- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:1.1-1.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者概述了古代传统关于立法者吕库古的世系、年代和生平的大量矛盾分歧,并确立了遵循最可靠记载进行叙述的方针。
περὶ Λυκούργου τοῦ νομοθέτου καθόλου μὲν οὐδὲν ἔστιν εἰπεῖν ἀναμφισβήτητον, οὗ γε καὶ γένος καὶ ἀποδημία1 καὶ τελευτὴ καὶ πρὸς ἅπασιν ἡ περὶ τοὺς νόμους αὐτοῦ καὶ τὴν πολιτείαν πραγματεία διαφόρους ἔσχηκεν ἱστορίας, ἥκιστα δὲ οἱ χρόνοι καθʼ οὓς γέγονεν ὁ ἀνὴρ ὁμολογοῦνται, οἱ μὲν γάρ Ἰφίτῳ συνακμάσαι καὶ συνδιαθεῖναι τὴν Ὀλυμπιακὴν ἐκεχειρίαν λέγουσιν αὐτόν, ὧν ἐστι καὶ Ἀριστοτέλης ὁ φιλόσοφος,2 τεκμήριον προσφέρων τὸν Ὀλυμπίασι δίσκον ἐν ᾧ τοὔνομα τοῦ Λυκούργου διασώζεται καταγεγραμμένον·
关于立法者吕库古,大体上没有任何无可争议的事情可言;因为他的出身、游历、死亡,尤其是他关于法律和政制的功业,都有各种不同的记载,而关于此人生存的时代更是最无共识。有些人说他与伊菲托斯同时达到鼎盛,并共同确立了奥林匹克休战协定——哲学家亚里士多德即在此列,他提出奥林匹亚保存着刻有吕库古名字的铁饼作为证据。
οἱ δὲ ταῖς διαδοχαῖς τῶν ἐν Σπάρτῃ βεβασιλευκότων ἀναλεγόμενοι τὸν χρόνον, ὥσπερ Ἐρατοσθένης καὶ Ἀπολλόδωρος, οὐκ ὀλίγοις ἔτεσι πρεσβύτερον ἀποφαίνουσι τῆς πρώτης Ὀλυμπιάδος. Τίμαιος δὲ ὑπονοεῖ, δυεῖν ἐν Σπάρτῃ γεγονότων Λυκούργων οὐ κατὰ τὸν αὐτὸν χρόνον, τῷ ἑτέρῳ τὰς ἀμφοῖν πράξεις διὰ τὴν δόξαν ἀνακεῖσθαι καὶ τόν γε πρεσβύτερον οὐ πόρρω τῶν Ὁμήρου γεγονέναι χρόνων, ἔνιοι δὲ καὶ κατʼ ὄψιν ἐντυχεῖν Ὁμήρῳ.
另一方面,那些依据斯巴达历代国王之承续来推算时代的人,如埃拉托斯特尼和阿波罗多洛斯,则证明他比第一届奥林匹亚竞技会早了许多年。蒂迈欧则推测,在斯巴达不同时期曾出现过两位吕库古,由于盛名之故,两人的事迹被归于其中一人,而至少较长的那位距离荷马的时代并不遥远,甚至有人说他曾与荷马谋面。
δίδωσι δὲ καὶ Ξενοφῶν ὑπόνοιαν ἀρχαιότητος ἐν οἷς τὸν ἄνδρα λέγει γεγονέναι κατὰ τοὺς Ἡρακλείδας. γένει μὲν γὰρ Ἡρακλεῖδαι δήπουθεν ἦσαν καὶ οἱ νεώτατοι τῶν ἐν Σπάρτῃ βασιλέων, ὁ δὲ ἔοικε βουλομένῳ τοὺς πρώτους ἐκείνους καὶ σύνεγγυς Ἡρακλέους ὀνομάζειν Ἡρακλείδας.3 οὐ μὴν ἀλλὰ4 καίπερ οὕτως πεπλανημένης τῆς ἱστορίας, πειρασόμεθα τοῖς βραχυτάτας ἔχουσιν ἀντιλογίας ἢ γνωριμωτάτους μάρτυρας ἑπόμενοι τῶν γεγραμμένων περὶ τοῦ ἀνδρὸς ἀποδοῦναι τὴν διήγησιν.
色诺芬通过说此人生活在赫拉克勒斯后裔的时代,也暗示了其古老性。因为按血统来说,斯巴达国王中最晚近的那些人固然也属于赫拉克勒斯后裔,但他似乎意在把那些最初的、与赫拉克勒斯亲近的人称为赫拉克勒斯后裔。 然而,尽管历史记载如此纷乱,我们仍将尝试依据有关此人的记载中争议最少或拥有最著名见证者的说法,来呈现我们的叙述。
ἐπεὶ καὶ Σιμωνίδης ὁ ποιητὴς οὐκ Εὐνόμου λέγει τὸν Λυκοῦργον πατρός,5 ἀλλὰ Πρυτάνιδος καὶ τὸν Λυκοῦργον καὶ τὸν Εὔνομον, οἱ δὲ πλεῖστοι σχεδὸν οὐχ οὕτω γενεαλογοῦσιν, ἀλλὰ Προκλέους μὲν τοῦ Ἀριστοδήμου γενέσθαι Σόον, Σόου δὲ Εὐρυπῶντα, τούτου δὲ Πρύτανιν, ἐκ τούτου δὲ Εὔνομον, Εὐνόμου δὲ Πολυδέκτην ἐκ προτέρας γυναικός, Λυκοῦργον δὲ νεώτερον ἐκ Διωνάσσης, ὡς Διευτυχίδας ἱστόρηκεν, ἕκτον μὲν ἀπὸ Προκλέους, ἑνδέκατον δὲ ἀφʼ Ἡρακλέους.
因为诗人西摩尼得斯也说吕库古的父亲不是欧诺摩斯,而是普吕塔尼斯同时生了吕库古和欧诺摩斯;而大多数人几乎不这样追溯其谱系,而是认为阿里斯托得摩斯之子普罗克勒斯生索奥斯,索奥斯生欧吕蓬,欧吕蓬生普吕塔尼斯,自此人生欧诺摩斯,欧诺摩斯与前妻生波吕得克忒斯,与狄奥纳萨生较年轻的吕库古——正如狄埃乌梯基达斯所记载的那样——他是普罗克勒斯的第六代后裔,赫拉克勒斯的第十一代后裔。
- 1.1οὗ γε καὶ γένος καὶ ἀποδημία
属格关系代词 οὗ 指向前文所提及的先行词 Λυκούργου,作领属性属格修饰 γένος、ἀποδημία、τελευτή 等名词,这些并列的名词构成了主谓语动词 ἔσχηκεν 的主语。
- 1.1ὧν ἐστι καὶ Ἀριστοτέλης ὁ φιλόσοφος
关系代词 ὧν 是部分属格,其未明言的先行词为前文“主张他与伊菲托斯同代的人”(即 οἱ μὲν)。καί 作副词用,意为“也”,用于强调亚里士多德亦在此列。
- 1.3ὁ δὲ ἔοικε βουλομένῳ τοὺς πρώτους ἐκείνους καὶ σύνεγγυς Ἡρακλέους ὀνομάζειν Ἡρακλείδας
动词 ἔοικε 与与格分词 βουλομένῳ 结合(即 ἔοικα + 与格分词句式,意为“他似乎意图……”)。不定式 ὀνομάζειν 带有双重宾格(以 τοὺς πρώτους ἐκείνους ... 为宾语,Ἡρακλείδας 为宾语补足语)。
- 1.3οὐ μὴν ἀλλὰ
习惯性转折短语(“尽管如此”、“然而”),用于在叙述了前文记载的混乱之后,将话题转回正题并交代作者的叙述方针。
- 1.4ἐπεὶ καὶ Σιμωνίδης ὁ ποιητὴς οὐκ Εὐνόμου λέγει τὸν Λυκοῦργον πατρός
连词 ἐπεὶ 在此作解释性用法,引出前文所述记载错综纷乱的具体例证(“因为事实上……”)。Εὐνόμου ... πατρός 为表示来源/血统的属格,用以否定 τὸν Λυκοῦργον 为其子这一关系。
