← 普鲁塔克

莱库古传

§30.1-30.6

斯巴达以德治领导希腊与金钱流入后的衰退

作者记述了阿基斯时代因吕珊德带入金钱与奢靡而致使莱库古法度受损,对比了此前斯巴达仅凭德性与正义赢得全希腊心悦诚服的统治,并列举了各城邦将斯巴达视如导师的诸多事例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.1

Ἄγιδος δὲ βασιλεύοντος εἰσερρύη νόμισμα πρῶτον εἰς τὴν Σπάρτην, καὶ μετὰ τοῦ νομίσματος πλεονεξία καὶ πλούτου ζῆλος ἐπέβη διὰ Λύσανδρον, ὃς αὐτὸς ὢν ἀνάλωτος ὑπὸ χρημάτων, ἐνέπλησε τὴν πατρίδα φιλοπλουτίας καὶ τρυφῆς, χρυσὸν καὶ ἄργυρον ἐκ τοῦ πολέμου καταγαγὼν καὶ τοὺς Λυκούργου καταπολιτευσάμενος νόμους.

然而在阿基斯在位期间,铸币首次流入斯巴达,随之而来的则是通过吕珊德而进入的贪欲与对财富的渴求。吕珊德本人虽不为金钱所收买,却因从战事中带回金银并破坏了莱库古的法律,使祖国充满了对财富的贪恋与奢靡。

§30.2

ὧν ἐπικρατούντων πρότερον1 οὐ πόλεως ἡ Σπάρτη πολιτείαν, ἀλλʼ ἀνδρὸς ἀσκητοῦ καὶ σοφοῦ βίον ἔχουσα, μᾶλλον δʼ, ὥσπερ οἱ ποιηταὶ τὸν Ἡρακλέα μυθολογοῦσι δέρμα καὶ ξύλον ἔχοντα τὴν οἰκουμένην ἐπιπορεύεσθαι, κολάζοντα τοὺς παρανόμους καὶ θηριώδεις τυράννους, οὕτως ἡ πόλις ἀπὸ σκυτάλης μιᾶς καὶ τρίβωνος ἄρχουσα τῆς Ἑλλάδος ἑκούσης καὶ βουλομένης, κατέλυε τὰς ἀδίκους δυναστείας καὶ τυραννίδας ἐν τοῖς πολιτεύμασι, καὶ πολέμους ἐβράβευε καὶ στάσεις κατέπαυε, πολλάκις οὐδʼ ἀσπίδα κινήσασα μίαν, ἀλλʼ ἕνα πέμψασα πρεσβευτήν, ᾧ πάντες εὐθὺς ἐποίουν τὸ προστασσόμενον, ὥσπερ αἱ μέλισσαι φανέντος ἡγεμόνος, συντρέχοντες καὶ κατακοσμούμενοι. τοσοῦτον περιῆν εὐνομίας τῇ πόλει καὶ δικαιοσύνης.

在此前这些法律占主导地位时,斯巴达所拥有的与其说是一个城邦的政体,不如说是一个苦行智者的生活。或者说,正如诗人们在神话中描述赫拉克勒斯仅凭兽皮和木棒巡历世间、惩罚无法无天的残暴僭主一样,斯巴达城邦仅凭一根信标木和一件粗斗篷,就在全希腊心悦诚服的意愿下统治希腊,废除各国政体中的不义权阀与僭主统治,调停战事,平息内乱。他们往往连一面盾牌都不曾动用,只派遣一位使节,所有人便立即遵行其号令,恰如蜜蜂在蜂王出现时蜂拥聚集、整齐排列一般。城邦所拥有的良法与正义竟至如此充沛。

§30.3

ὅθεν ἔγωγε θαυμάζω τῶν λεγόντων ὡς ἄρχεσθαι μὲν ᾔδεσαν, ἄρχειν δὲ οὐκ ἠπίσταντο Λακεδαιμόνιοι, καὶ τὸν Θεοπόμπου τοῦ βασιλέως ἐπαινούντων λόγον, ὅς, εἰπόντος τινὸς σώζεσθαι τὴν Σπάρτην διὰ τοὺς βασιλεῖς ἀρχικοὺς γεγονότας, μᾶλλον, εἶπε, διὰ τοὺς πολίτας πειθαρχικοὺς ὄντας· οὐ γὰρ ἀκούειν ὑπομένουσι τῶν προστατεῖν μὴ δυναμένων, ἀλλʼ ἡ πειθαρχία μάθημα μέν ἐστιν τοῦ ἄρχοντος2 ἐμποιεῖ γάρ ὁ καλῶς ἄγων τὸ καλῶς ἕπεσθαι· καὶ καθάπερ ἱππικῆς τέχνης ἀποτέλεσμα πρᾷον ἵππον καὶ πειθήνιον παρασχεῖν, οὕτω βασιλικῆς ἐπιστήμης ἔργον ἀνθρώποις εὐπείθειαν ἐνεργάσασθαι, Λακεδαιμόνιοι δὲ οὐκ εὐπείθειαν, ἀλλʼ ἐπιθυμίαν ἐνειργάζοντο τοῖς ἄλλοις τοῦ ἄρχεσθαι καὶ ὑπακούειν αὐτοῖς.

因此,我甚是诧异于那些声称拉栖代梦人只懂受命、不懂统御的人,以及称赞国王狄奥庞普斯言论的人;当时有人说斯巴达之所以得保全,是因为国王们善于统御,狄奥庞普斯便说: “倒不如说,”他说,“是因为公民们善于服从。”因为人们绝不会忍受听命于那些没有能力统率的人,服从实乃统治者所传授的功课;善于引领者自能促成良好的追随。正如同驭马之术的成果在于提供温顺驯服的良驹,王者之学的任务同样在于向人灌输顺从;而拉栖代梦人向其他城邦所灌输的不仅是顺从,更是甘愿接受其统御与服从其号令的渴望。

§30.5

ᾔτουν γάρ οὐ ναῦς οὐδὲ χρήματα παρʼ αὐτῶν οὐδὲ ὁπλίτας πέμποντες, ἀλλὰ ἕνα Σπαρτιάτην ἡγεμόνα· καὶ λαβόντες ἐχρῶντο μετὰ τιμῆς καὶ δέους, ὥσπερ Γυλίππῳ Σικελιῶται καὶ Βρασίδᾳ Χαλκιδεῖς, Λυσάνδρῳ δὲ καὶ Καλλικρατίδᾳ καὶ Ἀγησιλάῳ πάντες οἱ τὴν Ἀσίαν οἰκοῦντες Ἕλληνες, τοὺς μὲν ἄνδρας ἁρμοστὰς καὶ σωφρονιστὰς τῶν ἑκασταχοῦ δήμων καὶ ἀρχόντων ὀνομάζοντες, πρὸς δὲ σύμπασαν τὴν τῶν Σπαρτιατῶν πόλιν ὥσπερ παιδαγωγὸν ἢ διδάσκαλον εὐσχήμονος βίου καὶ τεταγμένης πολιτείας ἀποβλέποντες.

因为外邦派遣使者向他们所求取的,既非舰船,亦非金钱,亦非重装步兵,而仅仅是一位斯巴达指挥官;一旦迎得此人,便怀着敬重与敬畏以礼相待,正如西西里人对待居利普斯、卡尔基迪克人对待布拉西达斯,以及所有居于亚细亚的希腊人对待吕珊德、卡利克拉提达斯和阿格西劳斯那样。他们将这些统帅称为各地平民与统治者的调解官与教正者,而将斯巴达人的整个城邦视如指导体面生活与严整政制的导师或塾师。

§30.6

εἰς ὃ καὶ Στρατόνικος ἐπισκῶψαι δοκεῖ, μετὰ παιδιᾶς νομοθετῶν καὶ κελεύων Ἀθηναίους ἄγειν μυστήρια καὶ πομπάς, Ἠλείους δὲ ἀγωνοθετεῖν, ὡς κάλλιστα τοῦτο ποιοῦντας, Λακεδαιμονίους δέ, ἂν ἁμαρτάνωσιν οὗτοι, δέρεσθαι.3 καὶ τοῦτο μὲν εἴρηται χάριν τοῦ γελοίου· Ἀντισθένης δὲ ὁ Σωκρατικὸς ἀπὸ τῆς ἐν Λεύκτροις μάχης ὁρῶν τοὺς Θηβαίους μέγα φρονοῦντας, οὐδὲν αὐτοὺς ἔφη διαφέρειν παιδαρίων ἐπὶ τῷ συγκόψαι τὸν παιδαγωγὸν γαυριώντων.

斯特拉托尼库斯似乎也是针对这一点而加以调侃,他在玩笑中立法命令:雅典人应当主持秘仪与仪仗,厄利斯人应当组织赛会(因为他们在这方面最为擅长),而拉栖代梦人则在这些人犯错时接受鞭挞。这固然是出于幽默而戏言;但苏格拉底学派的安提斯泰尼眼见底比斯人在留克特拉之战后趾高气扬,便说他们无异于那些因痛打了自己的导师而沾沾自喜的顽童。

语法注3 条
  1. 30.2ὧν ἐπικρατούντων πρότερον

    关系代词 ὧν 指代前文的“莱库古的法律”(τοὺς Λυκούργου ... νόμους),与现在分词 ἐπικρατούντων 一同构成属格独立结构,表时间或背景。

  2. 30.4μάθημα μέν ἐστιν τοῦ ἄρχοντος

    属格 τοῦ ἄρχοντος 在表语名词 μάθημα 之后表示来源或施事(“服从乃是由统治者所施授的教导/功课”),紧接着的解释分句 ἐμποιεῖ γάρ ὁ καλῶς ἄγων τὸ καλῶς ἕπεσθαι 为此提供了论证依据。

  3. 30.6Λακεδαιμονίους δέ, ἂν ἁμαρτάνωσιν οὗτοι, δέρεσθαι

    由分词 κελεύων 引出的“对格+不定式”结构。δέρεσθαι 为被动态现在时不定式(“被鞭笞”),其逻辑主语为对格 Λακεδαιμονίους。该戏言建立在将斯巴达人比作对学生的过失负责的导师(παιδαγωγός)的基础之上:若其他人(οὗτοι)犯错,斯巴达人理当受罚。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:30.1-30.6