← 普鲁塔克

莱库古传

§29.1-29.6

公民永守法律的誓言与莱库古绝食自尽

为了使国制长存不朽,莱库古迫使公民发誓在其归来前不得更改法律;他在德尔斐求得赞成法律的神谕后绝食自尽,以此使公民的誓言永远生效。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

κατειλημμένων δὲ τοῖς ἐθισμοῖς ἤδη τῶν κυριωτάτων ὑπʼ αὐτοῦ, καὶ τῆς πολιτείας ἐκτεθραμμένης ἱκανῶς καὶ δυναμένης φέρειν ἑαυτὴν καὶ σώζειν διʼ ἑαυτῆς, ὥσπερ ὁ Πλάτων φησὶν ἐπὶ τῷ κόσμῳ γενομένῳ καὶ κινηθέντι τὴν πρώτην κίνησιν εὐφρανθῆναι τὸν θεόν, οὕτως ἀγασθεὶς καὶ ἀγαπήσας τὸ τῆς νομοθεσίας κάλλος καὶ μέγεθος ἐν ἔργῳ γενομένης καὶ ὁδῷ βαδιζούσης, ἐπεθύμησεν, ὡς ἀνυστὸν ἐξ ἀνθρωπίνης προνοίας, ἀθάνατον αὐτὴν ἀπολιπεῖν καὶ ἀκίνητον εἰς τὸ μέλλον.

当最根本的制度已被他确立于风俗之中,且国制已得到充分的培育,能够自立并依靠自身的力量长久维持时,正如同柏拉图所说神在宇宙生成并开启第一运动时感到欢欣一样,莱库古眼见自己的立法付诸实行并步入正轨,为其宏伟与优美而深感钦佩与欣喜,便渴望在人类先见所能及的范围内,使其在未来长存不朽、不可动摇。

§29.2

συναγαγὼν οὖν ἅπαντας εἰς ἐκκλησίαν, τὰ μὲν ἄλλα μετρίως ἔχειν ἔφη καὶ ἱκανῶς πρὸς εὐδαιμονίαν καὶ ἀρετὴν τῆς πόλεως, ὃ δὲ κυριώτατόν ἐστι καὶ μέγιστον οὐκ ἂν ἐξενεγκεῖν πρότερον πρὸς αὐτοὺς ἢ χρήσασθαι τῷ θεῷ.1 δεῖν οὖν ἐκείνους ἐμμένειν τοῖς καθεστῶσι νόμοις καὶ μηδὲν ἀλλάσσειν μηδὲ μετακινεῖν ἕως ἐπάνεισιν ἐκ Δελφῶν αὐτός· ἐπανελθὼν γάρ ὅ τι ἂν τῷ θεῷ δοκῇ ποιήσειν.

于是他把全体民众召集到公民大会上,宣称其他一切事情都已妥善齐备,足以为城邦带来幸福与美德,但最根本、最重大的一条,若非先去求问神明,他绝不能向他们宣布。因此,他们必须恪守现行法律,不得做任何更改或变动,直至他本人从德尔斐返回;因为一旦返回,他将遵行神所认为妥当之事。

§29.3

ὁμολογούντων δὲ πάντων καὶ κελευόντων βαδίζειν, ὅρκους λαβὼν παρὰ τῶν βασιλέων καὶ τῶν γερόντων, ἔπειτα παρὰ τῶν ἄλλων πολιτῶν, ἐμμενεῖν καὶ χρήσεσθαι τῇ καθεστώσῃ πολιτείᾳ μέχρις ἂν ἐπανέλθῃ ὁ Λυκοῦργος, ἀπῆρεν εἰς Δελφούς. παραγενόμενος δὲ πρὸς τὸ μαντεῖον καὶ τῷ θεῷ θύσας, ἠρώτησεν εἰ καλῶς οἱ νόμοι καὶ ἱκανῶς πρὸς εὐδαιμονίαν καὶ ἀρετὴν πόλεως κείμενοι τυγχάνουσιν.

众人都表示赞同并催促他启程,莱库古遂从国王和长老们那里,继而从其他公民那里取得了誓言,承诺恪守并沿用现行的国制,直至莱库古归来;随后他便动身前往德尔斐。 抵达神谕所并向神献祭后,他求问城邦的法律是否制定得当,并足以促进城邦的幸福与美德。

§29.4

ἀποκριναμένου δὲ τοῦ θεοῦ καὶ τοὺς νόμους καλῶς κεῖσθαι καὶ τὴν πόλιν ἐνδοξοτάτην διαμενεῖν τῇ Λυκούργου χρωμένην πολιτείᾳ, τὸ μάντευμα γραψάμενος εἰς Σπάρτην ἀπέστειλεν. αὐτὸς δὲ τῷ θεῷ πάλιν θύσας καὶ τοὺς φίλους ἀσπασάμενος καὶ τὸν υἱόν, ἔγνω μηκέτι τοῖς πολίταις ἀφεῖναι τὸν ὅρκον, αὐτοῦ δὲ καταλῦσαι τὸν βίον ἑκουσίως, ἡλικίας γεγονὼς ἐν ᾗ καὶ βιοῦν ἔτι καὶ πεπαῦσθαι βουλομένοις ὡραῖόν ἐστι,2 καὶ τῶν περὶ αὐτὸν ἱκανῶς πρὸς εὐδαιμονίαν ἔχειν δοκούντων.

神明回应称,这些法律制定得极好,只要城邦继续实行莱库古的国制,就将长保至高荣耀。莱库古将神谕记录下来,寄回了斯巴达。他自己则再次向神献祭,并与友人及儿子辞别,决意不再解除公民们的誓约,而是在当地自愿结束生命;因为他所处的年龄,对于有意者而言无论继续生活还是结束此生都恰逢其时,而且他身边的际遇也已被认为足以享有幸福。

§29.5

ἐτελεύτησεν οὖν ἀποκαρτερήσας, ἡγούμενος χρῆναι τῶν πολιτικῶν ἀνδρῶν μηδὲ τὸν θάνατον ἀπολίτευτον εἶναι μηδὲ ἀργὸν τὸ τοῦ βίου τέλος, ἀλλʼ ἐν ἀρετῆς μερίδι καὶ πράξεως γενόμενον. αὑτῷ τε γὰρ ἐξειργασμένῳ τὰ κάλλιστα τὴν τελευτὴν ὡς ἀληθῶς ἐπιτελείωσιν εἶναι τῆς εὐδαιμονίας, καὶ τοῖς πολίταις ὧν διὰ τοῦ βίου παρεσκεύασε καλῶν καὶ ἀγαθῶν φύλακα τὸν θάνατον ἀπολείψειν,3 ὀμωμοκόσι χρῆσθαι τῇ πολιτείᾳ μέχρις ἂν ἐκεῖνος ἐπανέλθῃ.

于是他绝食而亡,因为他认为,对于政治家而言,连死亡也不应是脱离城邦事业的,生命的终点也不应是无所事事的,而应当归于美德与实践之列。因为对于成就了最辉煌伟业的他而言,死亡确实是幸福的圆满;而对于公民们而言,他将自己的死亡留作了他终生所创设的一切善美之事的守护者,因为他们已经起誓沿用这套国制,直至他归来。

§29.6

καὶ οὐ διεψεύσθη τῶν λογισμῶν τοσοῦτον ἐπρώτευσεν ἡ πόλις τῆς Ἑλλάδος εὐνομίᾳ, καὶ δόξῃ, χρόνον ἐτῶν πεντακοσίων τοῖς Λυκούργου χρησαμένη νόμοις, οὓς δεκατεσσάρων βασιλέων μετʼ ἐκεῖνον εἰς Ἆγιν τὸν Ἀρχιδάμου γενομένων οὐδεὶς ἐκίνησεν. ἡ γάρ τῶν ἐφόρων κατάστασις οὐκ ἄνεσις ἦν, ἀλλʼ ἐπίτασις τῆς πολιτείας, καὶ δοκοῦσα πρὸς τοῦ δήμου γεγονέναι σφοδροτέραν ἐποίησε τὴν ἀριστοκρατίαν.

而他的谋划并未落空:斯巴达凭借使用莱库古的法律,在五百年的时间里因良好的法治与声望而如此位居希腊之首;在此期间,自他之后直至阿基斯(阿基达穆斯之子)在位的十四位国王中,没有一人改动过这些法律。因为监察官的设立并非国制的松懈,反而是国制的强化,虽然看似是为了平民而设立,实则使贵族政体变得更为强固。

语法注3 条
  1. 29.2οὐκ ἂν ἐξενεγκεῖν πρότερον πρὸς αὐτοὺς ἢ χρήσασθαι τῷ θεῷ

    间接引语中“ἄν + 不定式(ἐξενεγκεῖν)”的结构,对应于直接引语中的潜能希求语气(οὐκ ἂν ἐξενέγκοιμι),意为“在求问神明之前,绝不能向他们宣布”。πρότερον ... ἤ 构成相关连词,意为“在……之前”。

  2. 29.4ἡλικίας γεγονὼς ἐν ᾗ καὶ βιοῦν ἔτι καὶ πεπαῦσθαι βουλομένοις ὡραῖόν ἐστι

    属格 ἡλικίας 受分词 γεγονώς 支配,表示性质或阶段(“达到了……的年龄”)。关系从句中的 βουλομένοις 为与格,作无人称表语 ὡραῖόν ἐστι(“对……而言正合时宜”)的关涉与格。βιοῦν(现在不定式,“继续活着”)与 πεπαῦσθαι(完成不定式,“已经止息/离世”)由 καί ... καί 并列。

  3. 29.5ὧν διὰ τοῦ βίου παρεσκεύασε καλῶν καὶ ἀγαθῶν φύλακα τὸν θάνατον ἀπολείψειν

    将来时不定式 ἀπολείψειν 与上文的 εἶναι 并列,受分词 ἡγούμενος 支配。ὧν ... καλῶν καὶ ἀγαθῶν 包含先行词内缩并发生格吸引(本应为 τούτων τῶν καλῶν ... ἅ),在此作为宾格性属格依附于名词 φύλακα(“作为……的守护者”),全句意为“把自己的死亡留作他一生所开创之善美事物的守护者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:29.1-29.6