← 普鲁塔克

莱库古传

§31.1-31.5

莱库古立法的宗旨与逝世传说

普鲁塔克总结指出莱库古立法的核心在于培育德性与自足而非对外扩张,将其付诸实践的伟业与哲学家的学说相对比,并记述了有关其逝世与安葬的诸般传说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

οὐ μὴν τοῦτό γε τῷ Λυκούργῳ κεφάλαιον ἦν τότε, πλείστων ἡγουμένην ἀπολιπεῖν τὴν πόλιν1 ἀλλʼ ὥσπερ ἑνὸς ἀνδρὸς βίῳ καὶ πόλεως ὅλης νομίζων εὐδαιμονίαν ἀπʼ ἀρετῆς ἐγγίνεσθαι καὶ ὁμονοίας τῆς πρὸς αὑτήν, πρὸς τοῦτο συνέταξε καὶ συνήρμοσεν, ὅπως ἐλευθέριοι καὶ αὐτάρκεις γενόμενοι καὶ σωφρονοῦντες ἐπὶ πλεῖστον χρόνον διατελῶσι.

诚然,使城邦成为统治最多属民的霸主,在当时决非莱库古的首要目的;相反,他认为正如单个人的生活一样,整个城邦的幸福亦源自德性与内部的和睦,因此他将一切整饬谐调以指向这一目的:使公民成为自由自重、自给自足且秉持节制之人,并能将此状态维持得最为长久。

§31.2

ταύτην καὶ Πλάτων ἔλαβε τῆς πολιτείας ὑπόθεσιν καὶ Διογένης καὶ Ζήνων καὶ πάντες ὅσοι τι περὶ τούτων ἐπιχειρήσαντες εἰπεῖν ἐπαινοῦνται, γράμματα καὶ λόγους ἀπολιπόντες μόνον, ὁ δὲ οὐ γράμματα καὶ λόγους, ἀλλʼ ἔργῳ πολιτείαν ἀμίμητον εἰς φῶς προενεγκάμενος, καὶ τοῖς ἀνύπαρκτον εἶναι τὴν λεγομένην περὶ τὸν σοφὸν διάθεσιν ὑπολαμβάνουσιν ἐπιδείξας ὅλην τὴν πόλιν φιλοσοφοῦσαν,2 εἰκότως ὑπερῆρε τῇ δόξῃ τοὺς πώποτε πολιτευσαμένους ἐν τοῖς Ἕλλησι.

柏拉图将此作为其政体的根本出发点,第欧根尼、芝诺以及所有尝试就此类问题著述并享有盛名的人亦是如此,但他们留下的仅是文字与论述而已;莱库古则不然,他并非借助文字与论述,而是以实际行动使一种不可摹仿的政体昭显于世,向那些以为所谓智者境界绝无可能存在的人,展示了一个城邦通体践行哲学的生动现实,因而在名望上理所当然地超越了希腊有史以来的所有治国者。

§31.3

διʼ ὅπερ καὶ Ἀριστοτέλης ἐλάττονας σχεῖν φησι τιμὰς ἢ προσῆκον ἦν αὐτὸν ἔχειν ἐν Λακεδαίμονι, καίπερ ἔχοντα τὰς μεγίστας. ἱερόν τε γάρ ἐστιν αὐτοῦ, καὶ θύουσι καθʼ ἕκαστον ἐνιαυτὸν ὡς θεῷ. λέγεται δὲ καὶ τῶν λειψάνων αὐτοῦ κομισθέντων οἴκαδε κεραυνὸν εἰς τὸν τάφον κατασκῆψαι· τοῦτο δὲ οὐ ῥᾳδίως ἑτέρῳ τινὶ τῶν ἐπιφανῶν πλὴν Εὐριπίδῃ συμπεσεῖν ὕστερον, τελευτήσαντι καὶ ταφέντι τῆς Μακεδονίας περὶ Ἀρέθουσαν. ὥστε ἀπολόγημα καὶ μαρτύριον μέγα εἶναι τοῖς ἀγαπῶσι τὸν Εὐριπίδην τὸ μόνῳ συμπεσεῖν αὐτῷ μετὰ τελευτὴν ἃ τῷ θεοφιλεστάτῳ καὶ ὁσιωτάτῳ πρότερον συνέπεσε.

正因如此,亚里士多德也说,莱库古在拉栖代梦所获得的荣誉低于他本应享有的规格,尽管他已拥有了最高的崇奉。事实上,城邦为他建有神庙,且每年视其如神明一般向他献祭。相传当他的遗骸被运回家乡时,闪电曾击中其墓穴;而在后世的显赫人物中,除在马其顿阿雷图萨附近去世并安葬的欧里庇得斯之外,其他任何人难得有这般际遇。因此,对于崇尚欧里庇得斯的人而言,这成了一个极大的辩护与明证:即在其死后,唯独降临于他的,正是此前降临于那最得神眷、最敬虔之人身上的神迹。

§31.4

τελευτῆσαι δὲ τὸν Λυκοῦργον οἱ μὲν ἐν Κίρρᾳ λέγουσιν, Ἀπολλόθεμις δὲ εἰς Ἦλιν κομισθέντα, Τίμαιος δὲ καὶ Ἀριστόξενος ἐν Κρήτῃ καταβιώσαντα καὶ τάφον Ἀριστόξενος αὐτοῦ δείκνυσθαὶ φησιν ὑπὸ Κρητῶν τῆς Περγαμίας περὶ τὴν ξενικὴν ὁδόν. υἱὸν δὲ λέγεται μονογενῆ καταλιπεῖν Ἀντίωρον οὗ τελευτήσαντος ἀτέκνου τὸ γένος ἐξέλιπεν.

关于莱库古的死,有人说他亡于基拉;阿波罗忒弥斯则称他被送至厄利斯后去世;提麦奥斯和阿里斯托克塞努斯则说他终老于克里特。阿里斯托克塞努斯还说,克里特人在佩尔加米亚地区外客大道旁指认了他的墓地。据说他留下了一个独生子安提奥洛斯,因其死后无嗣,莱库古的家族便告断绝。

§31.5

οἱ δ’ ἑταῖροι καὶ οἰκεῖοι διαδοχήν τινα καὶ σύνοδον ἐπὶ πολλοὺς χρόνους διαμείνασαν κατέστησαν, καὶ τὰς ἡμέρας ἐν αἷς συνήρχοντο Λυκουργίδας προσηγόρευσαν. Ἀριστοκράτης δὲ ὁ Ἱππάρχου φησὶ τοὺς ξένους τοῦ Λυκούργου τελευτήσαντος ἐν Κρήτῃ καῦσαι τὸ σῶμα καὶ διασπεῖραι τὴν τέφραν εἰς τὴν θάλατταν, αὐτοῦ δεηθέντος καὶ φυλαξαμένου μή ποτε ἄρα τῶν λειψάνων εἰς Λακεδαίμονα κομισθέντων, ὡς ἐπανήκοντος αὐτοῦ καὶ τῶν ὅρκων λελυμένων, μεταβάλωσι τὴν πολιτείαν.3 ταῦτα μὲν οὖν περὶ τοῦ Λυκούργου.

但他的同人与亲友建立了一种延续多时的世系团体与聚会,并将他们集会的日子命名为“莱库古之日”。希帕尔库斯之子阿里斯托克拉特斯则记述说,莱库古在克里特去世后,他的东道主们焚化了他的尸体并将骨灰撒入大海;这是由于他本人的请求与防备,以免一旦遗骸被运回拉栖代梦,人们便会以他已归来且誓言已解为由,去变更那套政体。以上便是关于莱库古的生平事迹。

语法注3 条
  1. 31.1οὐ μὴν τοῦτό γε τῷ Λυκούργῳ κεφάλαιον ἦν τότε, πλείστων ἡγουμένην ἀπολιπεῖν τὴν πόλιν

    前置的指示代词 τοῦτο 先行指代后接的不定词短语 πλείστων ἡγουμένην ἀπολιπεῖν τὴν πόλιν(“使城邦成为统治最多属民的霸主而留存”)。不定词 ἀπολιπεῖν 作为 τοῦτο 的同位语,分词 ἡγουμένην 作谓语性宾格修饰 τὴν πόλιν,并支配属格 πλείστων。

  2. 31.2καὶ τοῖς ἀνύπαρκτον εἶναι τὴν λεγομένην περὶ τὸν σοφὸν διάθεσιν ὑπολαμβάνουσιν ἐπιδείξας ὅλην τὴν πόλιν φιλοσοφοῦσαν

    与格分词短语 τοῖς ... ὑπολαμβάνουσιν(“对那些认为……的人”)依附于分词 ἐπιδείξας(“展示”),其内部包含一个间接引语的“宾格加不定词”结构(ἀνύπαρκτον εἶναι τὴν λεγομένην ... διάθεσιν,“所谓境界是不存在的”)。而 ἐπιδείξας 自身则支配补充性分词结构 ὅλην τὴν πόλιν φιλοσοφοῦσαν(“整个城邦践行哲学”)作为其直接宾语,构成嵌套复杂的句式。

  3. 31.5μή ποτε ἄρα τῶν λειψάνων εἰς Λακεδαίμονα κομισθέντων, ὡς ἐπανήκοντος αὐτοῦ καὶ τῶν ὅρκων λελυμένων, μεταβάλωσι τὴν πολιτείαν

    由 φυλαξαμένου(“防备”)引出的戒备从句(μή ποτε ... μεταβάλωσι)。在虚拟语气动词 μεταβάλωσι(“唯恐他们变更……”)之前,嵌入了两组独立属格结构:表时间/条件的 τῶν λειψάνων ... κομισθέντων,以及带有 ὡς 表主观借口或理由的 ἐπανήκοντος αὐτοῦ καὶ τῶν ὅρκων λελυμένων(“以他已归来且誓言已解为由”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:31.1-31.5