← 普鲁塔克

莱库古传

§26.1-26.4

长老会议员的选举程序与当选者的荣誉

本节阐述了斯巴达长老会议员补选的资格规定与呼声选举程序,并记叙了当选者所获得的荣誉巡礼以及将优胜配额赠予受其尊崇的女亲属的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

τοὺς δὲ γέροντας αὐτὸς μέν, ὡς εἴρηται, κατέστησε τὸ πρῶτον ἐκ τῶν μετασχόντων τοῦ βουλεύματος· ὕστερον δὲ ἀντὶ τοῦ τελευτῶντος ἔταξε καθιστάναι τὸν ἄριστον ἀρετῇ κριθέντα τῶν ὑπὲρ ἑξήκοντα ἔτη γεγονότων, καὶ μέγιστος ἐδόκει τῶν ἐν ἀνθρώποις ἀγώνων οὗτος εἶναι καὶ περιμαχητότατος· οὐ γὰρ ἐν ταχέσι τάχιστον οὐδʼ ἐν ἰσχυροῖς ἰσχυρότατον, ἀλλʼ ἐν ἀγαθοῖς καὶ σώφροσιν ἄριστον καὶ σωφρονέστατον ἔδει κριθέντα νικητήριον ἔχειν τῆς ἀρετῆς διὰ βίου τὸ σύμπαν, ὡς εἰπεῖν, κράτος ἐν τῇ πολιτείᾳ, κύριον ὄντα καὶ θανάτου καὶ ἀτιμίας καὶ ὅλως τῶν μεγίστων,1 ἐγίνετο δὲ ἡ κρίσις τόνδε τὸν τρόπον.

关于长老,正如已经述及的那样,他本人起初是从参与其计议的人当中任命的;但后来他规定,无论何人去世,都要从年满六十岁的人当中推举被判定在德行上最优秀的人予以补任。这场竞选在世间所有的竞争中,被认为是最为重大且争夺最为激烈的;因为应当将城邦中几乎可以说是全部最高权力作为德行的胜利奖赏而终身持有、主管死刑、剥夺公民权以及总括一切至关重大事务的人,并不是快跑者中最快的,也不是孔武者中最强的,而是在善良与克制者中被判定为最优秀、最克制的人。这一裁决乃按以下方式进行。

§26.2

ἐκκλησίας ἀθροισθείσης ἄνδρες αἱρετοὶ καθείργνυντο πλησίον εἰς οἴκημα, τὴν μὲν ὄψιν οὐχ ὁρῶντες οὐδὲ ὁρώμενοι,2 τὴν δὲ κραυγὴν μόνον ἀκούοντες ἐκκλησιαζόντων. βοῇ γάρ ὡς τἆλλα καὶ τοὺς ἁμιλλωμένους ἔκρινον, οὐχ ὁμοῦ πάντων, ἀλλʼ ἑκάστου κατὰ κλῆρον εἰσαγομένου καὶ σιωπῇ διαπορευομένου τὴν ἐκκλησίαν.

当公民大会集结时,选出的人被关进附近的一所屋内,他们既看不见外面的景象,也不被外面看见,只能听到集会者的呼喊声。因为正如在其他事务中一样,他们也是通过呼喊声来裁决竞争者的,但并非所有人一同受检,而是根据抽签顺序将每人依次带入,并让其静默地穿过公民大会。

§26.3

ἔχοντες οὖν οἱ κατάκλειστοι γραμματεῖα, καθʼ ἕκαστον ἐπεσημαίνοντο τῆς κραυγῆς τὸ μέγεθος, οὐκ εἰδότες ὅτῳ γένοιτο, πλὴν ὅτι πρῶτος ἢ δεύτερος ἢ τρίτος ἢ ὁποστοσοῦν εἴη τῶν εἰσαγομένων. ὅτῳ δὲ πλείστη γένοιτο καὶ μεγίστη, τοῦτον ἀνηγόρευον. ὁ δὲ στεφανωσάμενος περιῄει τοὺς θεούς· εἵποντο δὲ πολλοὶ νέοι ζηλοῦντες τὸν ἄνδρα καὶ μεγαλύνοντες, πολλαί τε γυναῖκες ἐγκωμιάζουσαι διʼ ᾠδῆς τὴν ἀρετὴν καὶ τὸν βίον εὐδαιμονίζουσαι.

于是,被关在屋里的人拿着书写板,记下针对每一个人呼喊声的大小,他们并不知道这呼喊属于何人,只知道那是带入者当中的第一位、第二位、第三位或无论第几位。呼声最多且最响亮者,他们便宣告其当选。当选者戴上花冠巡拜诸神神庙;许多年轻人追随其后,赞赏并推崇此人,亦有许多妇女以歌声颂扬其德行,称赞其一生幸福美满。

§26.4

τῶν δὲ ἐπιτηδείων ἕκαστος αὐτῷ δεῖπνον παρατιθεὶς ἔλεγεν ὅτι ἡ πόλις ταύτῃ τιμᾷ τῇ τραπέζῃ. περιελθὼν δὲ εἰς τὸ συσσίτιον ἀπῄει· καὶ τὰ μὲν ἄλλα ἐγίνετο συνήθως, δευτέρας δὲ μερίδος αὐτῷ παρατεθείσης ἐφύλαττεν ἀράμενος· καὶ μετὰ τὸ δεῖπνον ἐπὶ ταῖς θύραις τοῦ φιδιτίου τῶν οἰκείων παρουσῶν γυναικῶν, ἣν μάλιστα τυγχάνοι τιμῶν3 προσεκαλεῖτο, καὶ διδοὺς τὴν μοῖραν ἔλεγεν ὅτι ταύτην αὐτὸς λαβὼν ἀριστεῖον ἐκείνῃ δίδωσιν, ὥστε κἀκείνην ζηλουμένην ὑπὸ τῶν ἄλλων προπέμπεσθαι γυναικῶν.

亲友中的每个人都为他摆设宴席,并说城邦正以这席酒肉向他致敬。巡礼结束后,他前往共餐处;其余事务皆按常例进行,但当第二个份额端给他时,他拿起并保留了下来。饭后,当其家族的女眷聚集在共餐厅门前时,他便唤来自己最尊崇的那位女性,将那份食物递给她,并说这是自己作为拔萃奖赏领受后转赠给她的;因此她也在其他妇女的艳羡中被护送回家。

语法注3 条
  1. 26.1οὐ γὰρ ἐν ταχέσι τάχιστον οὐδʼ ἐν ἰσχυροῖς ἰσχυρότατον, ἀλλʼ ἐν ἀγαθοῖς καὶ σώφροσιν ἄριστον καὶ σωφρονέστατον ἔδει κριθέντα νικητήριον ἔχειν τῆς ἀρετῆς διὰ βίου τὸ σύμπαν, ὡς εἰπεῖν, κράτος ἐν τῇ πολιτείᾳ, κύριον ὄντα καὶ θανάτου καὶ ἀτιμίας καὶ ὅλως τῶν μεγίστων

    无人称动词 ἔδει 支配“宾格加不定式”结构。不定式 ἔχειν 的逻辑主语由宾格分词 κριθέντα 充当(承接上文的 τὸν ... κριθέντα),句末的分词短语 κύριον ὄντα 亦与之在格(宾格)上保持一致。νικητήριον 作同位语或述语性宾格(意为“作为胜利的奖赏”),而 ἔχειν 的直接宾语则是紧随其后的 τὸ σύμπαν ... κράτος。

  2. 26.2τὴν μὲν ὄψιν οὐχ ὁρῶντες οὐδὲ ὁρώμενοι

    τὴν ὄψιν 兼顾了两个分词:对于主动分词 ὁρῶντες 而言,它是直接宾语(“未得见外面的景象/身影”);而对于被动分词 ὁρώμενοι 而言,它则是表示维度的限定宾格/关系宾格(“就面貌而言亦不被看见”)。这种略带兼摄(zeugma)的构造凝练地表达了“既看不见人,亦不为人所见”的隔绝状态。

  3. 26.4ἣν μάλιστα τυγχάνοι τιμῶν

    在关系代词 ἣν 引导的从句中,动词 τυγχάνω 的希求法形式 τυγχάνοι 与补充性分词 τιμῶν 构成接续。此处的希求法是依附于主句未完成过去时 προσεκαλεῖτο 的过去反复/泛指从句希求法(iterative optative),表示“在那时恰好是他最为尊崇的女性”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:26.1-26.4