← 普鲁塔克

莱库古传

§22.1-22.5

斯巴达军的战时军规进军仪态与追敌限制

本段记述了斯巴达人在战时放宽管教与注重仪容的做法,伴随乐声从容进军的庄严景象,竞技获胜者的殊荣,以及不穷追降卒的宽宏而务实的用兵方针。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

τότε δὲ καὶ τοῖς νέοις τὰ σκληρότατα τῆς ἀγωγῆς ἐπανιέντες, οὐκ ἐκώλυον καλλωπίζεσθαι περὶ κόμην καὶ κόσμον ὅπλων καὶ ἱματίων, χαίροντες, ὥσπερ ἵπποις, γαυριῶσι καὶ φρυαττομένοις πρὸς τοὺς ἀγῶνας, διὸ κομῶντες εὐθὺς ἐκ τῆς τῶν ἐφήβων ἡλικίας, μάλιστα περὶ τοὺς κινδύνους ἐθεράπευον τὴν κόμην λιπαράν τε φαίνεσθαι καὶ διακεκριμένην, ἀπομνημονεύοντές τινα καὶ Λυκούργου λόγον περὶ τῆς κόμης, ὅτι τοὺς μὲν καλοὺς εὐπρεπεστέρους ποιεῖ, τοὺς δὲ αἰσχροὺς φοβερωτέρους.

每当此时,他们便放宽了青年在管教中最严苛的规制,不再阻止他们打理发型、修饰甲胄与衣裳,如同欣见战马奔赴赛场时昂首长嘶、跃跃欲试一般。因此,他们自青年时代起便蓄留长发,尤其是在危难临头之际,更会将头发梳理得油润齐整,同时谨记着来库古关于发饰的一句话:头发能使俊美者更为俊逸,丑陋者更为狰狞。

§22.2

ἐχρῶντο δὲ καὶ γυμνασίοις μαλακωτέροις παρὰ τὰς στρατείας, καὶ τὴν ἄλλην δίαιταν οὐχ οὕτω κεκολασμένην οὐδʼ ὑπεύθυνον τοῖς νέοις παρεῖχον, ὥστε μόνοις ἀνθρώπων ἐκείνοις τῆς εἰς τὸν πόλεμον ἀσκήσεως ἀνάπαυσιν εἶναι τὸν πόλεμον.1 ἤδη δὲ συντεταγμένης τῆς φάλαγγος αὐτῶν καὶ τῶν πολεμίων παρόντων, ὁ βασιλεὺς ἅμα τήν τε χίμαιραν ἐσφαγιάζετο καὶ στεφανοῦσθαι παρήγγελλε πᾶσι καὶ τοὺς αὐλητὰς αὐλεῖν ἐκέλευε τὸ Καστόρειον μέλος·

在行军作战期间,他们也采用更为缓和的体能操练,使青年人其余的生活起居不再受到如此严苛的约束与苛求,以至于在全人类当中,唯独对他们而言,战争竟成了战备操练的休整。当方阵业已编排就绪、敌军逼近之际,国王便一面宰杀母山羊为牺牲,一面命令全体士兵佩戴花冠,并指示乐师吹奏卡斯托尔之调。

§22.3

ἅμα δ’ ἐξῆρχεν ἐμβατηρίου παιᾶνος, ὥστε σεμνὴν ἅμα καὶ καταπληκτικὴν τὴν ὄψιν εἶναι, ῥυθμῷ τε πρὸς τὸν αὐλὸν ἐμβαινόντων καὶ μήτε διάσπασμα ποιούντων ἐν τῇ φάλαγγι μήτε ταῖς ψυχαῖς θορυβουμένων, ἀλλὰ πρᾴως καὶ ἱλαρῶς ὑπὸ τοῦ μέλους ἀγομένων ἐπὶ τὸν κίνδυνον. οὔτε γάρ φόβον οὔτε θυμὸν ἐγγίνεσθαι πλεονάζοντα τοῖς οὕτω διακειμένοις εἰκός ἐστιν, ἀλλʼ εὐσταθὲς φρόνημα μετʼ ἐλπίδος καὶ θράσους, ὡς τοῦ θεοῦ συμπαρόντος.

与此同时,国王率先唱起行军的凯歌,使得那场面既庄严神圣又摄人心魄;他们伴着双管笛的节拍整步前行,方阵中不见丝毫紊乱,心中亦不起半点纷扰,而是在乐曲的引导下安详而振奋地奔赴险境。因为对于这般心境之人,既不会萌生过度的恐惧,亦不会生出狂躁的冲动,唯有常驻不移之坚毅,伴随着希望与勇气,宛若神灵亲临护佑。

§22.4

ἐχώρει δὲ ὁ βασιλεὺς ἐπὶ τοὺς πολεμίους ἔχων μεθʼ ἑαυτοῦ στεφανίτην ἀγῶνα νενικηκότα.2 καὶ φασὶ γέ τινα χρημάτων πολλῶν ἐν Ὀλυμπίοις διδομένων αὐτῷ μὴ δεξάμενον, ἀλλὰ πολλῷ πόνῳ καταπαλαίσαντα τὸν ἀνταγωνιστήν, ὥς τις εἶπεν αὐτῷ, τί σοι πλέον, ὦ Λάκων, γέγονε διὰ τῆς νίκης; φάναι μειδιάσαντα, πρὸ τοῦ βασιλέως τεταγμένος μαχοῦμαι τοῖς πολεμίοις.

国王奔赴敌阵时,身边总带着一位曾在加冠竞技中折桂的勇士。相传有一位在奥林匹亚被许以重金却未接受、终经艰苦搏斗摔倒对手的人,当有人问他:“斯巴达人,你经此胜利得到了什么更多的好处?”他微笑着答道:“我将列阵于国王身前抗击敌军。”

§22.5

τρεψάμενοι δὲ καὶ νικήσαντες ἐδίωκον ὅσον ἐκβεβαιώσασθαι3 τὸ νίκημα τῇ φυγῇ τῶν πολεμίων, εἶτα εὐθὺς ἀνεχώρουν, οὔτε γενναῖον οὔτε Ἑλληνικὸν ἡγούμενοι κόπτειν καὶ φονεύειν ἀπολεγομένους καὶ παρακεχωρηκότας. ἦν δὲ οὐ μόνον καλὸν τοῦτο καὶ μεγαλόψυχον, ἀλλὰ καὶ χρήσιμον. εἰδότες γὰρ οἱ μαχόμενοι πρὸς αὐτοὺς ὅτι τοὺς ὑφισταμένους ἀναιροῦσι, φείδονται δὲ τῶν ἐνδιδόντων, τοῦ μένειν τὸ φεύγειν ἡγοῦντο λυσιτελέστερον.

在击溃并战胜敌军之后,他们追击的限度仅以敌人的溃逃足以确立胜局为准,随即立刻撤兵回营;因为他们认为屠杀和斩刈那些气力衰竭、放弃抵抗的人,既非高尚之举,亦不合希腊人的风度。这不仅光荣宽宏,而且颇具实效;盖与他们交战的敌手深知,〔斯巴达人〕必歼灭顽抗之众,却能宽宥降伏之人,故而相较于坚守阵地,自会觉得奔逃更为划算。

语法注3 条
  1. 22.2ὥστε μόνοις ἀνθρώπων ἐκείνοις τῆς εἰς τὸν πόλεμον ἀσκήσεως ἀνάπαυσιν εἶναι τὸν πόλεμον

    由 ὥστε 引导的不定式结果从句。不定式 εἶναι 的主语是宾格 τὸν πόλεμον,ἀνάπαυσιν 为宾格表语。属格短语 τῆς εἰς τὸν πόλεμον ἀσκήσεως 修饰 ἀνάπαυσιν,作分离属格或宾格性属格(“战备训练的休整”),构成了极富警句色彩的倒错表达。

  2. 22.4στεφανίτην ἀγῶνα νενικηκότα

    动词 νικάω 带有同源宾格或内含宾格(accusative of inner content),表示“在……中获胜”。此处 στεφανίτην ἀγῶνα(桂冠竞技,即以冠冕而非金钱为奖赏的泛希腊竞技会)作其宾语。

  3. 22.5ὅσον ἐκβεβαιώσασθαι

    关系代词 ὅσον 与不定式连用,构成表示范围或限度(“仅以……为度”)的惯用句式。该结构限定了追击的幅度,仅到确立胜局所需的最低限度为止。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:22.1-22.5