← 普鲁塔克

莱库古传

§28.1-28.6

秘密伏击制度与对希洛人的残酷虐待

作者详细记述了青年夜间暗杀希洛人的秘密伏击制度及其所受的残酷虐待,并论证这些并非莱库古所立,而是后世大地震与叛乱之后才产生的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

ἐν μὲν οὖν τούτοις οὐδέν ἐστιν ἀδικίας ἴχνος οὐδὲ πλεονεξίας, ἣν ἐγκαλοῦσιν ἔνιοι τοῖς Λυκούργου νόμοις, ὡς ἱκανῶς ἔχουσι πρὸς ἀνδρείαν, ἐνδεῶς δὲ πρὸς δικαιοσύνην. ἡ δὲ καλουμένη κρυπτεία παρʼ αὐτοῖς, εἴ γε δὴ τοῦτο τῶν Λυκούργου πολιτευμάτων ἕν ἐστιν, ὡς Ἀριστοτέλης ἱστόρηκε, ταύτην ἂν εἴη καὶ τῷ Πλάτωνι περὶ τῆς πολιτείας καὶ τοῦ ἀνδρὸς ἐνειργασμένη δόξαν.1 ἦν δὲ τοιαύτη·

因此,在这些规制中,绝无不公之迹,亦无贪暴之嫌——有些人正是以此来指责莱库古的法律,称其于勇敢绰绰有余,于正义却大有不足。然而,在他们中间所谓的秘密伏击制度,如果真如亚里士多德所载属于莱库古的建制之一,则很可能正是它使柏拉图对该国制及莱库古其人产生了如上的评价。

§28.2

τῶν νέων οἱ ἄρχοντες διὰ χρόνου τοὺς μάλιστά νοῦν ἔχειν δοκοῦντας εἰς τὴν χώραν ἄλλως ἐξέπεμπον, ἔχοντας ἐγχειρίδια καὶ τροφὴν ἀναγκαίαν, ἄλλο δὲ οὐδέν· οἱ δὲ μεθʼ ἡμέραν μὲν εἰς ἀσυνδήλους διασπειρόμενοι τόπους, ἀπέκρυπτον ἑαυτοὺς καὶ ἀνεπαύοντο, νύκτωρ δὲ κατιόντες εἰς τὰς ὁδοὺς τῶν εἱλώτων τὸν ἁλισκόμενον ἀπέσφαττον.

这一制度是这样的: 长官们不时派遣被认为最有头脑的年轻男子分散到乡村各地,他们只携带匕首与必需的口粮,别无他物。白昼他们分散隐藏在不易察觉的地方休息,夜间则下到道路上,捕杀他们遇到的希洛人。

§28.3

πολλάκις δὲ καὶ τοῖς ἀγροῖς ἐπιπορευόμενοι τοὺς ῥωμαλεωτάτους καὶ κρατίστους αὐτῶν ἀνῄρουν. ὥσπερ καὶ Θουκυδίδης ἐν τοῖς Πελοποννησιακοῖς ἱστορεῖ τοὺς ἐπʼ ἀνδρείᾳ προκριθέντας ὑπὸ τῶν Σπαρτιατῶν στεφανώσασθαι μὲν ὡς ἐλευθέρους γεγονότας καὶ περιελθεῖν τὰ τῶν θεῶν ἱερά, μικρὸν δὲ ὕστερον ἅπαντας ἀφανεῖς γενέσθαι, πλείονας ἢ δισχιλίους ὄντας, ὡς μήτε παραχρῆμα μήτε ὕστερον ἔχειν τινὰ λέγειν ὅτῳ τρόπῳ διεφθάρησαν.

他们还屡屡进入田野,诛杀其中最为壮健、优秀者。正如修昔底德在《伯罗奔尼撒战争史》中所记述的那样:那些被斯巴达人因英勇而遴选出来的希洛人,戴上花冠以示获得自由,并绕行巡礼诸神的圣所,但不久之后,这两千多人便全部失踪,以至于当时和事后都没有人能够说出他们究竟是以何种方式被处决的。

§28.4

Ἀριστοτέλης δὲ μάλιστά φησι καὶ τοὺς ἐφόρους, ὅταν εἰς τὴν ἀρχὴν καταστῶσι πρῶτον, τοῖς εἵλωσι καταγγέλλειν πόλεμον, ὅπως εὐαγὲς ᾖ τὸ ἀνελεῖν. καὶ τἆλλα δὲ τραχέως προσεφέροντο καὶ σκληρῶς αὐτοῖς, ὥστε καὶ πίνειν ἀναγκάζοντες πολὺν ἄκρατον εἰς τὰ συσσίτια παρεισῆγον, ἐπιδεικνύμενοι τὸ μεθύειν οἷόν ἐστι τοῖς νέοις. καὶ ᾠδὰς ἐκέλευον ᾄδειν καὶ χορείας χορεύειν ἀγεννεῖς καὶ καταγελάστους, ἀπέχεσθαι δὲ τῶν ἐλευθέρων.

亚里士多德更指出,监察官每当甫一履职,便向希洛人宣战,以便杀害他们能够合乎宗教仪轨而不染罪愆。 在其他方面,斯巴达人对待他们也极其粗暴严酷,以至于强迫他们饮下大量纯酒,带入公餐集会,以此向年轻人们展示醉酒之态。他们还命令希洛人唱卑俗可笑的歌、跳下贱可鄙的舞,而禁止他们涉足属于自由人的歌舞。

§28.5

διὸ καί φασιν ὕστερον ἐν τῇ Θηβαίων εἰς τὴν Λακωνικὴν στρατείᾳ τοὺς ἁλισκομένους εἵλωτας κελευομένους ᾄδειν τὰ Τερπάνδρου καὶ Ἀλκμᾶνος καὶ Σπένδοντος τοῦ Λάκωνος παραιτεῖσθαι, φάσκοντας οὐκ ἐθέλειν τοὺς δεσποσύνους.2 ὥστε τοὺς λέγοντας, ἐν Λακεδαίμονι καὶ τὸν ἐλεύθερον μάλιστά ἐλεύθερον εἶναι καὶ τὸν δοῦλον μάλιστά δοῦλον, οὐ φαύλως τεθεωρηκέναι τὴν διαφοράν.

因此相传在后来底比斯进军拉科尼亚时,被俘的希洛人被命令演唱泰尔潘德、阿尔克曼以及拉康人斯彭顿的作品时,都纷纷推辞,声称主人不允许。由此可见,那些认为在拉栖代梦自由人最为自由、奴隶最为彻底是奴隶的人,确实极深刻地洞察了这二者的差异。

§28.6

τὰς μὲν οὖν τοιαύτας χαλεπότητας ὕστερον ἐγγενέσθαι τοῖς Σπαρτιάταις νομίζω, μάλιστά μετὰ τὸν μέγαν σεισμόν, ᾧ συνεπιθέσθαι τοὺς εἵλωτας μετὰ Μεσσηνίων ἱστοροῦσι,3 καὶ πλεῖστα κακὰ τὴν χώραν ἐργάσασθαι καὶ μέγιστον τῇ πόλει περιστῆσαι κίνδυνον. οὐ γὰρ ἂν ἔγωγε προσθείην Λυκούργῳ μιαρὸν οὕτω τῆς κρυπτείας ἔργον ἀπὸ τῆς ἄλλης αὐτοῦ πρᾳότητος καὶ δικαιοσύνης τεκμαιρόμενος τὸν τρόπον, ᾧ καὶ τὸ δαιμόνιον ἐπεμαρτύρησε.

因而我认为,诸如此类的残酷手段是在后来才在斯巴达人中产生的,尤其是发生在大地震之后;据记载,希洛人趁着大地震与美塞尼亚人联合叛袭,给乡土造成了极大的破坏,使城邦陷入了极大的险境。因为从莱库古其他的温和与正义来推断他那连神意亦为之作证的品格,我决不会把秘密伏击制度这种令人发指的恶行归咎于他。

语法注3 条
  1. 28.1ταύτην ἂν εἴη καὶ τῷ Πλάτωνι περὶ τῆς πολιτείας καὶ τοῦ ἀνδρὸς ἐνειργασμένη δόξαν

    短语 ἂν εἴη ἐνειργασμένη 由希求法 εἴη、完成时分词 ἐνειργασμένη 与 ἄν 构成迂言完成时希求法,表达对过去事情的推测(“大概正是它植入了……”)。前面的 ἡ καλουμένη κρυπτεία 作句子主语;ταύτην ... δόξαν(宾格阴性单数,指代前文提到的批评看法)作分词的直接宾语,τῷ Πλάτωνι 为与格,表示动作所及的对象。

  2. 28.5φάσκοντας οὐκ ἐθέλειν τοὺς δεσποσύνους

    这是由分词 φάσκοντας(宾格现在时分词,与不定式 παραιτεῖσθαι 的逻辑主语 τοὺς ἁλισκομένους εἵλωτας 一致)引导的间接引语。不定式 ἐθέλειν 的逻辑主语是所有形容词 δεσπόσυνος(属于主人的)的名词化阳性宾格复数 τοὺς δεσποσύνους,意为“他们的主人们”(“声称主人们并不愿意”)。

  3. 28.6ᾧ συνεπιθέσθαι τοὺς εἵλωτας μετὰ Μεσσηνίων ἱστοροῦσι

    关系代词 ᾧ(先行词为 τὸν μέγαν σεισμόν)是由复合动词 συνεπιτίθεμαι(结合前缀 ἐπί,意为“乘……之机共同发动袭击”)所支配的与格,表示希洛人正是利用了大地震的契机与美塞尼亚人一同发难。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:28.1-28.6