- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:16.1-16.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了斯巴达对新生儿的审查弃婴制度与早期抚育方式,以及自七岁起开始的严酷集体公教体制与日常锻炼。
τὸ δὲ γεννηθὲν οὐκ ἦν κύριος ὁ γεννήσας τρέφειν,1 ἀλλʼ ἔφερε λαβὼν εἰς τόπον τινὰ λέσχην καλούμενον, ἐν ᾧ καθήμενοι τῶν φυλετῶν οἱ πρεσβύτατοι καταμαθόντες τὸ παιδάριον, εἰ μὲν εὐπαγὲς εἴη καὶ ῥωμαλέον, τρέφειν ἐκέλευον, κλῆρον αὐτῷ τῶν ἐνακισχιλίων προσνείμαντες εἰ δ’ ἀγεννὲς καὶ ἄμορφον, ἀπέπεμπον εἰς τὰς λεγομένας Ἀποθέτας, παρὰ Ταΰγετον βαραθρώδη τόπον, ὡς οὔτε αὐτῷ ζῆν ἄμεινον ὂν οὔτε τῇ πόλει τὸ μὴ καλῶς εὐθὺς ἐξ ἀρχῆς πρὸς εὐεξίαν καὶ ῥώμην πεφυκός.2 ὅθεν οὐδὲ ὕδατι τὰ βρέφη, ἀλλʼ οἴνῳ περιέλουον αἱ γυναῖκες, βάσανόν τινα ποιούμεναι τῆς κράσεως αὐτῶν. λέγεται γὰρ ἐξίστασθαι τὰ ἐπιληπτικὰ καὶ νοσώδη πρὸς τὸν ἄκρατον ἀποσφακελίζοντα, τὰ δ’ ὑγιεινὰ μᾶλλον στομοῦσθαι καὶ κρατύνεσθαι τὴν ἕξιν.
关于初生之儿,生父并无权决定其抚育,而是抱起婴儿带到一个被称为“莱斯凯”的场所;部落的长老们坐在此处细查婴儿。如果婴儿体格匀称且健壮,他们便下令抚养,并分给其九千份土地中的一份;但若婴儿先天羸弱且畸形,他们就将其送往所谓的“弃婴渊”,即泰格特斯山旁的一处深渊裂隙,因为他们认为,若一个生命从一开始就没有朝着健康与强健的良好禀赋,那么活着无论对他自身还是对城邦都毫无益处。因此,女人们不用水洗新生儿,而是用酒擦洗,以此作为对婴儿体质的一种检验。据说,患有癫痫和体弱多病的新生儿在纯酒刺激下会发生痉挛而衰竭,而健康的孩子反而能像淬火一样被坚固筋骨、增强体质。
ἦν δὲ περὶ τὰς τροφοὺς ἐπιμέλειά τις μετὰ τέχνης, ὥστʼ ἄνευ σπαργάνων ἐκτρεφούσας τὰ βρέφη τοῖς μέλεσι καὶ τοῖς εἴδεσιν ἐλευθέρια ποιεῖν, ἔτι δὲ εὔκολα ταῖς διαίταις καὶ ἄσικχα καὶ ἀθαμβῆ σκότου καὶ πρὸς ἐρημίαν ἄφοβα καὶ ἄπειρα δυσκολίας ἀγεννοῦς καὶ κλαυθμυρισμῶν. διὸ καὶ τῶν ἔξωθεν ἔνιοι τοῖς τέκνοις Λακωνικὰς ἐωνοῦντο τίτθας· καὶ τήν γε τὸν Ἀθηναῖον Ἀλκιβιάδην τιτθεύσασαν Ἀμύκλαν ἱστοροῦσι γεγονέναι Λάκαιναν.
对于乳母,亦有一种配合技艺的细致照料:她们不用裹布襁褓抚养婴儿,使其四肢与身形得以自由舒展,进而使他们对饮食不挑剔、不娇气、不怕黑暗、不惧孤独,且不知晓卑劣的乖戾与哭闹。因此,一些外邦人甚至为自己的孩子购买拉科尼亚的乳母;相传哺育雅典人阿尔基比亚德斯的阿米克拉就是一位斯巴达女子。
ἀλλὰ τούτῳ μὲν, ὡς Πλάτων φησί, Ζώπυρον ἐπέστησε παιδαγωγὸν Περικλῆς, οὐδέν τι τῶν ἄλλων διαφέροντα δούλων τοὺς δὲ Σπαρτιατῶν παῖδας οὐκ ἐπὶ ὠνητοῖς οὐδὲ μισθίοις ἐποιήσατο παιδαγωγοῖς ὁ Λυκοῦργος, οὐδʼ ἐξῆν ἑκάστῳ τρέφειν οὐδὲ παιδεύειν ὡς ἐβούλετο τὸν υἱόν, ἀλλὰ πάντας εὐθὺς ἑπταετεῖς γενομένους παραλαμβάνων αὐτὸς εἰς ἀγέλας κατελόχιζε, καὶ συννόμους ποιῶν καὶ συντρόφους μετʼ ἀλλήλων εἴθιζε συμπαίζειν καὶ συσχολάζειν.
然而,正如柏拉图所言,伯里克利为阿尔基比亚德斯指派的启蒙教师佐皮鲁斯与其他寻常奴隶并无任何差别;而吕库古却不把斯巴达人的儿子交由买来或雇来的启蒙教师看管,亦不允许每个人按照自己的心愿抚养和教育儿子。相反,当所有的孩子一长到七岁,吕库古便亲自接收他们,将其编入儿童队,使他们遵行共同的规范并一同生活,习惯于相互共同玩耍、共同度日。
ἄρχοντα δ’ αὑτοῖς παρίστατο τῆς ἀγέλης τὸν τῷ φρονεῖν διαφέροντα3 καὶ θυμοειδέστατον ἐν τῷ μάχεσθαι· καὶ πρὸς τοῦτον ἀφεώρων καὶ προστάττοντος ἠκροῶντο καὶ κολάζοντος ἐκαρτέρουν, ὥστε τὴν παιδείαν εἶναι μελέτην εὐπειθείας. ἐπεσκόπουν δὲ οἱ πρεσβύτεροι παίζοντας αὐτούς, καὶ τὰ πολλὰ μάχας τινὰς ἐμβάλλοντες ἀεὶ καὶ φιλονεικίας, οὐ παρέργως κατεμάνθανον ὁποῖός ἐστι τὴν φύσιν ἕκαστος αὐτῶν πρὸς τὸ τολμᾶν καὶ μὴ φυγομαχεῖν ἐν ταῖς ἁμίλλαις.
他为各队挑选在判断力上出类拔萃、在战斗中最有气魄者作为队长;队员们视他为核心,听从他的命令,忍受他的惩戒,因此这种教育本身就是服从的操练。长老们也在孩子们玩耍时从旁视察,常常不断挑起某些打斗与争执,绝非草率地观察他们每一个人在竞赛中就果敢与不临阵退缩而言具有怎样的本性。
γράμματα μὲν οὖν ἕνεκα τῆς χρείας ἐμάνθανον ἡ δ’ ἄλλη πᾶσα παιδεία πρὸς τὸ ἄρχεσθαι καλῶς ἐγίνετο καὶ καρτερεῖν πονοῦντα καὶ νικᾶν μαχόμενον. διὸ καὶ τῆς ἡλικίας προερχομένης ἐπέτεινον αὐτῶν τὴν ἄσκησιν, ἐν χρῷ τε κείροντες καὶ βαδίζειν ἀνυποδήτους παίζειν τε γυμνοὺς ὡς τὰ πολλὰ συνεθίζοντες. γενόμενοι δὲ δωδεκαετεῖς ἄνευ χιτῶνος ἤδη διετέλουν, ἓν ἱμάτιον εἰς τὸν ἐνιαυτὸν λαμβάνοντες, αὐχμηροὶ τὰ σώματα καὶ λουτρῶν καὶ ἀλειμμάτων ἄπειροι· πλὴν ὀλίγας ἡμέρας τινὰς τοῦ ἐνιαυτοῦ τῆς τοιαύτης φιλανθρωπίας μετεῖχον.
至于读写,他们仅为了实际需要而学习,而其余的一切教育都是为了能良好地服从统御、耐受劳苦以及在战斗中获胜。因此,随着年龄的增长,便强化了对他们的训练,将其头发贴着头皮剪平,并使他们习惯于赤脚行走,且大多时候赤身裸体地玩耍。到了十二岁,他们便不再穿贴身短袍,一年只领取一件外衣,身体肮脏,不知沐浴和涂油为何物;只是在一年中的少数几天里,他们享有此等体恤关照。
ἐκάθευδον δὲ ὁμοῦ κατʼ ἴλην καὶ ἀγέλην ἐπὶ στιβάδων, ἃς αὑτοῖς συνεφόρουν, τοῦ παρὰ τὸν Εὐρώταν πεφυκότος καλάμου τὰ ἄκρα ταῖς χερσὶν ἄνευ σιδήρου κατακλάσαντες.4 ἐν δὲ τῷ χειμῶνι τοὺς λεγομένους λυκόφονας ὑπεβάλλοντο καὶ κατεμίγνυσαν ταῖς στιβάσι, θερμαντικὸν ἔχειν τι τῆς ὕλης δοκούσης.
他们按照小队和大队共同睡在自己收集而来的草席上,这些草席是用手不用铁器折断欧罗塔斯河畔生长的芦苇梢铺成的。在冬季,他们还在草席下铺上并混入被称为“狼杀草”的植物,因为这种植物被认为具有某种保暖的特性。
- 16.1τὸ δὲ γεννηθὲν οὐκ ἦν κύριος ὁ γεννήσας τρέφειν
句首的 τὸ γεννηθὲν 为宾格,是不定式 τρέφειν 的宾语,作为全句主题提前(倒装)。句子的主语是带冠词分词实质化的 ὁ γεννήσας(“生父”),谓语为 οὐκ ἦν κύριος(“无权/无决定权”,接不定式 τρέφειν)。
- 16.2ὡς οὔτε αὐτῷ ζῆν ἄμεινον ὂν οὔτε τῇ πόλει τὸ μὴ καλῶς εὐθὺς ἐξ ἀρχῆς πρὸς εὐεξίαν καὶ ῥώμην πεφυκός
由 ὡς 引导的绝对宾格结构,表示主观的理由或依据。中性分词 ὂν 与比较级形容词 ἄμεινον 构成非人称短语(相当于 ἄμεινον ἦν),其实质主语是后面的带冠词中性分词短语 τὸ μὴ καλῶς ... πεφυκός 连同不定式 ζῆν(“理由是:对于从一开始就未能向健康与强健健全发展的生命而言,活着对他自身和对城邦都毫无益处”)。
- 16.5ἄρχοντα δ’ αὑτοῖς παρίστατο τῆς ἀγέλης τὸν τῷ φρονεῖν διαφέροντα
中动相未完成过去时动词 παρίστατο 意为“指派/设立”,构成双重宾格:直接宾语是 τὸν τῷ φρονεῖν διαφέροντα...(“在判断力上出众者”),宾语补足语(谓语性宾格)是 ἄρχοντα ... τῆς ἀγέλης(“作为队伍的队长”)。αὑτοῖς 为利害与格。
- 16.7τοῦ παρὰ τὸν Εὐρώταν πεφυκότος καλάμου τὰ ἄκρα ταῖς χερσὶν ἄνευ σιδήρου κατακλάσαντες
τοῦ ... καλάμου 为部分属格,修饰分词 κατακλάσαντες 的直接宾语 τὰ ἄκρα(“折断生长在欧罗塔斯河畔芦苇的梢部”)。ταῖς χερσίν(“用手”)与 ἄνευ σιδήρου(“不借助铁器”)构成表方式和工具的状语修饰。
