← 普鲁塔克

莱库古传

§3.1-3.5

挫败王嫂阴谋与拥立幼王卡里劳斯

在波吕得克忒斯死后,吕库古承认遗腹子为正统继承人并担任摄政;他以智谋化解了未亡王妃企图堕胎并逼婚的阴谋,将新生男婴卡里劳斯立为新王,但随后为了躲避王母一派的嫉恨与诽谤而决定远游他乡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

ἀποθανόντος δὲ καὶ τούτου μετʼ ὀλίγον χρόνον ἔδει βασιλεύειν, ὡς πάντες ᾤοντο, τὸν Λυκοῦργον· καὶ πρίν γε τὴν γυναῖκα τοῦ ἀδελφοῦ φανερὰν γενέσθαι κύουσαν ἐβασίλευεν. ἐπεὶ δὲ τοῦτο τάχιστα ᾔσθετο, τὴν μὲν βασιλείαν ἀπέφηνε τοῦ παιδὸς οὖσαν, ἄνπερ ἄρρην γένηται, τὴν δὲ ἀρχὴν αὐτὸς ὡς ἐπίτροπος διεῖπε. τοὺς δὲ τῶν ὀρφανῶν βασιλέων ἐπιτρόπους Λακεδαιμόνιοι προδίκους ὠνόμαζον.

没过多久,当此人也去世后,正如众人所预料的那样,理应由吕库古即位为王;事实上,在他兄弟的妻子被发现怀孕之前,他也确实在行使王权。然而,他一察觉到这一点,便宣布王位属于那孩子——只要是个男孩,而他自己则作为监护人执掌国政。拉刻代蒙人将孤儿国王的监护人称为“普罗迪科伊”。

§3.2

ὡς δὲ ἡ γυνὴ προσέπεμπε κρύφα καὶ λόγους ἐποιεῖτο, βουλομένη διαφθεῖραι τὸ βρέφος ἐπὶ τῷ συνοικεῖν ἐκείνῳ βασιλεύοντι τῆς Σπάρτης, τὸ μὲν ἦθος αὐτῆς ἐμίσησε, πρὸς δὲ τὸν λόγον αὐτὸν οὐκ ἀντεῖπεν, ἀλλʼ ἐπαινεῖν καὶ δέχεσθαι προσποιούμενος, οὐκ ἔφη δεῖν ἀμβλίσκουσαν αὐτὴν καὶ φαρμακευομένην διαλυμαίνεσθαι τὸ σῶμα καὶ κινδυνεύειν αὐτῷ γὰρ μελήσειν ὅπως εὐθὺς ἐκποδὼν ἔσται τὸ γεννηθέν.

然而,那个妇人暗中派人前来与他接触,表示只要能与统治斯巴达的他结为连理,她愿意打掉胎儿。吕库古憎恶她的品性,却没有当面拒绝她的提议,反而假装赞成并接受,声称她不必通过堕胎和服药来损害身体并承担危险,因为他自己会负责立刻将新生儿处置妥当。

§3.3

οὕτω δὲ παραγαγὼν ἄχρι τοῦ τόκου τὴν ἄνθρωπον, ὡς ᾔσθετο τίκτουσαν, εἰσέπεμψε παρέδρους ταῖς ὠδῖσιν αὐτῆς καὶ φύλακας, οἷς ἦν προστεταγμένον, ἐὰν μὲν θῆλυ τεχθῇ, παραδοῦναι ταῖς γυναιξίν, ἐὰν δὲ ἄρρεν, κομίσαι πρὸς ἑαυτὸν ὅ τι ἂν τύχῃ πράττων. ἔτυχε δὲ δειπνοῦντος αὐτοῦ μετὰ τῶν ἀρχόντων ἀποκυηθὲν ἄρρεν1 καὶ παρῆσαν οἱ ὑπηρέται τὸ παιδάριον αὐτῷ κομίζοντες.

他以此方式将那妇人哄诱到临盆之时。当得知她分娩在即,他便派人作为看护与守卫前去陪同分娩,并吩咐他们:若是生下女孩,就交给妇女们;若是男孩,则无论他正在做什么,都要抱到他面前。恰逢他在与长官们共进晚餐之时,一个男婴降生了,仆从们把那幼儿抱到了他的面前。

§3.4

ὁ δὲ δεξάμενος, ὡς λέγεται, καὶ πρὸς τοὺς παρόντας εἰπών, βασιλεὺς ὑμῖν γέγονεν, ὦ Σπαρτιᾶται, κατέκλινεν ἐν τῇ βασιλικῇ χώρᾳ καὶ Χαρίλαον ὠνόμασε διὰ τὸ τοὺς πάντας εἶναι περιχαρεῖς, ἀγαμένους αὐτοῦ τὸ φρόνημα καὶ τὴν δικαιοσύνην. ἐβασίλευσε δὲ μῆνας ὀκτὼ τὸ σύμπαν, ἦν δὲ καὶ τἆλλα περίβλεπτος ὑπὸ τῶν πολιτῶν, καὶ πλείονες ἐγένοντο τῶν ὡς ἐπιτρόπῳ βασιλέως καὶ βασιλικὴν ἐξουσίαν ἔχοντι πειθομένων οἱ διʼ ἀρετὴν προσέχοντες αὐτῷ2 καὶ ποιεῖν ἐθέλοντες ἑτοίμως τὸ προσταττόμενον.

据传,他接过孩子,对在场的人说道: “斯巴达人啊,你们的国王诞生了!” 他将孩子安置在王座之上,并起名为卡里劳斯,因为人人都极为欢欣,钦佩他的胸怀与正直。他总共在位八个月;他在其他方面也深受公民景仰,比起那些仅因他是国王监护人且大权在握而顺从他的人,因其品德而归附他、乐意随时遵行其吩咐的人变得更多了。

§3.5

ἦν δέ τι καὶ τὸ φθονοῦν καὶ πρὸς τὴν αὔξησιν ὄντι νέῳ πειρώμενον ἐνίστασθαι, μάλιστα μὲν οἱ συγγενεῖς καὶ οἰκεῖοι τῆς τοῦ βασιλέως μητρὸς ὑβρίσθαι δοκούσης, ὁ δὲ ἀδελφὸς αὐτῆς Λεωνίδας καὶ θρασύτερόν ποτε τῷ Λυκούργῳ λοιδορηθείς, ὑπεῖπεν ὡς εἰδείη σαφῶς μέλλοντα βασιλεύειν αὐτόν, ὑπόνοιαν διδοὺς καὶ προκαταλαμβάνων διαβολῇ τὸν Λυκοῦργον, εἴ τι συμβαίη τῷ βασιλεῖ παθεῖν, ὡς ἐπιβεβουλευκότα.3 τοιοῦτοι δὲ τινες λόγοι καὶ παρὰ τῆς γυναικὸς ἐξεφοίτων ἐφʼ οἷς βαρέως φέρων καὶ δεδοικὼς τὸ ἄδηλον, ἔγνω φυγεῖν ἀποδημίᾳ τὴν ὑπόνοιαν, καὶ πλανηθῆναι μέχρις ἂν ὁ ἀδελφιδοῦς ἐν ἡλικίᾳ γενόμενος τεκνώσῃ διάδοχον τῆς βασιλείας.

然而,也有一派人嫉妒他,企图阻挠他这位年轻人的崛起,尤其是自认受到羞辱的王母的亲眷与近臣;她的兄弟莱奥尼达斯有一次甚至更为傲慢地辱骂吕库古,暗示自己清楚知道他图谋称王,以此散布猜忌,预先用诽谤设下圈套,以便在国王遭遇不测时指控吕库古居心叵测。从那妇人那里也传出了类似的言论。吕库古对此深感忧虑,又畏惧难以预料的未来,遂决定通过出国远行来避开嫌疑,四处漫游,直到他的侄儿成年并生下王位继承人为止。

语法注3 条
  1. 3.3ἔτυχε δὲ δειπνοῦντος αὐτοῦ μετὰ τῶν ἀρχόντων ἀποκυηθὲν ἄρρεν

    分词 ἀποκυηθέν(中性单数主格)作为补充分词与动词 ἔτυχε 连用,构成“恰逢生下了一个男婴”之意。其间插入了属格绝对结构 δειπνοῦντος αὐτοῦ μετὰ τῶν ἀρχόντων(正当他与长官们共餐之时),全句的核心骨架为 ἔτυχε ... ἀποκυηθὲν ἄρρεν。

  2. 3.4πλείονες ἐγένοντο τῶν ὡς ἐπιτρόπῳ βασιλέως καὶ βασιλικὴν ἐξουσίαν ἔχοντι πειθομένων οἱ διʼ ἀρετὴν προσέχοντες αὐτῷ

    具有语序倒装特征的比较句。句子的主语是后置的定冠词与分词短语 οἱ διʼ ἀρετὴν προσέχοντες αὐτῷ(因品德而归附他的人),谓语是 πλείονες ἐγένοντο(变得比……更多),比较的基准由比较属格名词化分词 τῶν ... πειθομένων(比起那些服从……的人)表示。

  3. 3.5προκαταλαμβάνων διαβολῇ τὸν Λυκοῦργον, εἴ τι συμβαίη τῷ βασιλεῖ παθεῖν, ὡς ἐπιβεβουλευκότα

    动词 προκαταλαμβάνων(预先防范/以先入之见陷害)以 τὸν Λυκοῦργον 为宾语,并由 ὡς + 完成时宾格分词 ἐπιβεβουλευκότα(指控其蓄意谋害)作主观认定或名义上的补足。条件从句 εἴ τι συμβαίη τῷ βασιλεῖ παθεῖν 采用愿望语气(无 ἄν 的条件从句,表“万一国王遭遇不测”这一对未来假设的提防),展现出预先布下诽谤圈套的句式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:3.1-3.5