← 普鲁塔克

莱库古传

§19.1-19.4

斯巴达式简短言辞的训练与警句

文中阐述了来古尔格斯所确立的简短精练、寓意深远的斯巴达言辞教育,并引用了阿吉斯国王的名言以及来古尔格斯流传下来的警句和书简作为例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

ἐδίδασκον δὲ τοὺς παῖδας καὶ λόγῳ χρῆσθαι πικρίαν ἔχοντι μεμιγμένην χάριτι καὶ πολλὴν ἀπὸ βραχείας λέξεως ἀναθεώρησιν, τὸ μὲν γάρ σιδηροῦν νόμισμα μικρὰν ἔχειν ἐποίησεν ἀπὸ πολλοῦ σταθμοῦ δύναμιν ὁ Λυκοῦργος, ὡς εἴρηται, τὸ δὲ τοῦ λόγου νόμισμα τοὐναντίον ἀπʼ εὐτελοῦς καὶ ὀλίγης λέξεως εἰς πολλὴν καὶ περιττὴν κατεσκεύασε διάνοιαν,1 τῇ πολλῇ σιωπῇ τοὺς παῖδας ἀποφθεγματικοὺς καὶ πεπαιδευμένους πρὸς τὰς ἀποκρίσεις μηχανώμενος, ὡς γάρ τὸ σπέρμα τῶν πρὸς τὰς συνουσίας ἀκολάστων ἄγονον ὡς τὰ πολλὰ καὶ ἄκαρπόν ἐστιν, οὕτως ἡ πρὸς τὸ λαλεῖν ἀκρασία κενὸν τὸν λόγον ποιεῖ καὶ ἀνόητον.

他们还教导少年们运用一种兼具辛辣与优雅的言辞,并能从简练的字句中引出深长的思索。因为正如前文所述,来古尔格斯使铁币因重量巨大而价值微薄,但对于言辞的货币,他却恰恰相反,使其从廉价短少的词句中孕生出丰厚深广的思想;他通过长久的静默,使少年们习惯于言简意赅并在对答上训练有素。因为正如在房事上放纵者的精种往往是不育而不结果实的一样,饶舌的放纵也会使言辞变得空洞而无脑。

§19.2

Ἆγις μὲν οὖν ὁ βασιλεύς, σκώπτοντος Ἀττικοῦ τινος τὰς Λακωνικὰς μαχαίρας εἰς τὴν μικρότητα, καὶ λέγοντος ὅτι ῥᾳδίως αὐτὰς οἱ θαυματοποιοὶ καταπίνουσιν ἐν τοῖς θεάτροις, καὶ μὴν μάλιστα, εἶπεν, ἡμεῖς ἐφικνούμεθα τοῖς ἐγχειριδίοις τῶν πολεμίων· ἐγὼ δὲ καὶ τὸν λόγον ὁρῶ τὸν Λακωνικὸν βραχὺν μὲν εἶναι δοκοῦντα, μάλιστα δὲ τῶν πραγμάτων ἐφικνούμενον, καὶ τῆς διανοίας ἁπτόμενον τῶν ἀκροωμένων, καὶ γὰρ ὁ Λυκοῦργος αὐτὸς βραχυλόγος τις ἔοικε γενέσθαι καὶ ἀποφθεγματικός, εἰ δεῖ τεκμαίρεσθαι τοῖς ἀπομνημονεύμασιν οἷόν ἐστι τὸ περὶ τὰς πολιτείας πρὸς τὸν ἀξιοῦντα ποιεῖν δημοκρατίαν ἐν τῇ πόλει· σὺ γάρ, ἔφη, πρῶτος ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν καὶ περὶ τῶν θυσιῶν πρὸς τὸν πυθόμενον διὰ τί μικρὰς οὕτω καὶ εὐτελεῖς ἔταξεν, ἵνα μή ποτε, ἔφη, τιμῶντες τὸ θεῖον διαλίπωμεν. καὶ περὶ τῶν ἀθλημάτων, ταῦτα μόνα μὴ κωλύσαντος ἀγωνίζεσθαι τοὺς πολίτας ἐν οἷς χεὶρ οὐκ ἀνατείνεται.2 φέρονται δὲ αὐτοῦ καὶ δι’ ἐπιστολῶν ἀποκρίσεις τοιαῦται πρὸς τοὺς πολίτας. πῶς ἂν πολεμίων ἔφοδον ἀλεξοίμεθα; ἂν πτωχοὶ μένητε καὶ μὴ μέσδων ἅτερος θατέρω ἐρᾶτε ἦμεν.3 καὶ πάλιν περὶ τῶν τειχῶν οὐκ ἂν εἴη ἀτείχιστος πόλις ἅτις ἄνδρεσσι, καὶ οὐ πλίνθοις ἐστεφάνωται. περὶ μὲν οὖν τούτων καὶ τῶν τοιούτων ἐπιστολῶν οὔτε ἀπιστῆσαι ῥᾴδιον οὔτε πιστεῦσαι.

因此,当某个雅典人嘲笑斯巴达的短剑短小,说剧场里的变戏法者能轻而易举地将其吞下时,国王阿吉斯便说: “然而我们正是用这些短剑最有效地击中敌人的。” 我也看到斯巴达人的话语虽然表面上显得简短,却最能切中事物的要害,并牢牢抓住听众的心智。事实上,如果可以从流传下来的言行录来推断的话,来古尔格斯本人似乎就是一个言语简短且善出警句的人,正如关于政制,他对那个要求他在城邦中建立民主制的人所说的那样: “你先,”他说,“在你自己的家里建立民主制吧。” 关于祭祀,对那个询问他为何规定得如此微薄而廉价的人,他说:“为了让我们绝不会中断对神灵的敬奉。” 关于体育竞技,他仅允许公民参加那些不必举手认输的项目。此外,还流传着他通过书信向公民作出的如下答复。对于“我们该如何抵御敌人的进犯?”这一问题,答道: “如果你们保持贫穷,并且彼此之间不想凌驾于对方之上。” 又关于城墙,答道: “一座由勇士而非砖石冠冕的城邦,绝不会是没有城墙的。” 然而,关于这些以及类似的书信,既不容易怀疑,也不容易相信。

语法注3 条
  1. 19.1ἀπʼ εὐτελοῦς καὶ ὀλίγης λέξεως εἰς πολλὴν καὶ περιττὴν κατεσκεύασε διάνοιαν

    动词 κατεσκεύασε 的宾语是前文的名词短语 τὸ δὲ τοῦ λόγου νόμισμα。介词短语 ἀπό(来源/材料,意为“从廉价短少的词句”)与 εἰς(结果/指向,意为“到丰厚深广的思想”)形成对照,构成了与前句铁币(“以极重的份量仅具微薄的价值”)相对立的货币价值比喻。

  2. 19.4ταῦτα μόνα μὴ κωλύσαντος ἀγωνίζεσθαι τοὺς πολίτας ἐν οἷς χεὶρ οὐκ ἀνατείνεται

    μὴ κωλύσαντος 是省略了逻辑主语(αὐτοῦ,指代来古尔格斯)的属格独立结构,延续了由 οἷόν ἐστι 引出的列举系列(接续前面的 περὶ τὰς πολιτείας 与 περὶ τῶν θυσιῶν)。否定分词与 ταῦτα μόνα 结合,表意为“唯独不禁止……”。“举手”(χεὶρ οὐκ ἀνατείνεται)指格斗项目(如拳击或潘克拉辛)中举手认输求饶的动作,说明斯巴达禁止公民参加包含举手认输形式的竞技。

  3. 19.4ἂν πτωχοὶ μένητε καὶ μὴ μέσδων ἅτερος θατέρω ἐρᾶτε ἦμεν

    此处是据传书信中的多利斯方言答复,为一个只有条件从句(ἂν 搭配虚拟式 μένητε 和 ἐρᾶτε)而省略了主句的结构。其中的方言形式:μέσδων 相当于雅典方言的 μείζων,ἅτερος 相当于 ἕτερος,θατέρω 相当于比较属格 τοῦ ἑτέρου,ἦμεν 相当于不定词 εἶναι(意为“若你们一人不想凌驾于另一人之上”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:19.1-19.4