- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:17.1-17.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段叙述了年长者与爱慕者对适龄少年的日常监管、少年们在青年队长艾伦统领下的纪律与行窃训练,以及节制饮食对骨骼生长与容貌所产生的生理影响。
ἤδη δὲ τοῖς τηλικούτοις ἐρασταὶ τῶν εὐδοκίμων νέων συνανεστρέφοντο· καὶ προσεῖχον οἱ πρεσβύτεροι, καὶ μᾶλλον ἐπιφοιτῶντες εἰς τὰ γυμνάσια, καὶ μαχομένοις καὶ σκώπτουσιν ἀλλήλους παρατυγχάνοντες, οὐ παρέργως, ἀλλὰ τρόπον τινὰ πάντες οἰόμενοι πάντων καὶ πατέρες εἶναι καὶ παιδαγωγοὶ καὶ ἄρχοντες, ὥστε μήτε καιρὸν ἀπολείπεσθαι μήτε χωρίον ἔρημον τοῦ νουθετοῦντος τὸν ἁμαρτάνοντα καὶ κολάζοντος.1
到了这个年龄,声誉卓著的青年爱慕者便开始与这些适龄少年交往;长者们也对他们倾注关注,更为频繁地巡视体操场,并亲临他们彼此打斗与戏谑的现场。他们绝非心不在焉,而是某种程度上自视为所有孩子共同的父亲、导师与管理者,以至于绝无任何时刻或场所缺少劝诫并惩处犯错之人者。
οὐ μὴν ἀλλὰ καὶ παιδονόμος ἐκ τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν ἐτάττετο, καὶ κατʼ ἀγέλας αὐτοὶ προΐσταντο τῶν λεγομένων εἰρένων ἀεὶ τὸν σωφρονέστατον καὶ μαχιμώτατον.2 εἴρενας δὲ καλοῦσι τοὺς ἔτος ἤδη δεύτερον ἐκ παίδων γεγονότας, μελλείρενας δὲ τῶν παίδων τοὺς πρεσβυτάτους. οὗτος οὖν ὁ εἴρην, εἴκοσι ἔτη γεγονώς, ἄρχει τε τῶν ὑποτεταγμένων ἐν ταῖς μάχαις, καὶ κατʼ οἶκον ὑπηρέταις χρῆται πρὸς τὸ δεῖπνον.
不仅如此,人们还从品行端正的贤良男子中指派儿童督察官,各队少年自己也总是在所谓的“艾伦”中推选最为稳重且善战者为首领。斯巴达人将脱离童年期进入第二年者称为“艾伦”,将男孩中最年长者称为“准艾伦”。这位二十岁的艾伦在战斗中统帅部属,在宿所内则把他们当作仆役使唤以备晚餐。
ἐπιτάσσει δὲ τοῖς μὲν ἁδροῖς ξύλα φέρειν, τοῖς δὲ μικροτέροις λάχανα, καὶ φέρουσι κλέπτοντες, οἱ μὲν ἐπὶ τοὺς κήπους βαδίζοντες, οἱ δὲ εἰς τὰ τῶν ἀνδρῶν συσσίτια παρεισρέοντες εὖ μάλα πανούργως καὶ πεφυλαγμένως· ἂν δ’ ἁλῷ, πολλὰς λαμβάνει πληγὰς τῇ μάστιγι, ῥᾳθύμως δοκῶν κλέπτειν καὶ ἀτέχνως.3 κλέπτουσι δὲ καὶ τῶν σιτίων ὅ τι ἂν δύνωνται, μανθάνοντες εὐφυῶς ἐπιτίθεσθαι τοῖς καθεύδουσιν ἢ ῥᾳθύμως φυλάττουσι.
他命令体格强健者运柴,身材较小者运菜;他们则通过行窃把东西取来,有的潜入园圃,有的极其狡黠谨慎地溜进成年男子的共餐所。但若是被捉住,就会挨很多下皮鞭,因为他被认为偷盗得草率且笨拙。他们还偷取力所能及的任何口粮,学习巧妙地袭击那些熟睡或疏于看守的人。
τῷ δὲ ἁλόντι ζημία πληγαὶ καὶ τὸ πεινῆν. γλίσχρον γὰρ αὐτοῖς ἐστι δεῖπνον, ὅπως διʼ αὑτῶν ἀμυνόμενοι τὴν ἔνδειαν ἀναγκάζωνται τολμᾶν καὶ πανουργεῖν. καὶ τοῦτο μὲν ἔργον τῆς ὀλιγοσιτίας· πάρεργον δέ φασι τὴν τῶν σωμάτων αὔξησιν. φέρεται γὰρ εἰς μῆκος, ὅταν τὸ πνεῦμα μὴ πολλὴν σχῇ διατριβὴν καὶ ἀσχολίαν ὑπὸ πλήθους τροφῆς εἰς βάθος καὶ πλάτος πιεζόμενον, ἀλλʼ ἄνω βαδίζῃ διὰ κουφότητα, τοῦ σώματος ἐκλύτως καὶ ῥᾳδίως ἐπιδιδόντος.
对被捕者的惩罚是鞭打与挨饿。因为他们的晚餐非常简陋,其用意正在于让他们依靠自身之力抗击匮乏,从而被迫敢作敢为、机敏巧诈。 这便是粗茶淡饭的主要目的;而人们说身体的增高是其副产品。因为当体内的气息不因被大量食物向深度和广度挤压而受到严重的迟滞与妨碍,反而因轻盈而向上行进时,身体便舒展而容易地生长,从而向高处拔节。
τὸ δ’ αὐτὸ τοῦτο καὶ καλοὺς δοκεῖ ποιεῖν αἱ γὰρ ἰσχναὶ καὶ διάκενοι μᾶλλον ἕξεις ὑπακούουσι πρὸς τὴν διάρθρωσιν, αἱ δὲ ὀγκώδεις καὶ πολύτροφοι διὰ βάρος ἀντιβαίνουσιν, ὥσπερ ἀμέλει καὶ τῶν ἐν τῷ κύειν καθαιρομένων γυναικῶν ἰσχνὰ μὲν, εὐειδῆ δὲ καὶ γλαφυρὰ γίνεται τὰ βρέφη,4 διὰ τὴν ἐλαφρότητα τῆς ὕλης κρατουμένης μᾶλλον ὑπὸ τοῦ τυποῦντος, ἀλλὰ γὰρ ἡ μὲν αἰτία τοῦ συμβαίνοντος ἐν μέσῳ προκείσθω σκοπεῖν.
这也同样被认为能使人容貌健美:瘦削而空泛的体质更易服从体态的定型发育,而臃肿多脂者则因沉重而产生抗拒,正如在怀孕期间服药清肠的妇人所生的婴儿虽然瘦小却相貌姣好、骨骼匀称一样,这是由于质料因其轻盈而更易被赋形者所驾驭。不过,导致这一现象的原因究竟为何,权且留待大家共同探讨。
- 17.1ὥστε μήτε καιρὸν ἀπολείπεσθαι μήτε χωρίον ἔρημον τοῦ νουθετοῦντος τὸν ἁμαρτάνοντα καὶ κολάζοντος
由 ὥστε 引导的不定式结果从句。形容词 ἔρημον 支配表示剥夺/缺乏的属格短语 τοῦ νουθετοῦντος ... καὶ κολάζοντος(由现在分词构成的名词化结构,“劝诫与惩罚者”),后者带有宾格宾语 τὸν ἁμαρτάνοντα,意为“以至于不留下任何缺少劝告和惩处犯错者之时与地”。
- 17.2αὐτοὶ προΐσταντο τῶν λεγομένων εἰρένων ἀεὶ τὸν σωφρονέστατον καὶ μαχιμώτατον
动词 προΐσταντο 为中间态,意为“(在自己之上立为首领)推选/拥戴”,支配宾格补足语 τὸν σωφρονέστατον καὶ μαχιμώτατον;属格 τῶν λεγομένων εἰρένων 作部分属格(“在所谓的艾伦之中”)。主语 αὐτοί 指代各队的孩子们自身。
- 17.3ῥᾳθύμως δοκῶν κλέπτειν καὶ ἀτέχνως
分词 δοκῶν 为主格,与条件句的主语(被抓到的少年)一致,与不定式 κλέπτειν 构成动词 δοκέω 的人称结构,表示原因或伴随状况:“因被认为偷盗得疏忽且笨拙”。
- 17.5τῶν ἐν τῷ κύειν καθαιρομένων γυναικῶν ἰσχνὰ μὲν, εὐειδῆ δὲ καὶ γλαφυρὰ γίνεται τὰ βρέφη
属格短语 τῶν ... γυναικῶν 是依附于主语 τὰ βρέφη 的领属/亲属关系属格(即“孕期服药清肠的妇人的婴儿变得……”),而非属格独立结构。
