- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:21.1-21.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述斯巴达在诗歌与音乐方面的教育,通过老中青三代歌队的应答合唱加以说明,并阐释了战场上勇武与音乐的结合及向缪斯献祭的深意。
ἡ δὲ περὶ τὰς ᾠδὰς καὶ τὰ μέλη παίδευσις οὐχ ἧττον ἐσπουδάζετο τῆς ἐν τοῖς λόγοις εὐζηλίας καὶ καθαριότητος, ἀλλὰ καὶ τὰ μέλη κέντρον εἶχεν ἐγερτικὸν θυμοῦ καὶ παραστατικὸν ὁρμῆς ἐνθουσιώδους καὶ πραγματικῆς, καὶ ἡ λέξις ἦν ἀφελὴς καὶ ἄθρυπτος ἐπὶ πράγμασι σεμνοῖς καὶ ἠθοποιοῖς. ἔπαινοι γάρ ἦσαν ὡς τὰ πολλὰ τῶν τεθνηκότων ὑπὲρ τῆς Σπάρτης εὐδαιμονιζομένων, καὶ ψόγοι τῶν τρεσάντων,1 ὡς ἀλγεινὸν καὶ κακοδαίμονα βιούντων βίον, ἐπαγγελία τε καὶ μεγαλαυχία πρὸς ἀρετὴν πρέπουσα ταῖς ἡλικίαις·
他们在诗歌与乐曲方面的训练,其受重视的程度绝不下于在言辞上追求高尚与纯正;不仅如此,他们的歌曲中还包含着能激发气魄、唤起热烈而务实行动力的激励力量,其文风质朴而不雕琢,致力于庄重且陶冶品性的题材。因为这些诗作多半是对为斯巴达战死因而被视作至福之人的赞颂,以及对战阵中畏缩逃跑者痛斥其过着痛苦屈辱之生活的斥责,同时也是适宜于各自年龄段的、对美德的誓言与夸耀。
ὧν ἕνεκα δείγματος οὐ χεῖρόν ἐστιν ἕν τι προενέγκασθαι. τριῶν γάρ χορῶν κατὰ τὰς τρεῖς ἡλικίας συνισταμένων ἐν ταῖς ἑορταῖς, ὁ μὲν τῶν γερόντων ἀρχόμενος ᾖδεν "ἄμμες πόκʼ ἦμες ἄλκιμοι νεανίαι." ὁ δὲ τῶν ἀκμαζόντων ἀμειβόμενος ἔλεγεν "ἄμμες δὲ γʼ εἰμὲν αἰ δὲ λῇς, αὐγάσδεο.2" ὁ δὲ τρίτος ὁ τῶν παίδων "ἄμμες δὲ γʼ ἐσσόμεσθα πολλῷ κάρρονες."
为了举出一个范例,不妨在此列引一则。在节庆时,依照三个年龄组组织起三个歌队,老人们的歌队率先唱道: “我们昔日曾是勇敢的青年。” 正值盛年的壮士歌队则回应道: “而我们此刻正是如此;若你愿意,且看个明白。” 第三支少年歌队则唱道: “而我们将来还会更加卓越。”
ὅλως δὲ ἄν τις ἐπιστήσας τοῖς Λακωνικοῖς ποιήμασιν, ὧν ἔτι καθʼ ἡμᾶς ἔνια διεσώζετο, καὶ τοὺς ἐμβατηρίους ῥυθμοὺς ἀναλαβών, οἷς ἐχρῶντο πρὸς τὸν αὐλὸν ἐπάγοντες τοῖς πολεμίοις, οὐ κακῶς ἡγήσαιτο καὶ τὸν Τέρπανδρον καὶ τὸν Πίνδαρον τὴν ἀνδρείαν τῇ μουσικῇ συνάπτειν. ὁ μὲν γὰρ οὕτως πεποίηκε περὶ τῶν Λακεδαιμονίων "ἔνθʼ αἰχμά τε νέων θάλλει καὶ μοῦσα λίγεια καὶ δίκα εὐρυάγυια"
大体而言,若是有人留心考察斯巴达的诗歌——其中若干篇章直到我们这个时代仍有留存——并回想他们在伴随着笛声向敌人挺进时所用的行军行进节奏,便会认为特尔潘德罗斯与品达罗斯将勇敢与音乐联结在一起绝非不当。前者对拉栖代梦人作诗云: “此处青年的枪矛与清朗的缪斯一同昌盛, 宽衢的大道正义亦然。”
Πίνδαρος δέ φησιν "ἔνθα βουλαὶ γερόντων καὶ νέων ἀνδρῶν ἀριστεύοντι αἰχμαὶ καὶ χοροὶ καὶ Μοῦσα καὶ ἀγλαΐα." Μουσικωτάτους γὰρ ἅμα καὶ πολεμικωτάτους ἀποφαίνουσιν αὐτούς· "ῥέπει γὰρ ἄντα τῶ σιδάρω τὸ καλῶς κιθαρίσδεν," ὡς ὁ Λακωνικὸς ποιητὴς εἴρηκε. καὶ γὰρ ἐν ταῖς μάχαις προεθύετο ταῖς Μούσαις ὁ βασιλεύς, ἀναμιμνήσκων, ὡς ἔοικε, τῆς παιδείας καὶ τῶν κρίσεων, ἵνα ὦσι πρόχειροι παρὰ τὰ δεινὰ καὶ λόγου τινὸς ἀξίας παρέχωσι τὰς πράξεις τῶν μαχομένων.3
而品达罗斯则说: “此处长者的谋略、 青年的枪矛卓拔群伦, 歌队、缪斯与光荣同在。” 因为他们表明斯巴达人既极富音乐修养,又极其英勇善战;正如那位斯巴达诗人所言: “盖娴熟拨弄琴弦,分量堪与铁刃相称。” 事实上,在临战之际,国王便会预先向缪斯女神献祭,这似乎是要唤起人们对所受教养及判断准则的记忆,以便它们在危难时刻随手可用,并使战士们的功绩值得受人称颂。
- 21.1τῶν τρεσάντων
动词 τρέω(战栗、逃跑)的主动语态不定过去时分词阳性复数属格,在此名词化为“在战场上畏缩逃跑者”。在斯巴达社会中,这是指称临阵脱逃、丧失公民权者的特定专有名词。
- 21.2αἰ δὲ λῇς, αὐγάσδεο
多利斯方言表述。αἰ 相当于雅典方言的 εἰ;λῇς 是 λῶ(想要、希望)的第二人称单数;αὐγάσδεο 是 αὐγάζομαι(审视、观察)的多利斯方言现在时命令式,展示了多利斯方言用 -σδ- 对应雅典方言 -ζ- 的音变特点。
- 21.4ἵνα ὦσι πρόχειροι παρὰ τὰ δεινὰ καὶ λόγου τινὸς ἀξίας παρέχωσι τὰς πράξεις τῶν μαχομένων
关于目的从句中动词 ὦσι 与 παρέχωσι 的主语判定。语法上存在两种可能:其一是以紧邻的“缪斯女神”(ταῖς Μούσαις)为主语,意为“以便缪斯女神在危难中亲临护佑,并使战士的功绩留名青史”;其二是以“教养与判断准则”(τῆς παιδείας καὶ τῶν κρίσεων)为主语,意为“以便这些准则在危难中随时涌现于心,使他们的行为卓著值得称道”。前者更贴合向缪斯献祭的宗教语境,后者则侧重强调公民教育的内化成果。
