- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:4.1-4.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕库古出游列国,在克里特考察法度并派遣诗人萨勒斯前往斯巴达,在亚细亚对比爱奥尼亚的奢华并搜集荷马史诗,文中亦提及了他远游埃及等地的传闻。
οὕτως ἀπάρας πρῶτον μὲν εἰς Κρήτην ἀφίκετο· καὶ τὰς αὐτόθι πολιτείας κατανοήσας καὶ συγγενόμενος τοῖς πρωτεύουσι κατὰ δόξαν ἀνδράσι, τὰ μὲν ἐζήλωσε καὶ παρέλαβε τῶν νόμων, ὡς οἴκαδε μετοίσων καὶ χρησόμενος, ἔστι δ’ ὧν1 κατεφρόνησεν. ἕνα δὲ τῶν νομιζομένων ἐκεῖ σοφῶν καὶ πολιτικῶν χάριτι καὶ φιλίᾳ πείσας ἀπέστειλεν εἰς τὴν Σπάρτην, Θάλητα, ποιητὴν μὲν δοκοῦντα λυρικῶν μελῶν καὶ πρόσχημα τὴν τέχνην ταύτην πεποιημένον, ἔργῳ δὲ ἅπερ οἱ κράτιστοι τῶν νομοθετῶν διαπραττό- μενον. λόγοι γὰρ ἦσαν αἱ ᾠδαὶ πρὸς εὐπείθειαν καὶ ὁμόνοιαν ἀνακλητικοί, διὰ μελῶν ἅμα καὶ ῥυθμῶν πολὺ τὸ κόσμιον ἐχόντων καὶ καταστατικόν, ὧν ἀκροώμενοι κατεπραΰνοντο λεληθότως τὰ ἤθη καὶ συνῳκειοῦντο τῷ ζήλῳ τῶν καλῶν ἐκ τῆς ἐπιχωριαζούσης τότε πρὸς ἀλλήλους κακοθυμίας, ὥστε τρόπον τινὰ τῷ Λυκούργῳ προοδοποιεῖν τὴν παίδευσιν αὐτῶν ἐκεῖνον.2
就这样启程之后,吕库古首先来到了克里特。他在那里考察了当地的城邦政制,并与名望卓著的人士交往;在诸法度中,有些他甚为钦慕并加以采纳,打算带回本土付诸实行,但也有些受到了他的鄙弃。他凭借情谊与恩惠说服了当地一位被视为明智且谙熟国政的人——萨勒斯,将他派往斯巴达。萨勒斯表面上被当作抒情诗人,将这一技艺作为掩护,但实际上所成就的功业与最优秀的立法者无异。因为他的诗歌乃是劝人顺服与同心的训谕,其旋律与节奏蕴含着极大的规范与安抚力量;人们聆听这些歌声,性格不知不觉间变得温和,并从当时彼此间盛行的恶意中抽身,结合在对美德善事的向往之中,以至于在某种程度上由他为吕库古对民众的教化开辟了道路。
ἀπὸ δὲ τῆς Κρήτης ὁ Λυκοῦργος ἐπὶ Ἀσίαν ἔπλευσε, βουλόμενος, ὡς λέγεται, ταῖς Κρητικαῖς διαίταις, εὐτελέσιν οὔσαις καὶ αὐστηραῖς, τὰς Ἰωνικὰς πολυτελείας καὶ τρυφάς, ὥσπερ ἰατρὸς σώμασιν ὑγιεινοῖς ὕπουλα καὶ νοσώδη, παραβαλὼν3 ἀποθεωρῆσαι τὴν διαφορὰν τῶν βίων καὶ τῶν πολιτειῶν.
从克里特出发,吕库古航行前往亚细亚。据传,他是希望通过将爱奥尼亚的奢靡与享乐同克里特简朴严苛的生活方式相对照——正如医者将内藏病患且病态的躯体同健康的肉体相对比一般——从而深入考察这两种生活方式与政制之间的差异。
ἐκεῖ δὲ καὶ τοῖς Ὁμήρου ποιήμασιν ἐντυχὼν πρῶτον, ὡς ἔοικε, παρὰ τοῖς ἐκγόνοις τοῖς Κρεοφύλου διατηρουμένοις, καὶ κατιδὼν ἐν αὐτοῖς τῆς πρὸς ἡδονὴν καὶ ἀκρασίαν διατριβῆς τὸ πολιτικὸν καὶ παιδευτικὸν οὐκ ἐλάττονος ἄξιον σπουδῆς ἀναμεμιγμένον,4 ἐγράψατο προθύμως καὶ συνήγαγεν ὡς δεῦρο κομιῶν. ἦν γάρ τις ἤδη δόξα τῶν ἐπῶν ἀμαυρὰ παρὰ τοῖς Ἕλλησιν, ἐκέκτηντο δὲ οὐ πολλοὶ μέρη τινά, σποράδην τῆς ποιήσεως, ὡς ἔτυχε, διαφερομένης γνωρίμην δὲ αὐτὴν καὶ μάλιστα πρῶτος ἐποίησε Λυκοῦργος.
他在那里似乎还首次接触到了荷马的诗篇,这些作品当时由克里奥菲洛斯的后裔保存着;他察觉到其中杂糅着不亚于旨在享乐、放任的消遣那样值得严肃对待的政治与教化内容,便热切地予以抄录并汇集起来,打算带回本土。因为当时希腊人之中虽对这些史诗已有隐约的传闻,但诗歌只是散乱流传,拥有其中某些片段的人并不多;正是吕库古基本上最先使之广为人知。
Αἰγύπτιοι δὲ καὶ πρὸς αὑτοὺς ἀφικέσθαι τὸν Λυκοῦργον οἴονται, καὶ τὴν ἀπὸ τῶν ἄλλων γενῶν τοῦ μαχίμου διάκρισιν μάλιστα θαυμάσαντα μετενεγκεῖν εἰς τὴν Σπάρτην, καὶ χωρίσαντα τοὺς βαναύσους καὶ χειροτέχνας ἀστεῖον ὡς ἀληθῶς τὸ πολίτευμα καὶ καθαρὸν ἀποδεῖξαι. ταῦτα μὲν οὖν Αἰγυπτίοις ἔνιοι καὶ τῶν Ἑλληνικῶν συγγραφέων μαρτυροῦσιν· ὅτι δὲ καὶ Λιβύην καὶ Ἰβηρίαν ἐπῆλθεν ὁ Λυκοῦργος καὶ περὶ τὴν Ἰνδικὴν πλανηθεὶς τοῖς Γυμνοσοφισταῖς ὡμίλησεν, οὐδένα πλὴν Ἀριστοκράτη τὸν Ἱππάρχου Σπαρτιάτην εἰρηκότα γινώσκομεν.5
埃及人也认为吕库古曾到过他们那里,并且他最赞赏将武士阶层与其他阶层分离开来的做法,因而将其引入斯巴达,又通过将粗鄙工匠和手工业者分离出去,使国家政制变得真正优雅而纯粹。对于这些说法,希腊作家中确有人为埃及人作证;但至于吕库古还曾游历利比亚和伊比利亚,并在印度一带漫游与裸体哲学家交谈一事,除了斯巴达人希帕尔库斯之子阿里斯托克拉特斯之外,我们未见有任何人提及。
- 4.1ἔστι δ’ ὧν
由惯用结构 ἔστιν οἵ(意为“有些人/物”)演变而来,关系代词受动词 κατεφρόνησεν(要求属格补足语)支配而采用属格形式 ὧν,意为“其中有些为他所鄙弃”。
- 4.2ὥστε τρόπον τινὰ τῷ Λυκούργῳ προοδοποιεῖν τὴν παίδευσιν αὐτῶν ἐκεῖνον
由 ὥστε 引导的结果从句。不定式 προοδοποιεῖν 的逻辑主语是置于句末的指示代词 ἐκεῖνον(指萨勒斯);宾语为 τὴν παίδευσιν αὐτῶν(对他们的教化),与格 τῷ Λυκούργῳ 为利益与格(“为吕库古”)。主语 ἐκεῖνον 因倒装而被置于末尾。
- 4.3ταῖς Κρητικαῖς διαίταις ... τὰς Ἰωνικὰς πολυτελείας ... παραβαλὼν
动词 παραβάλλω 构成“将某物(宾格)与某物(与格)相比较”的句式。此处宾格 τὰς Ἰωνικὰς πολυτελείας καὶ τρυφάς 与与格 ταῖς Κρητικαῖς διαίταις 相对比,并且在接下来的明喻 ἰατρὸς σώμασιν ὑγιεινοῖς(与格)ὕπουλα καὶ νοσώδη(宾格)中精确保持了这种格的对应。
- 4.4τῆς πρὸς ἡδονὴν καὶ ἀκρασίαν διατριβῆς τὸ πολιτικὸν καὶ παιδευτικὸν οὐκ ἐλάττονος ἄξιον σπουδῆς ἀναμεμιγμένον
分词 ἀναμεμιγμένον(掺杂)修饰作名词化的中性短语 τὸ πολιτικὸν καὶ παιδευτικὸν(政治与教化的要素),属格短语 τῆς ... διατριβῆς(旨在享乐与放任的消遣)作为比较属格依附于比较级 ἐλάττονος(意为“值得不亚于那种消遣的重视”)。
- 4.6οὐδένα πλὴν Ἀριστοκράτη τὸν Ἱππάρχου Σπαρτιάτην εἰρηκότα γινώσκομεν
认知动词 γινώσκομεν(我们知道)后接宾格补足语 οὐδένα 与完成体补充从属分词 εἰρηκότα,构成“动词 + 宾格 + 分词”结构(意为“我们不知道有任何人说过……”)。前面的 ὅτι 从句则是所陈述的具体内容。
