← 普鲁塔克

莱库古传

§2.1-2.3

索奥斯的机谋与欧吕蓬时期的内乱

本段记叙了吕库古的先祖索奥斯如何凭机智保全领土,欧吕蓬如何放宽王权,以及由此引发的长期混乱中吕库古之父不幸横死的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

τῶν δὲ προγόνων αὐτοῦ μάλιστα μὲν ἐθαυμάσθη Σόος, ἐφʼ οὗ καὶ τοὺς εἵλωτας ἐποιήσαντο δούλους οἱ Σπαρτιᾶται καὶ χώραν προσεκτήσαντο πολλὴν Ἀρκάδων ἀποτεμόμενοι. λέγεται δὲ τὸν Σόον ἐν χωρίῳ χαλεπῷ καὶ ἀνύδρῳ πολιορκούμενον ὑπὸ Κλειτορίων, ὁμολογῆσαι τὴν δορίκτητον γῆν αὐτοῖς ἀφήσειν, εἰ πίοι1 καὶ αὐτὸς καὶ οἱ μετʼ αὐτοῦ πάντες ἀπὸ τῆς πλησίον πηγῆς, γενομένων δὲ τῶν ὁρκίων συναγαγόντα τοὺς μεθʼ ἑαυτοῦ διδόναι τῷ μὴ πιόντι τὴν βασιλείαν· οὐδενὸς δὲ καρτερήσαντος, ἀλλὰ πάντων πιόντων, αὐτὸν ἐπὶ πᾶσι καταβάντα καὶ περιρρανάμενον ἔτι τῶν πολεμίων παρόντων ἀπελθεῖν καὶ τὴν χώραν κατασχεῖν, ὡς μὴ πάντων πιόντων.2 ἀλλὰ καίπερ ἐπὶ τούτοις θαυμάζοντες αὐτὸν οὐκ ἀπὸ τούτου τὴν οἰκίαν, ἀλλὰ τοῦ παιδὸς αὐτοῦ προσηγόρευσαν Εὐρυπωντίδας, ὅτι δοκεῖ πρῶτος Εὐρυπῶν τὸ ἄγαν μοναρχικὸν ἀνεῖναι τῆς βασιλείας, δημαγωγῶν καὶ χαριζόμενος τοῖς πολλοῖς.

在他的先祖中,索奥斯最受钦佩;斯巴达人正是在他的时代将黑劳士贬为奴隶,并通过从阿卡迪亚人手中割取土地而获得了大片领土。据说索奥斯在被克雷托尔人围困于一处险峻而缺水之地时,达成协议称,如果他本人以及随行的所有人全都从附近的泉水中饮水,他就将以矛夺得的土地还给他们;在起誓之后,他召集身边的众人,提出将王位让给不喝水的人;但没有任何人忍受得住,所有人都喝了水,他自己最后走下去,在敌人还在场时仅仅把水洒在身上就离开了,并以并非所有人都喝了水为由占有着这片土地。 然而,他们虽然因此钦佩他,却没有以他的名字,而是以他儿子的名字将这一王族称为欧吕蓬提代,因为欧吕蓬似乎是第一个通过逢迎民众并讨好众人,从而放宽王权的过分专制之人。

§2.3

ἐκ δὲ τῆς τοιαύτης ἀνέσεως τοῦ μὲν δήμου θρασυνομένου, τῶν δ’ ὕστερον βασιλέων τὰ μὲν ἀπεχθανομένων τῷ βιάζεσθαι τοὺς πολλούς, τὰ δὲ3 πρὸς χάριν ἢ διʼ ἀσθένειαν ὑποφερομένων, ἀνομία καὶ ἀταξία κατέσχε τὴν Σπάρτην ἐπὶ πολὺν χρόνον ὑφʼ ἧς καὶ τὸν πατέρα τοῦ Λυκούργου βασιλεύοντα συνέβη τελευτῆσαι. διερύκων γάρ ἁψιμαχίαν τινά, μαγειρικῇ κοπίδι πληγεὶς ἀπέθανε, τῷ πρεσβυτέρῳ παιδὶ Πολυδέκτῃ καταλιπὼν τὴν βασιλείαν.

由于这种放宽,平民变得胆大妄为,而后来的国王们一方面因强行威压众人而招致怨恨,另一方面又为了讨好或出于软弱而顺从退让,致使无法与动乱长期笼罩着斯巴达,甚至连吕库古的父亲在位时也因此丧生。因为他在劝解一场斗殴时,被一把屠刀砍中身亡,将王位留给了长子波吕得克忒斯。

语法注3 条
  1. 2.1εἰ πίοι

    从属于间接引语(ὁμολογῆσαι τὴν δορίκτητον γῆν αὐτοῖς ἀφήσειν)的条件从句中的祈愿语气(间接引语祈愿语气)。直接引语中带虚拟语气的条件句(如 ἐὰν πίωμεν)在过去历史叙述的间接引语中转为了祈愿语气。

  2. 2.2ὡς μὴ πάντων πιόντων

    ὡς 与属格独立结构连用,表示主语(索奥斯)自身所主张的主观理由或借口:“以并非所有人都喝了水为由/借口”。因其表主观理由而非客观事实,否定词使用了 μή 而非 οὐ。

  3. 2.3τὰ μὲν ... τὰ δὲ

    作副词性宾格,意为“一方面……另一方面……”或“有时……有时……”。它在属格独立结构(τῶν δ’ ὕστερον βασιλέων...)中并置了分词 ἀπεχθανομένων 与 ὑποφερομένων,用以刻画后继诸王摇摆不定的施政态度。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:2.1-2.3