- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:27.1-27.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕库古规范了简朴的丧葬与简短的服丧制度以消除对死亡的迷信恐惧,并禁止出国漫游、驱逐外邦人,以防异域习俗与言论败坏城邦风气。
καὶ μὴν καὶ τὰ περὶ τὰς ταφὰς ἄριστα διεκόσμησεν αὐτοῖς. πρῶτον μὲν γάρ ἀνελὼν δεισιδαιμονίαν ἅπασαν ἐν τῇ πόλει θάπτειν τοὺς νεκρούς, καὶ πλησίον ἔχειν τὰ μνήματα τῶν ἱερῶν οὐκ ἐκώλυσε,1 συντρόφους ποιῶν ταῖς τοιαύταις ὄψεσι καὶ συνήθεις τοὺς νέους, ὥστε μὴ ταράττεσθαι μηδʼ ὀρρωδεῖν τὸν θάνατον ὡς μιαίνοντα τοὺς ἁψαμένους νεκροῦ σώματος ἢ διὰ τάφων διελθόντας. ἔπειτα συνθάπτειν οὐδὲν εἴασεν, ἀλλὰ ἐν φοινικίδι καὶ φύλλοις ἐλαίας θέντες τὸ σῶμα περιέστελλον.
况且,他也将有关丧葬的事务为他们作了极其优良的规制。首先,他彻底消除了迷信之惧,并不阻止在城内埋葬死者以及在圣所附近设立坟墓,使年轻人对这些景象自幼习以为常,从而不致惊慌失措,也不把死亡畏惧为会玷污触碰尸体或走过坟墓之人。其次,他不允许随葬任何器物,而是〔人们〕将尸体置于红袍和橄榄叶中裹好。
ἐπιγράψαι δὲ τοὔνομα θάψαντας οὐκ ἐξῆν τοῦ νεκροῦ, πλὴν ἀνδρὸς ἐν πολέμῳ καὶ γυναικὸς τῶν ἱερῶν ἀποθανόντων,2 χρόνον δὲ πένθους ὀλίγον προσώρισεν, ἡμέρας ἕνδεκα· τῇ δὲ δωδεκάτῃ θύσαντας ἔδει Δήμητρι λύειν τὸ πάθος. οὐδὲν γάρ ἦν ἀργὸν οὐδὲ ἀφειμένον, ἀλλὰ πᾶσι κατεμίγνυε τοῖς ἀναγκαίοις ἀρετῆς τινα ζῆλον ἢ κακίας διαβολὴν καὶ κατεπύκνου παραδειγμάτων πλήθει τὴν πόλιν, οἷς ἀναγκαῖον ἦν ἐντυγχάνοντας ἀεὶ καὶ συντρεφομένους ἄγεσθαι καὶ κατασχηματίζεσθαι ἰόντας πρὸς τὸ καλόν.3
埋葬死者之后,亦不准刻写其名字,唯有阵亡的男子与身居圣职而亡的女子除外。他又限定了简短的服丧期,仅为十一天;第十二天,人们便须向得墨忒耳献祭,以解除哀恸。因为城中绝无荒疏或听之任之之事,他在一切必需的活动中都融入了某种对美德的向往或对邪恶的谴责,并使城邦遍布范例,人们在不断接触并与之共同成长的过程中,必然受到引导并塑造成形,趋向美好。
ὅθεν οὐδʼ ἀποδημεῖν ἔδωκε τοῖς βουλομένοις καὶ πλανᾶσθαι, ξενικὰ συνάγοντας ἤθη καὶ μιμήματα βίων ἀπαιδεύτων καὶ πολιτευμάτων διαφόρων, ἀλλὰ καὶ τοὺς ἀθροιζομένους ἐπʼ οὐδενὶ χρησίμῳ καὶ παρεισρέοντας εἰς τὴν πόλιν ἀπήλαυνεν, οὐχ, ὡς Θουκυδίδης φησί, δεδιὼς μὴ τῆς πολιτείας μιμηταὶ γένωνται καὶ πρὸς ἀρετήν τι χρήσιμον ἐκμάθωσιν, ἀλλὰ μᾶλλον ὅπως μὴ διδάσκαλοι κακοῦ τινος ὑπάρξωσιν.
因此,他甚至不准愿意的人出境漫游、搜集外邦习俗以及未经教化的生活与各异制度的摹仿;他也驱逐那些无益集聚并潜入城邦的人,这并不是像修昔底德所说的那样,害怕他们成为该国制的摹仿者并学到对美德有益的知识,而更是为了防止他们成为某种邪恶的教师。
ἅμα γάρ ξένοις σώμασιν ἀνάγκη λόγους ἐπεισιέναι ξένους· λόγοι δὲ καινοὶ κρίσεις καινὰς ἐπιφέρουσιν. ἐξ ὧν ἀνάγκη πάθη πολλὰ φύεσθαι καὶ προαιρέσεις ἀπᾳδούσας πρὸς τὴν καθεστῶσαν πολιτείαν, ὥσπερ ἁρμονίαν. διὸ μᾶλλον ᾤετο χρῆναι φυλάττειν τὴν πόλιν ὅπως ἠθῶν οὐκ ἀναπλησθήσεται πονηρῶν ἢ σωμάτων νοσερῶν ἔξωθεν ἐπεισιόντων.4
因为随着异邦身躯的潜入,外来言论必然随之而至;新言论带来新判断,由此必然产生许多激情以及与现行国制(如同一首乐曲的和谐)不调和的志向选择。因此,比起〔防范城邦〕充满从外部进入的患病身躯,他认为防范城邦充满恶劣风俗要更为紧要。
- 27.1ἀνελὼν δεισιδαιμονίαν ἅπασαν ἐν τῇ πόλει θάπτειν τοὺς νεκρούς, καὶ πλησίον ἔχειν τὰ μνήματα τῶν ἱερῶν οὐκ ἐκώλυσε
主要动词 οὐκ ἐκώλυσε 支配两个不定式 θάπτειν(埋葬)和 ἔχειν(拥有/设立)。不定过去时分词 ἀνελὼν δεισιδαιμονίαν ἅπασαν 作方式或伴随状语,意为“消除了所有的迷信恐惧”。
- 27.2πλὴν ἀνδρὸς ἐν πολέμῳ καὶ γυναικὸς τῶν ἱερῶν ἀποθανόντων
由介词性副词 πλήν(除……之外)引导的属格短语。分词 ἀποθανόντων 同时修饰 ἀνδρός 与 γυναικός。短语 γυναικὸς τῶν ἱερῶν 为抄本原文读法,指“担任圣职的妇女”(虽有校勘者改作 λεχοῦς[产褥期],此处依原文文本)。
- 27.2οἷς ἀναγκαῖον ἦν ἐντυγχάνοντας ἀεὶ καὶ συντρεφομένους ἄγεσθαι καὶ κατασχηματίζεσθαι ἰόντας πρὸς τὸ καλόν
关系代词 οἷς 指先行词 παραδειγμάτων πλήθει(众多范例),并由分词 ἐντυγχάνοντας 支配其与格。宾格分词 ἐντυγχάνοντας、συντρεφομένους 和 ἰόντας 构成了在无人称句 ἀναγκαῖον ἦν 之后被动态不定式 ἄγεσθαι 与 κατασχηματίζεσθαι 的逻辑主语(泛指公民)。
- 27.4μᾶλλον ᾤετο χρῆναι φυλάττειν τὴν πόλιν ὅπως ἠθῶν οὐκ ἀναπλησθήσεται πονηρῶν ἢ σωμάτων νοσερῶν ἔξωθεν ἐπεισιόντων
比较句式 μᾶλλον ... ἤ(比起……更……)。动词 ἀναπλησθήσεται 支配表示充满内容的属格 ἠθῶν πονηρῶν(恶俗);在 ἤ 之后,σωμάτων νοσερῶν ἔξωθεν ἐπεισιόντων 为受 ἀναπλησθήσεται 支配的并列属格短语(分词 ἐπεισιόντων 修饰 σωμάτων νοσερῶν),构成比较的第二项。
