← 普鲁塔克

莱库古传

§20.1-20.6

斯巴达人的机智警句与深思风尚

本节引述了斯巴达人诸多言简意赅且机智辛辣的警句,展示了他们厌恶冗长并习惯在言谈乃至玩笑中蕴含深思的风尚,从而得出斯巴达精神的实质与其说是热爱体操不如说是热爱哲学的论断。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

τῆς δὲ πρὸς τὰ μήκη τῶν λόγων διαβολῆς δείγματα τοιαῦτα τῶν ἀποφθεγμάτων ἐστί. Λεωνίδας ὁ βασιλεὺς ἀκαίρως τινὸς περὶ πραγμάτων οὐκ ἀχρήστων διαλεχθέντος, ὦ ξένε, εἶπεν, οὐκ ἐν δέοντι χρέῃ τῷ δέοντι.1 Χαρίλαος δὲ ὁ ἀδελφιδοῦς τοῦ Λυκούργου περὶ τῆς ὀλιγότητος αὑτοῦ τῶν νόμων ἐρωτηθείς, εἶπεν ὡς οἱ λόγοις μὴ χρώμενοι πολλοῖς οὐδὲ νόμων δέονται πολλῶν.

表现他们对冗长言论厌恶的警句范例有如下述。国王列奥尼达在某人不合时宜地大谈绝非无益的事情时,说道: “异邦人啊,你在不适宜的时机谈论着适宜的事情。” 而吕库古的侄子卡里劳斯在被问及他自己的法律为何如此稀少时,回答说,不使用诸多言辞的人,同样也不需要繁多的法律。

§20.2

Ἀρχιδαμίδας δὲ μεμφομένων τινῶν Ἑκαταῖον τὸν σοφιστὴν ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον οὐδὲν ἔλεγεν, ὁ εἰδώς, ἔφη, λόγον καὶ καιρὸν οἶδεν. ἃ δὲ τῶν πικρῶν ἔφην ἀπομνημονευμάτων οὐκ ἀμοιρεῖν χάριτος, τοιαῦτʼ ἐστί. Δημάρατος ἀνθρώπου πονηροῦ κόπτοντος αὐτὸν ἀκαίροις ἐρωτήμασι καὶ δὴ τοῦτο πολλάκις ἐρωτῶντος, τίς ἄριστος Σπαρτιατῶν; ἔφη· ὁ τὶν ἀνομοιότατος2 Ἆγις δέ, ἐπαινούντων τινῶν τοὺς Ἠλείους ὡς καλῶς τὰ Ὀλύμπια καὶ δικαίως ἄγοντας, καὶ τί μέγα, ἔφη, Ἠλεῖοι ποιοῦντι διʼ ἐτῶν πέντε ἁμέρᾳ μιᾷ χρώμενοι τᾷ δικαιοσύνᾳ; Θεόπομπος δὲ ξένου τινὸς εὔνοιαν ἐνδεικνυμένου, καὶ φάσκοντος ὡς παρὰ τοῖς αὑτοῦ πολίταις φιλολάκων καλεῖται, κάλλιον ἦν τοι,3 εἶπεν, ὦ ξένε, φιλοπολίταν καλεῖσθαι.

阿基达米达斯在某些人指责智者赫卡泰奥斯被接纳进入共餐会却一言不发时,说道: “通晓言辞者,亦懂得时机。” 而我曾说过那种带有辛辣刺痛却又不失优雅的言录,则有如下述。德玛拉托斯被一个恶棍用不合时宜的问题纠缠,尤其是反复追问这个问题: “斯巴达人中谁是最佳者?” 他答道: “最不像你的那个人。”阿吉斯在某些人称赞厄利斯人将奥林匹克竞技组织得既出色又公平时,说道: “厄利斯人每五年仅在一天里遵行公正,这算什么伟大之举?” 提奥波姆普斯在一个异邦人表露好意、自称在本邦公民中被称为“亲斯巴达者”时,说道: “异邦人啊,你若被称为‘热爱本邦公民者’,本该更为光彩。”

§20.4

Πλειστῶναξ δὲ ὁ Παυσανίου, ῥήτορος Ἀθηναίου τοὺς Λακεδαιμονίους ἀμαθεῖς ἀποκαλοῦντος, ὀρθῶς, ἔφη, λέγεις· μόνοι γάρ Ἑλλάνων ἄμμες οὐδὲν κακὸν μεμαθήκαμεν παρʼ ὑμῶν Ἀρχιδαμίδας δὲ πρὸς τὸν πυθόμενον πόσοι εἰσὶ Σπαρτιᾶται, ἱκανοί, εἶπεν, ὦ ξένε, τοὺς κακοὺς ἀπερύκειν.

保萨尼亚斯之子普雷斯托阿纳克斯在雅典的一位演说家斥责拉栖代梦人无学无识时,说道: “你说得对;因为希腊人中唯独我们没有从你们那里学到任何恶习。” 阿基达米达斯对那个探问斯巴达人共有多少的人,说道: “异邦人啊,足以抵御恶徒了。”

§20.5

ἔστι δὲ καὶ τοῖς μετὰ παιδιᾶς εἰρημένοις ὑπʼ αὐτῶν τεκμήρασθαι τὸν ἐθισμόν, εἰθίζοντο γάρ μηδέποτε χρῆσθαι τῷ λόγῳ παρέργως, μηδὲ ἀφιέναι φωνὴν ἥτις οὐκ ἁμῶς γέ πως εἶχέ τινος θεωρίας ἀξίαν διάνοιαν. ὁ μὲν γάρ ἀκοῦσαι τοῦ μιμουμένου τὴν ἀηδόνα παρακαλούμενος, αὐτᾶς, ἔφη, ἄκουκα τήνας. ὁ δὲ ἀναγνοὺς τὸ ἐπίγραμμα τοῦτο· "σβεννύντας ποτὲ τούσδε τυραννίδα χάλκεος Ἄρης εἷλε· Σελινοῦντος δ’ ἀμφὶ πύλας ἔθανον," δικαίως, εἶπε, τεθνάκαντι τοὶ ἄνδρες· ἔδει γὰρ ἀφέμεν ὅλαν αὐτὰν κατακαᾶμεν.4

从他们玩笑之中的言语,亦可推知他们的风气;因为他们习惯于绝不徒劳地使用言辞,也绝不发出任何未能以某种方式包含值得思索之深意的声音。事实上,一人在被邀请去听模仿夜莺之人的表演时,说道: “我已经听过她本身了。” 另一人在读到这首铭文时: “这些人昔日企图熄灭僭主统治,被青铜的阿瑞斯所擒杀;在塞利努斯的城门四周,他们阵亡了,”便说: “这些人死得活该;因为他们本该任凭它彻底烧成灰烬。”

§20.6

νεανίσκος δὲ πρὸς τὸν ἐπαγγελλόμενον αὐτῷ δώσειν ἀλεκτρυόνας ἀποθνήσκοντας ἐν τῷ μάχεσθαι, μὴ σὺ γε, εἶπεν, ἀλλὰ δός μοι τῶν ἀποκτεινόντων ἐν τῷ μάχεσθαι. ἕτερος δέ τις ἰδὼν ἐν ἀποχωρήσει θακεύοντας ἐπὶ δίφρων ἀνθρώπους, μὴ γένοιτο, εἶπεν, ἐνταῦθα καθίσαι ὅθεν οὐκ ἔστιν ὑπεξαναστῆναι πρεσβυτέρῳ. τὸ μὲν οὖν τῶν ἀποφθεγμάτων εἶδος ἦν τοιοῦτον ὥστε καὶ λέγειν τινὰς οὐκ ἀτόπως ὅτι μᾶλλόν ἐστι τὸ φιλοσοφεῖν ἢ τὸ φιλογυμναστεῖν λακωνίζειν.5

而一个年轻人对那个许诺要给他战斗至死之斗鸡的人,说道: “千万不要如此,还是给我那些在战斗中杀死对手的斗鸡吧。” 另一人看到人们在厕所中坐在便凳上,说道: “但愿我绝不要坐在一个无法为长者起立让座的地方。” 因此,这类警句的风格使得某些人说“斯巴达化与其说是热爱体操,不如说是热爱哲学”,这话绝非毫无根据。

语法注5 条
  1. 20.1οὐκ ἐν δέοντι χρέῃ τῷ δέοντι

    此处借由同源词形成对照,对比了 ἐν δέοντι(在合宜的时机)与 τῷ δέοντι(合宜之事)。列奥尼达以此反讽对方在不合时宜的时间讨论了合宜的事情。

  2. 20.2ὁ τὶν ἀνομοιότατος

    τίν 是第二人称单数与格代词的多利斯方言形式(相当于雅典方言的 σοί)。它作最高级形容词 ἀνομοιότατος 的补足语,意为“最不像你的人”。

  3. 20.3κάλλιον ἦν τοι

    过去未完成式直说语气 ἦν 未带小词 ἄν,与比较级连用,构成表示“本来……更好”(但事实并非如此)的习惯用法,委婉地指出对方本应以热爱祖国为荣。

  4. 20.5ἔδει γὰρ ἀφέμεν ὅλαν αὐτὰν κατακαᾶμεν

    ἀφέμεν 为多利斯方言不定式(相当于 ἀφεῖναι,意为“听任、放任”),后接带有受格主语 ὅλαν αὐτὰν 的宾格不定式从句;κατακαᾶμεν 亦为第二不定过去时被动不定式的方言形式(相当于 κατακαῆναι),整句意为“因为本应任由它彻底烧尽”。

  5. 20.6μᾶλλόν ἐστι τὸ φιλοσοφεῖν ἢ τὸ φιλογυμναστεῖν λακωνίζειν

    不定式 λακωνίζειν(按斯巴达方式生活)在此充当表语性的定义,由 μᾶλλον... ἢ 引导的带冠词不定式 τὸ φιλοσοφεῖν 与 τὸ φιλογυμναστεῖν 形成对比,意为“所谓的斯巴达化与其说是热爱体育,毋宁说是热爱哲学”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:20.1-20.6