← 普鲁塔克

莱库古传

§24.1-24.4

成年公民的教养规约与禁止谋利营生

在来库古体制下,对公民的教化与约束延续至成年;公民被禁止从事手艺与牟利营生,享有充裕闲暇以投身公共事务与教导青年,诉讼亦随货币一同绝迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

ἡ δὲ παιδεία μέχρι τῶν ἐνηλίκων διέτεινεν. οὐδεὶς γὰρ ἦν ἀφειμένος ὡς ἐβούλετο ζῆν, ἀλλʼ οἷον ἐν στρατοπέδῳ τῇ πόλει καὶ δίαιταν ἔχοντες ὡρισμένην καὶ διατριβὴν περὶ τὰ κοινά, καὶ ὅλως νομίζοντες οὐχ αὑτῶν, ἀλλὰ τῆς πατρίδος εἶναι διετέλουν,1 εἰ μή τι πράττειν ἕτερον εἴη προστεταγμένον, ἐπισκοποῦντες τοὺς παῖδας, καὶ διδάσκοντές τι τῶν χρησίμων ἢ μανθάνοντες αὐτοὶ παρὰ τῶν πρεσβυτέρων.

教育一直延续至成年时期。因为没有人被允许随心所欲地生活,而是在城邦中过着犹如在营垒里的生活,有着固定的起居规矩并从事公共事务,并且普遍认为自己不属于自己而属于祖国;除非另有指派的任务,他们总是在照料少年,传授一些有益的事务,或是亲自向长辈学习。

§24.2

καὶ γὰρ ἕν τι τοῦτο τῶν καλῶν ἦν καὶ μακαρίων ἃ παρεσκεύασε τοῖς ἑαυτοῦ πολίταις ὁ Λυκοῦργος, ἀφθονία σχολῆς, οἷς τέχνης μὲν ἅψασθαι βαναύσου τὸ παράπαν οὐκ ἐφεῖτο, χρηματισμοῦ δὲ συναγωγὴν ἔχοντος ἐργώδη καὶ πραγματείαν οὐδʼ ὁτιοῦν ἔδει,2 διὰ τὸ κομιδῇ τὸν πλοῦτον ἄζηλον γεγονέναι καὶ ἄτιμον.

实际上,这也正是来库古为其公民所筹划的美好而有福的事情之一,即充裕的闲暇。对于他们而言,不仅完全不被允许涉足卑下的手艺,而且绝不需要从事那种包含辛苦积攒与营谋的赚钱活动,因为财富已被彻底变得既不令人艳羡亦无尊荣可言。

§24.3

οἱ δὲ εἵλωτες αὐτοῖς εἰργάζοντο τὴν γῆν, ἀποφορὰν τὴν εἰρημένην τελοῦντες, ἐπιδημῶν δέ τις Ἀθήνησι δικαστηρίων ὄντων, καὶ πυθόμενός τινα δίκην ἀργίας ὠφληκότα βαδίζειν ἀθυμοῦντα καὶ προπεμπόμενον ὑπὸ τῶν φίλων συναχθομένων καὶ βαρέως φερόντων, ἐδεῖτο δεῖξαι τοὺς συμπαρόντας αὐτῷ3 τίς ἐστιν ὁ τὴν ἐλευθερίας ἑαλωκὼς δίκην.4 οὕτω δουλοπρεπὲς ἡγοῦντο τὴν περὶ τὰς τέχνας καὶ τὸν χρηματισμὸν ἀσχολίαν.

黑劳士们替他们耕种土地,缴纳规定的份额。有一人在雅典法院开庭时寄居该地,听闻某人被判犯有游手好闲罪,正神情沮丧地走着,并由一群同感伤痛、愤愤不平的朋友陪送护行,他便请求同伴指给他看,那位被判犯有自由罪的人究竟是谁。他们就是这样将对手工技艺和赚钱营生的忙碌视为奴隶般的事。

§24.4

δίκαι δέ, ὡς εἰκός, ἐξέλιπον ἅμα τῷ νομίσματι, μήτε πλεονεξίας μήτε ἀπορίας αὐτοῖς παρούσης, ἰσότητος δὲ ἐν εὐπορίᾳ καὶ ῥᾳστώνης διʼ εὐτέλειαν γεγενημένης. χοροὶ δὲ καὶ θαλίαι καὶ εὐωχίαι καὶ διατριβαὶ περί τε θήρας καὶ γυμνάσια καὶ λέσχας τὸν ἅπαντα χρόνον ἐπεχωρίαζον, ὅτε μὴ στρατευόμενοι τύχοιεν.

诉讼亦如预料的那样伴随货币一同绝迹,因为他们中间既无贪婪亦无匮乏,而是存在着充裕之中的平等以及因简朴而带来的安闲。每当没有出征之时,歌舞、节庆、宴飨,以及围绕狩猎、体操和聚会所谈话的日常活动,便始终盛行。

语法注4 条
  1. 24.1ἀλλʼ οἷον ἐν στρατοπέδῳ τῇ πόλει καὶ δίαιταν ἔχοντες ὡρισμένην καὶ διατριβὴν περὶ τὰ κοινά, καὶ ὅλως νομίζοντες οὐχ αὑτῶν, ἀλλὰ τῆς πατρίδος εἶναι διετέλουν

    此处出现意合构词(constructio ad sensum):尽管前句主语为单数 οὐδείς,分词(ἔχοντες、νομίζοντες)及主动词 διετέλουν 却依其实际含义指代斯巴达全体公民而变为复数。同时,διετέλουν 与句末的分词群(ἐπισκοποῦντες、διδάσκοντες、μανθάνοντες)构成补充性分词句式,意为“持续从事……”。

  2. 24.2χρηματισμοῦ δὲ συναγωγὴν ἔχοντος ἐργώδη καὶ πραγματείαν οὐδʼ ὁτιοῦν ἔδει

    非人称动词 ἔδει 支配表示所需之物的属格(χρηματισμοῦ... ἔχοντος),中性否定代词 οὐδʼ ὁτιοῦν 则作副词性(或内宾)对格表示程度,全句意为“完全不需要……”。

  3. 24.3ἐδεῖτο δεῖξαι τοὺς συμπαρόντας αὐτῷ

    动词 δέομαι 通常要求请求的对象用属格,此处却采用了带对格的不定式结构,以 τοὺς συμπαρόντας 作为不定式 δεῖξαι 的逻辑主语(“请求陪伴他的人指出……”)。

  4. 24.3ὁ τὴν ἐλευθερίας ἑαλωκὼς δίκην

    这是对此前 δίκην ἀργίας ὠφληκότα(被判犯有游手好闲罪)一语的讽刺性化用:从斯巴达人的角度来看,过着不事劳作的自由人生活反倒成了被定罪的罪由(ἐλευθερίας 为指控属格)。ἑαλωκώς 为 ἁλίσκομαι 的完成时分词,兼领表示诉讼的对格(δίκην)与表示罪由的属格(ἐλευθερίας)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:24.1-24.4