- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:18.1-18.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克借偷狐少年的典故和奥耳提亚祭坛前的鞭笞展现了斯巴达少年的惊人隐忍,并叙述了成年青年主持的问答品评训练、长者对惩戒的监督,以及爱慕者共同担责、携手培育少年的独特风尚。
οὕτω δὲ κλέπτουσι πεφροντισμένως οἱ παῖδες, ὥστε λέγεταί τίς ἤδη σκύμνον ἀλώπεκος κεκλοφὼς καὶ τῷ τριβωνίῳ περιστέλλων, σπαρασσόμενος ὑπὸ τοῦ θηρίου τὴν γαστέρα τοῖς ὄνυξι καὶ τοῖς ὀδοῦσιν, ὑπὲρ τοῦ λαθεῖν ἐγκαρτερῶν ἀποθανεῖν.1 καὶ τοῦτο μὲν οὐδὲ ἀπὸ τῶν νῦν ἐφήβων ἄπιστόν ἐστιν, ὧν πολλοὺς ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθίας ἑωράκαμεν ἐναποθνήσκοντας ταῖς πληγαῖς.
少年们的行窃极其周密谨慎,以至于据说曾有人偷了一只小狐狸并裹在短斗篷里,任凭那野兽用爪子和牙齿撕裂他的腹部,为了不被发觉而忍痛坚持直至死去。即便是参照今日的青年,这件事情也并非不可置信,因为我们曾亲眼目睹其中许多人在奥耳提亚的祭坛前受鞭笞而死。
δειπνήσας δὲ ὁ εἴρην κατακείμενος τῷ μὲν ᾆσαι προσέταξε τῶν παίδων, τῷ δὲ ἐρώτημά τι προὔβαλε πεφροντισμένης δεόμενον ἀποκρίσεως· οἷον, ὅστις ἄριστος ἐν τοῖς ἀνδράσιν, ἢ ποία τίς ἡ τοῦδε πρᾶξις. ἐκ τούτου δὲ καὶ κρίνειν τὰ καλὰ καὶ πολυπραγμονεῖν εὐθὺς ἐξ ἀρχῆς εἰθίζοντο περὶ τῶν πολιτῶν, τὸ γὰρ ἐρωτηθέντα, τίς πολίτης ἀγαθός, ἢ τίς οὐκ εὐδόκιμος, ἀπορεῖν τοῦ ἀποκρίνασθαι, νωθρᾶς ἐποιοῦντο καὶ πρὸς ἀρετὴν ἀφιλοτίμου ψυχῆς σημεῖον.2
成年青年用完晚餐靠卧着时,便命令少年中的一人唱歌,向另一人提出需要深思熟虑才能回答的问题,例如成年人中谁最优秀,或者某人的某项举动究竟如何。由此,他们从一开始就习惯于评判善美之事,并考察城邦公民的品行;因为若是被问及谁是良善的公民或谁声誉不佳时茫然无法回答,就会被视为灵魂迟钝且对德性缺乏进取心的征兆。
ἔδει δὲ τὴν ἀπόκρισιν καὶ μετʼ αἰτίας εἶναι καὶ ἀποδείξεως εἰς βραχύν τινα συνηγμένης λόγον καὶ σύντομον ὁ δὲ πλημμελῶς ἀποκρινάμενος ἐκολάζετο δῆγμα λαμβάνων ὑπὸ τοῦ εἴρενος εἰς τὸν ἀντίχειρα, πολλάκις δὲ καὶ πρεσβυτέρων παρόντων καὶ ἀρχόντων ὁ εἴρην ἐκόλαζε τοὺς παῖδας, ἀπόδειξιν διδοὺς εἰ μετὰ λόγου καὶ ὡς δεῖ κολάζει, καὶ κολάζων μὲν οὐκ ἐκωλύετο, τῶν δὲ παίδων ἀπελθόντων εὐθύνας ὑπεῖχεν, εἰ τραχύτερον τοῦ δέοντος ἐπετίμησεν ἢ τοὐναντίον ἐκλελυμένως καὶ ἀτόνως.
而且回答必须附带浓缩成简短扼要话语的理由与证明;回答不当者会受到处罚,被成年青年在其大拇指上咬一口。常常在长者与官员在场时,成年青年也会惩处这些少年,借此表明自己是否出于理智且得当地进行惩罚;在惩罚时他不会受到制止,但在少年们离开之后,如果他的斥责过于严苛,或者相反过于涣散软弱,他就要接受审查。
ἐκοινώνουν δὲ οἱ ἐρασταὶ τοῖς παισὶ τῆς δόξης ἐπʼ ἀμφότερα· καὶ λέγεταί ποτε παιδὸς ἐν τῷ μάχεσθαι φωνὴν ἀγεννῆ προεμένου ζημιωθῆναι τὸν ἐραστὴν ὑπὸ τῶν ἀρχόντων,3 οὕτω δὲ τοῦ ἐρᾶν ἐγκεκριμένου παρʼ αὐτοῖς, ὥστε καὶ τῶν παρθένων ἐρᾶν τὰς καλὰς καὶ ἀγαθὰς γυναῖκας, τὸ ἀντερᾶν οὐκ ἦν, ἀλλὰ μᾶλλον ἀρχὴν ἐποιοῦντο φιλίας πρὸς ἀλλήλους οἱ τῶν αὐτῶν ἐρασθέντες, καὶ διετέλουν κοινῇ σπουδάζοντες ὅπως ἄριστον ἀπεργάσαιντο τὸν ἐρώμενον.
爱慕者也与少年们同甘共苦,分担其名誉的得失;据说有一次一个少年在搏斗中发出懦弱可耻的呼喊,他的爱慕者便遭到了官员的罚款。在他们那里,爱慕风尚受到如此充分的认可,以至于品行高尚的妇女也会爱慕年轻处女,但情敌之争却绝不存在;相反,爱慕同一个人的人们以此为开端建立彼此间的友谊,并且始终通力合作,务求将他们共同的爱慕对象塑造成最卓越的人才。
- 18.1ὥστε λέγεταί τίς ἤδη σκύμνον ἀλώπεκος κεκλοφὼς καὶ τῷ τριβωνίῳ περιστέλλων, σπαρασσόμενος ὑπὸ τοῦ θηρίου τὴν γαστέρα τοῖς ὄνυξι καὶ τοῖς ὀδοῦσιν, ὑπὲρ τοῦ λαθεῖν ἐγκαρτερῶν ἀποθανεῖν
被动动词 λέγεται 构成了人称构式(主格不定式构式):主语 τίς 及其一致的分词(κεκλοφὼς... περιστέλλων... σπαρασσόμενος... ἐγκαρτερῶν)以主格形式出现,与不定式 ἀποθανεῖν 搭配,而非带宾格不定式的非人称构式。此外,σπαρασσόμενος 后接的 τὴν γαστέρα 是表示身体受损部位的关系宾格(限制宾格)。
- 18.2τὸ γὰρ ἐρωτηθέντα, τίς πολίτης ἀγαθός, ἢ τίς οὐκ εὐδόκιμος, ἀπορεῖν τοῦ ἀποκρίνασθαι, νωθρᾶς ἐποιοῦντο καὶ πρὸς ἀρετὴν ἀφιλοτίμου ψυχῆς σημεῖον
主动词 ἐποιοῦντο 的直接宾语是由冠词引导的不定式短语 τὸ ... ἀπορεῖν,其中 ἐρωτηθέντα 为不定式 ἀπορεῖν 的逻辑主语(表示泛指对象的宾格)。τοῦ ἀποκρίνασθαι 是动词 ἀπορεῖν 所要求的属格补足语(“对回答茫然无措”)。νωθρᾶς ... ψυχῆς σημεῖον 是宾语补足语,σημεῖον 受表示性质的属格短语所修饰。
- 18.4παιδὸς ἐν τῷ μάχεσθαι φωνὴν ἀγεννῆ προεμένου ζημιωθῆναι τὸν ἐραστὴν ὑπὸ τῶν ἀρχόντων
在由 λέγεται 引出的间接引语(宾格不定式构式 ζημιωθῆναι τὸν ἐραστήν)内部,嵌套了表示时间或情态的独立属格结构 παιδὸς ... προεμένου。其中 ἐν τῷ μάχεσθαι 是修饰分词 προεμένου 的介词短语。
