- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:25.1-25.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
述及未满三十岁者不得进入市场、年长者在聚谈处的清谈,以及来库古使公民完全献身城邦的教育,并通过斯巴达人的几则机敏逸事加以印证。
οἱ μέν γε νεώτεροι τριάκοντα ἐτῶν τὸ παράπαν οὐ κατέβαινον εἰς ἀγοράν, ἀλλὰ διὰ τῶν συγγενῶν καὶ τῶν ἐραστῶν ἐποιοῦντο τὰς ἀναγκαίας οἰκονομίας. τοῖς δὲ πρεσβυτέροις αἰσχρὸν ἦν συνεχῶς ὁρᾶσθαι περὶ ταῦτα διατρίβουσιν, ἀλλὰ μὴ τὸ πλεῖστον τῆς ἡμέρας περὶ τὰ γυμνάσια καὶ τὰς καλουμένας λέσχας ἀναστρέφεσθαι.1 καὶ γάρ εἰς ταύτας συνιόντες ἐπιεικῶς ἐσχόλαζον μετʼ ἀλλήλων, οὐδενὸς μεμνημένοι τῶν πρὸς χρηματισμὸν ἢ χρείαν ἀγοραῖον συντελούντων· ἀλλὰ τὸ πλεῖστον ἦν τῆς τοιαύτης διατριβῆς ἔργον ἐπαινεῖν τι τῶν καλῶν, ἢ τῶν αἰσχρῶν ψέγειν, μετὰ παιδιᾶς καὶ γέλωτος, ἐλαφρῶς ὑποφέροντος εἰς νουθεσίαν καὶ διόρθωσιν. οὐδὲ γὰρ αὐτὸς ἦν ἀκράτως αὐστηρὸς ὁ Λυκοῦργος· ἀλλὰ καὶ τὸ τοῦ Γέλωτος ἀγαλμάτιον ἐκεῖνον ἱδρύσασθαι Σωσίβιος ἱστορεῖ, τὴν παιδιὰν ὥσπερ ἥδυσμα τοῦ πόνου καὶ τῆς διαίτης ἐμβαλόντα κατὰ καιρὸν εἰς τὰ συμπόσια καὶ τὰς τοιαύτας διατριβάς.
未满三十岁的人完全不下市场,而是通过亲属和倾慕者来打理必要的家计。对于年长者而言,终日被人看见忙碌于这些琐事,而不把一天中的大部分时间花在体操场和所谓的聚谈处,乃是可耻之事。因为他们聚集在这些场所,彼此安详地度过闲暇,绝口不提任何有助于赚钱营生或市场买卖的事物;这种日常交往的主要活动,乃是在伴随着玩笑与欢笑之中称赞高尚之行或针砭可耻之举,而这欢笑便轻松地导向告诫与归正。因为来库古本人并非一味严苛,据索西比乌斯记载,他甚至设立了一尊微型笑神像,适时地在宴饮和此类聚会中引入玩笑,作为艰苦劳作和清规戒律的调味品。
τὸ δὲ ὅλον εἴθιζε τοὺς πολίτας μὴ βούλεσθαι μηδὲ ἐπίστασθαι κατʼ ἰδίαν ζῆν, ἀλλʼ ὥσπερ τὰς μελίττας τῷ κοινῷ συμφυεῖς ὄντας ἀεὶ καὶ μετʼ ἀλλήλων εἱλουμένους περὶ τὸν ἄρχοντα, μικροῦ δεῖν2 ἐξεστῶτας ἑαυτῶν ὑπʼ ἐνθουσιασμοῦ καὶ φιλοτιμίας, ὅλους εἶναι τῆς πατρίδος· ὡς ἔστι καὶ φωναῖς τισιν αὐτῶν ἀποθεωρῆσαι τὴν διάνοιαν.
总之,他使公民们习惯于既不愿也不会过私人生活,而是像蜜蜂一样始终与公共利益融为一体,彼此紧密簇拥在领袖周围,因狂热与进取心而几乎忘我,完全属于祖国。从他们的一些话语中亦可观察出这种心意。
ὁ μέν γὰρ Παιδάρητος οὐκ ἐγκριθεὶς εἰς τοὺς τριακοσίους ἀπῄει μάλα φαιδρός, ὥσπερ χαίρων ὅτι βελτίονας αὐτοῦ τριακοσίους ἡ πόλις ἔχει· Πολυκρατίδας δὲ ὁ πρεσβεύων πρὸς τοὺς βασιλέως στρατηγοὺς μεθʼ ἑτέρων, ἐρομένων αὐτῶν πότερον ἰδίᾳ πάρεισιν ἢ δημοσίᾳ πεμφθέντες, εἶπεν, αἴκα τύχω μέν, δημοσίᾳ, Αἴκα ἀποτύχωμεν, ἰδίᾳ.3
佩达雷托斯在未入选“三百人守卫”时,极为欢悦地离去,仿佛在欣喜城邦拥有三百位比自己更优秀的人。波吕克拉提达斯与其他几人一同作为使节前往〔波斯〕王的诸将那里,当被对方问及他们是以私人身份前来还是受公家差遣时,他说道: “若得所愿,便是公差;若不得所愿,便是私行。”
ἡ δὲ Βρασίδου μήτηρ Ἀργιλεωνίς, ὡς ἀφικόμενοί τινες εἰς Λακεδαίμονα τῶν ἐξ Ἀμφιπόλεως εἰσῆλθον πρὸς αὐτήν, ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἀπέθανε καὶ τᾶς Σπάρτας ἀξίως· μεγαλυνόντων δὲ ἐκείνων τὸν ἄνδρα καὶ λεγόντων ὡς οὐκ ἔχει τοιοῦτον ἄλλον ἡ Σπάρτη· μὴ λέγετε, εἶπεν, ὦ ξένοι· καλὸς μέν γάρ ἦν καὶ ἀγαθὸς ὁ Βρασίδας, πολλοὺς δὲ ἄνδρας Λακεδαίμων ἔχει τήνου κάρρονας.4
布拉西达斯的母亲阿尔吉莱奥尼斯,当一些来自安菲波利斯的人抵达拉刻代蒙并前来探望她时,她询问布拉西达斯是否死得体面且无愧于斯巴达。当那些人极力称颂他,并说斯巴达再无第二个像他这样的人时,她说: “异乡人,切莫这么说;布拉西达斯固然既高尚又优秀,但拉刻代蒙拥有许多胜过他的人。”
- 25.1τοῖς δὲ πρεσβυτέροις αἰσχρὸν ἦν συνεχῶς ὁρᾶσθαι περὶ ταῦτα διατρίβουσιν, ἀλλὰ μὴ τὸ πλεῖστον τῆς ἡμέρας περὶ τὰ γυμνάσια καὶ τὰς καλουμένας λέσχας ἀναστρέφεσθαι.
谓语 αἰσχρὸν ἦν 下接两个对比成分:前半句是被动不定式短语 ὁρᾶσθαι διατρίβουσιν(被看见忙于……),后半句是 ἀλλὰ μὴ ... ἀναστρέφεσθαι(不……度过)。否定词 μή 修饰不定式 ἀναστρέφεσθαι,整体意为“终日忙于琐事,且不把大半时间花在体操场等处,乃是可耻之事”。
- 25.3μικροῦ δεῖν
包含绝对不定式的固定习语,意为“几乎”、“差一点”,在此作副词修饰分词 ἐξεστῶτας(忘我、发狂)。
- 25.4αἴκα τύχω μέν, δημοσίᾳ, Αἴκα ἀποτύχωμεν, ἰδίᾳ.
多利斯方言的条件从句,αἴκα 相当于雅典方言的 ἐάν(αἰ = εἰ,κα = ἄν),后接虚拟式。前半句的第一人称单数 τύχω(若我成功)与后半句的第一人称复数 ἀποτύχωμεν(若我们失败)形成人称转换,生动地展现了说话者的机智。
- 25.5τήνου κάρρονας
多利斯方言形式:τήνου 相当于雅典方言的 ἐκείνου(比他),作比较属格修饰比较级 κάρρονας;κάρρονας 则相当于雅典方言的宾格复数比较级 κρείσσονας(更优秀的)。
