀνδρός, ἀλλʼ ἤλπιζον ἐκείνου συμπαρόντος ἧττον ὑβρίζουσι χρῆσθαι τοῖς πολλοῖς.1

斯巴达人思念不在国内的吕库古,屡次派人召请他回国,因为他们认为诸王徒有虚名与尊荣,与大众并无任何殊异之处,而在他身上却具备统治者的天性与引导民众的力量。不仅如此,甚至对诸王而言,此人的归来也并非不受欢迎,反而他们指望因他的共同在场,在应对民众时民众会较少傲慢无礼。

§5.2

ἐπανελθὼν οὖν πρὸς οὕτω διακειμένους εὐθὺς ἐπεχείρει τὰ παρόντα κινεῖν καὶ μεθιστάναι τὴν πολιτείαν, ὡς τῶν κατὰ μέρος νόμων οὐδὲν ἔργον οὐδὲ ὄφελος, εἰ μή τις ὥσπερ σώματι πονηρῷ καὶ γέμοντι παντοδαπῶν νοσημάτων τὴν ὑπάρχουσαν ἐκτήξας καὶ μεταβαλὼν κρᾶσιν ὑπὸ φαρμάκων καὶ καθαρμῶν ἑτέρας ἄρξεται καινῆς διαίτης.

于是,回到心境如此的人民中间之后,他立即着手更动现状并变革国制;因为他认为局部的法律毫无功用与益处,除非有人如同对待充满各样疾病的病弱躯体一样,通过药物与净涤溶解并改变原有的体质,由此开启全新的养生之道。

§5.3

διανοηθεὶς δὲ ταῦτα πρῶτον μὲν ἀπεδήμησεν εἰς Δελφούς· καὶ τῷ θεῷ θύσας καὶ χρησάμενος ἐπανῆλθε τὸν διαβόητον ἐκεῖνον χρησμὸν κομίζων, ᾧ θεοφιλῆ μὲν αὐτὸν ἡ Πυθία προσεῖπε καὶ θεὸν μᾶλλον ἢ ἄνθρωπον, εὐνομίας δὲ χρῄζοντι διδόναι καὶ καταινεῖν ἔφη τὸν θεὸν ἣ πολὺ κρατίστη τῶν ἄλλων ἔσται πολιτειῶν.

思虑及此,他首先动身前往德尔斐;在向神祇献祭并求问神谕后,他携带着那道著名的神谕归来。在神谕中,皮提亚称他为神所挚爱者,与其说是凡人毋宁说是神,并宣称神将把远胜于其他一切政制的最优良国制,赐予并应允给祈求优良法度的他。

§5.4

ἐπαρθεὶς δὲ τούτοις προσήγετο τοὺς ἀρίστους καὶ συνεφάπτεσθαι παρεκάλει, κρύφα διαλεγόμενος τοῖς φίλοις πρῶτον, εἶτα οὕτως κατὰ μικρὸν ἁπτόμενος πλειόνων καὶ συνιστὰς ἐπὶ τὴν πρᾶξιν. ὡς δ’ ὁ καιρὸς ἧκε, τριάκοντα τοὺς πρώτους ἐκέλευσε μετὰ τῶν ὅπλων ἕωθεν εἰς ἀγορὰν προελθεῖν ἐκπλήξεως ἕνεκα καὶ φόβου πρὸς τοὺς ἀντιπράττοντας. ὧν εἴκοσι τοὺς ἐπιφανεστάτους Ἕρμιππος ἀνέγραψε· τὸν δὲ μάλιστα τῶν Λυκούργου ἔργων κοινωνήσαντα πάντων καὶ συμπραγματευσάμενον τὰ περὶ τοὺς νόμους Ἀρθμιάδαν ὀνομάζουσιν.

他因这些言辞备受鼓舞,便将显贵之士拉拢到自己身边,号召他们共同参与这一事业;他起初只私下与朋友商谈,继而如此逐步联络更多的人,将他们组织起来以付诸行动。适逢时机成熟,他命令前三十名显贵于清晨全副武装进驻广场,以震慑并威吓反对者。赫尔米普斯记录了其中最显赫的二十人;而众人称在吕库古的所有事业中参与最深、在立法诸事上协同策划的人为阿尔特米亚达斯。

§5.5

ἀρχομένης δὲ τῆς ταραχῆς ὁ βασιλεὺς Χαρίλαος φοβηθεὶς ὡς ἐπʼ αὐτὸν ὅλης τῆς πράξεως συνισταμένης, κατέφυγε πρὸς τὴν Χαλκίοικον εἶτα πεισθεὶς καὶ λαβὼν ὅρκους ἀνέστη καὶ μετεῖχε τῶν πραττομένων, φύσει πρᾷος ὢν· ὥς που καὶ λέγεται συμβασιλεύοντα τὸν Ἀρχέλαον αὐτῷ πρὸς τοὺς ἐγκωμιάζοντας τὸν νεανίσκον εἰπεῖν πῶς δ’ ἂν εἴη Χαρίλαος ἀνήρ ἀγαθός, ὃς οὐδὲ τοῖς πονηροῖς χαλεπός ἐστι;

骚动发生之初,国王查理劳斯因害怕整场行动是冲着自己而来,便逃入铜殿女神庙避难;随后他受到劝说并接受了誓言保证,方才离开神殿并参与到正在进行的行动中,因为他生性温和。据说正因如此,与他共治的阿耳刻拉奥斯曾对赞扬这位年轻人的众人说道: “查理劳斯怎能算是个善人呢,他甚至对恶人都不够严厉?”

§5.6

πλειόνων δὲ καινοτομουμένων ὑπὸ τοῦ Λυκούργου πρῶτον ἦν καὶ μέγιστον ἡ κατάστασις τῶν γερόντων, ἥν φησιν ὁ Πλάτων τῇ τῶν βασιλέων ἀρχῇ φλεγμαινούσῃ μιχθεῖσαν καὶ γενομένην ἰσόψηφον εἰς τὰ μέγιστα σωτηρίαν ἅμα καὶ σωφροσύνην παρασχεῖν. αἰωρουμένη γὰρ ἡ πολιτεία καὶ ἀποκλίνουσα νῦν μὲν ὡς τοὺς βασιλεῖς ἐπὶ τυραννίδα, νῦν δὲ ὡς τὸ πλῆθος ἐπὶ δημοκρατίαν, οἷον ἕρμα τὴν τῶν γερόντων ἀρχὴν ἐν μέσῳ θεμένη καὶ ἰσορροπήσασα τὴν ἀσφαλεστάτην τάξιν ἔσχε καὶ κατάστασιν, ἀεὶ τῶν ὀκτὼ καὶ εἴκοσι γερόντων τοῖς μὲν βασιλεῦσι προστιθεμένων ὅσον ἀντιβῆναι πρὸς δημοκρατίαν,2 αὖθις δὲ ὑπὲρ τοῦ μὴ γενέσθαι τυραννίδα τὸν δῆμον ἀναρρωννύντων. τοσούτους δέ φησι κατασταθῆναι τοὺς γέροντας Ἀριστοτέλης, ὅτι τριάκοντα τῶν πρώτων μετὰ Λυκούργου γενομένων δύο τὴν πρᾶξιν ἐγκατέλιπον ἀποδειλιάσαντες.

在吕库古所创制的诸多变革中,首要且最重大的乃是长老会的设立;正如柏拉图所言,长老会与原本过度膨胀的王权相调和,并在最重大的事务上拥有同等投票权,从而带来了安稳与审慎。因为城邦政制原本动摇不定,时而倒向国王一侧趋于僭政,时而倒向民众一侧趋于民主,而在中间置入长老的权柄作为压舱石并取得平衡后,便获得了最稳固的秩序与体制;二十八位长老始终倒向国王一方,程度恰好足以抵御民主政治,反过来又为了防止僭政产生而为民众撑腰。亚里士多德说,长老之所以被确立为这一数目,是因为起初与吕库古同谋的三十位领袖中,有两人因胆怯而放弃了行动。

§5.8

ὁ δὲ Σφαῖρος ἐξ ἀρχῆς φησι τοσούτους γενέσθαι τοὺς τῆς γνώμης μετασχόντας. εἴη δ’ ἂν τι καὶ τὸ τοῦ ἀριθμοῦ διʼ ἑβδομάδος τετράδι πολλαπλασιασθείσης ἀποτελούμενον, καὶ ὅτι τοῖς αὑτοῦ μέρεσιν ἴσος ὢν μετὰ τὴν ἑξάδα τέλειός ἐστιν. ἐμοὶ δὲ δοκεῖ μάλιστα τοσούτους ἀποδεῖξαι τοὺς γέροντας ὅπως οἱ πάντες εἶεν τριάκοντα, τοῖς ὀκτὼ καὶ εἴκοσι τοῖν δυοῖν βασιλέοιν προστιθεμένοιν.3

但斯法伊鲁斯却说,从一开始参与这项决议的就只有这么多人。也许这一数字也因七与四相乘而具有某种意义,且因为它等于其自身所有真因数之和,是继六之后的完全数。但在我看来,他最有可能将长老确立为这个数目,乃是为了让全体成员达到三十人,即在二十八位长老之上再加上两位国王。

语法注3 条
  1. 5.1ἧττον ὑβρίζουσι χρῆσθαι τοῖς πολλοῖς

    动词 χρῆσθαι 支配与格补足语 τοῖς πολλοῖς,意为“对待/应付(具有某种性质的人)”。分词 ὑβρίζουσι 作 τοῖς πολλοῖς 的表语性修饰(述语用法),表述“应付傲慢的民众/民众不那么放肆无礼”。

  2. 5.7ὅσον ἀντιβῆναι πρὸς δημοκρατίαν

    关系代词/相关词 ὅσον 连用不定词 ἀντιβῆναι,构成表示程度或限制性结果的句式(“恰好足以抵御民主政治的程度”)。这说明长老们并非毫无节制地倒向王权,而仅以维持对抗平民力量的平衡为限。

  3. 5.8τοῖς ὀκτὼ καὶ εἴκοσι τοῖν δυοῖν βασιλέοιν προστιθεμένοιν

    双数与格短语 τοῖν δυοῖν βασιλέοιν προστιθεμένοιν 在此充当独立与格(dative absolute)结构以表条件或情态,或者以中间态分词支配与格(τοῖς ὀκτὼ καὶ εἴκοσι),表示“在二十八人之上再加上两位国王,从而使全员达到三十人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:5.1-5.8