- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:15.1-15.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕库古确立了惩罚单身者的法令,推行夜间隐秘结合的抢婚制度,并倡导优秀公民之间共享生育以繁育良嗣,使得斯巴达社会中的私通行为彻底绝迹。
ἦν μὲν οὖν καὶ ταῦτα παρορμητικὰ πρὸς γάμον λέγω δὲ τὰς πομπὰς τῶν παρθένων καὶ τὰς ἀποδύσεις καὶ τοὺς ἀγῶνας ἐν ὄψει τῶν νέων, ἀγομένων οὐ γεωμετρικαῖς, ἀλλʼ ἐρωτικαῖς, ὥς φησιν ὁ Πλάτων, ἀνάγκαις·1 οὐ μὴν ἀλλὰ καὶ ἀτιμίαν τινὰ προσέθηκε τοῖς ἀγάμοις. εἴργοντο γὰρ ἐν ταῖς γυμνοπαιδίαις τῆς θέας· τοῦ δὲ χειμῶνος οἱ μὲν ἄρχοντες αὑτοὺς ἐκέλευον ἐν κύκλῳ γυμνοὺς περιϊέναι τὴν ἀγοράν, οἱ δὲ περιϊόντες ᾖδον εἰς αὑτοὺς ᾠδήν τινα πεποιημένην, ὡς δίκαια πάσχοιεν, ὅτι τοῖς νόμοις ἀπειθοῦσι· τιμῆς δὲ καὶ θεραπείας ἣν νέοι πρεσβυτέροις παρεῖχον, ἐστέρηντο. ὅθεν καὶ τὸ πρὸς Δερκυλλίδαν ῥηθὲν οὐδεὶς ἐμέμψατο, καίπερ εὐδόκιμον ὄντα στρατηγόν. ἐπιόντι γὰρ αὐτῷ τῶν νεωτέρων τις ἕδρας οὐχ ὑπεῖξεν, εἰπών, οὐδὲ γὰρ ἐμοὶ σὺ τὸν ὑπείξοντα γεγέννηκας.
因此,这些做法也是对婚姻的促动——我指的是少女们的游行、赤身裸体以及在青年男子注视下的竞技;青年男子并非被柏拉图所说的几何必然性所驱使,而是被情爱的必然性所吸引。不仅如此,吕库古还对未婚者施加了某种耻辱处罚。因为他们被剥夺了观看裸体竞技节的资格;在冬季,长官们命令他们赤身裸体在集市中成圈绕行,绕行时他们还要唱着为嘲讽自己而作的歌,承认他们因违抗法律而遭受公正的惩罚;而且他们还被剥夺了青年人对长者所展现的尊敬与侍奉。因此,哪怕德尔居利达斯是一位功勋卓著的将领,也无人责备有人对他所说的话。因为当他走近时,一位年轻人并未给他让座,反而说道: “因为你也没有为我生下将来会给我让座的儿子。”
ἐγάμουν δὲ διʼ ἁρπαγῆς, οὐ μικρὰς Οὐδὲ ἀώρους πρὸς γάμον, ἀλλὰ καὶ ἀκμαζούσας καὶ πεπείρους. τὴν δὲ ἁρπασθεῖσαν ἡ νυμφεύτρια καλουμένη παραλαβοῦσα, τὴν μὲν κεφαλὴν ἐν χρῷ περιέκειρεν, ἱματίῳ δὲ ἀνδρείῳ καὶ ὑποδήμασιν ἐνσκευάσασα κατέκλινεν ἐπὶ στιβάδα μόνην ἄνευ φωτός. ὁ δὲ νυμφίος οὐ μεθύων Οὐδὲ θρυπτόμενος, ἀλλὰ νήφων, ὥσπερ ἀεί, δεδειπνηκὼς ἐν τοῖς φιδιτίοις, παρεισελθὼν ἔλυε τὴν ζώνην καὶ μετήνεγκεν ἀράμενος ἐπὶ τὴν κλίνην.
他们以劫夺的方式缔结婚姻,所抢的新娘既非幼小,亦非未到婚龄之辈,而是正当青春、完全成熟的女子。被称为“主婚妇”的女人接纳了被劫来的新娘后,将她的头发紧贴头皮剪短,给她换上男子的便袍和鞋履,让她独自一人无光地躺在草席上。新郎则既不酗酒,亦不放荡,而是如往常一样保持清醒,在公共会餐处用完餐后潜入房内,解开她的腰带,将她抱起移至床上。
συνδιατρίψας δὲ χρόνον οὐ πολὺν ἀπῄει κοσμίως οὗπερ εἰώθει τὸ πρότερον, καθευδήσων μετὰ τῶν ἄλλων νέων. καὶ τὸ λοιπὸν οὕτως ἔπραττε, τοῖς μὲν ἡλικιώταις συνδιημερεύων καὶ συναναπαυόμενος, πρὸς δὲ τὴν νύμφην κρύφα μετʼ εὐλαβείας φοιτῶν, αἰσχυνόμενος καὶ δεδοικὼς μή τις αἴσθοιτο τῶν ἔνδον, ἅμα καὶ τῆς νύμφης ἐπιτεχνωμένης καὶ συνευπορούσης ὅπως ἂν ἐν καιρῷ καὶ λανθάνοντες ἀλλήλοις συμπορεύοιντο.
在与她度过短暂时光后,他便举止得体地离去,回到他以前习惯就寝的地方,与其他年轻人同睡。此后他亦如此行事,白天与同龄人共同度日并一同休息,却谨慎而隐秘地探访新娘,深感羞怯并害怕被屋内任何人察觉;新娘亦同样巧妙设法并积极配合,以便他们能乘机在暗中相聚。
καὶ τοῦτο ἔπραττον οὐκ ὀλίγον χρόνον, ἀλλʼ ὥστε καὶ παῖδας γενέσθαι ἐνίοις πρὶν ἐς ἡμέραν θεάσασθαι τὰς ἑαυτῶν γυναῖκας, ἡ δὲ τοιαύτη σύνοδος οὐ μόνον ἐγκρατείας καὶ σωφροσύνης ἄσκησις ἦν, ἀλλὰ τοῖς τε σώμασι γονίμους καὶ τῷ φιλεῖν ἀεὶ καινοὺς καὶ προσφάτους ἦγεν ἐπὶ τὴν κοινωνίαν, οὐ διακορεῖς οὐδʼ ἐξιτήλους ταῖς ἀνέδην κοινωνίαις, ἀλλʼ ἀεὶ τι λείψανον καὶ ὑπέκκαυμα πόθου καὶ χάριτος ἐναπολείποντας ἀλλήλοις.
他们如此行事为时不短,以至于有些人甚至在白昼见到自己的妻子之前就已育有子女。这样的幽会不仅是对克制与节制的磨炼,而且使他们以利于繁育的体魄和永远保持新鲜炽热的爱慕之情步入结合,既不因放任的同居而生厌烦或冷淡,反而总是在彼此心中保留着渴望与温存的余温与火种。
τοσαύτην δὲ τοῖς γάμοις ἐπιστήσας αἰδῶ καὶ τάξιν, οὐδὲν ἧττον ἐξέβαλε τὴν κενὴν καὶ γυναικώδη ζηλοτυπίαν, ἐν καλῷ καταστήσας ὕβριν μὲν καὶ ἀναξίαν πᾶσαν εἴργειν ἀπὸ τοῦ γάμου, παίδων δὲ καὶ τεκνώσεως κοινωνεῖν τοῖς ἀξίοις, καταγελῶντας τῶν ὡς ἄμικτα καὶ ἀκοινώνητα ταῦτα μετιόντων σφαγαῖς καὶ πολέμοις.2
吕库古在婚姻中树立了如此高度的羞耻心与秩序,却同样彻底摒除了虚妄而妇人之见的嫉妒,将从婚姻中杜绝一切强横与失体、与优秀之士共享子女与繁育并嘲笑那些视之为不可混同与分享而诉诸杀戮与战争之人,确立为光荣之事。
ἐξῆν μὲν γὰρ ἀνδρὶ πρεσβυτέρῳ νέας γυναικός, εἰ δὴ τινα τῶν καλῶν καὶ ἀγαθῶν ἀσπάσαιτο νέων καὶ δοκιμάσειεν, εἰσαγαγεῖν παρʼ αὐτὴν καὶ πλήσαντα γενναίου σπέρματος ἴδιον αὑτοῖς ποιήσασθαι τὸ γεννηθέν. ἐξῆν δὲ πάλιν ἀνδρὶ χρηστῷ, τῶν εὐτέκνων τινὰ καὶ σωφρόνων θαυμάσαντι γυναικῶν ἑτέρῳ γεγαμημένην, πεῖσαι τὸν ἄνδρα συνελθεῖν, ὥσπερ ἐν χώρᾳ, καλλικάρπῳ φυτεύοντα καὶ ποιούμενον παῖδας ἀγαθούς, ἀγαθῶν ὁμαίμους καὶ συγγενεῖς ἐσομένους.
因为一位娶了年轻妻子的年长男子,若看重并认可某位优秀的杰出青年,便可被允许将其引荐给妻子,在借由高贵的种子使其怀孕后,将生下的孩子当作自己的后代。反之,一位品行端正的男子若仰慕一位已嫁于他人且多子而端庄的妇女,亦可说服其丈夫允许自己与她同房,如同在丰沃的土地上耕耘播种,生下优秀的子嗣,使之成为优秀之人的血亲与同族。
πρῶτον μὲν γάρ οὐκ ἰδίους ἡγεῖτο τῶν πατέρων τοὺς παῖδας, ἀλλὰ κοινοὺς τῆς πόλεως ὁ Λυκοῦργος, ὅθεν οὐκ ἐκ τῶν τυχόντων, ἀλλʼ ἐκ τῶν ἀρίστων ἐβούλετο γεγονότας εἶναι τοὺς πολίτας. ἔπειτα πολλὴν ἀβελτερίαν καὶ τῦφον ἐνεώρα τοῖς περὶ ταῦτα τῶν ἄλλων νομοθετήμασιν, οἳ κύνας μὲν καὶ ἵππους ὑπὸ τοῖς κρατίστοις τῶν ὀχείων βιβάζουσι χάριτι πείθοντες ἢ μισθῷ τοὺς κυρίους, τὰς δὲ γυναῖκας ἐγκλεισάμενοι φρουροῦσιν, ἐξ αὐτῶν μόνων τίκτειν ἀξιοῦντες, κἂν ἄφρονες ὦσι, κἂν παρήλικες, κἂν νοσώδεις, ὡς οὐχὶ πρώτοις τοῖς κεκτημένοις καὶ τρέφουσι τῶν παίδων γινομένων πονηρῶν,3 ἐὰν ἐκ πονηρῶν γένωνται, καὶ τοὐναντίον χρηστῶν, ἂν τοιαύτης τύχωσι γενέσεως, ταῦτα δὲ οὕτως πραττόμενα φυσικῶς καὶ πολιτικῶς τότε τοσοῦτον ἀπεῖχε τῆς ὕστερον λεγομένης γενέσθαι περὶ τὰς γυναῖκας εὐχερείας ὥστε ὅλως ἄπιστον εἶναι τὸ τῆς μοιχείας παρʼ αὑτοῖς. καὶ λόγος ἀπομνημονεύεται Γεράδα τινὸς Σπαρτιάτου τῶν σφόδρα παλαιῶν, ὃς ἐρωτηθεὶς ὑπὸ ξένου τί πάσχουσιν οἱ μοιχοὶ παρʼ αὑτοῖς, εἶπεν· ὦ ξένε, οὐδεὶς γίνεται μοιχὸς παρʼ ἡμῖν. ἐκείνου δὲ ὑπολαβόντος, ἐὰν οὖν γένηται; ταῦρον, ἔφη ὁ Γεράδας, ἐκτίνει μέγαν, ὃς ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα πίεται. θαυμάσαντος δ’ ἐκείνου καὶ φήσαντος· πῶς δὲ ἂν γένοιτο βοῦς τηλικοῦτος; γελάσας ὁ Γεράδας, πῶς δ’ ἄν, ἔφη, ἐν Σπάρτῃ μοιχὸς γένοιτο; ταῦτα μὲν οὖν ἱστόρηται περὶ τῶν γάμων.
因为首先,吕库古认为孩子并非父亲的私产,而是城邦共有的财产,因此他希望公民不是由随随便便之人所生,而是源自最优秀者。其次,他看到其他人在这些事情上的法律充满了愚蠢与虚妄:他们为了犬和马,以人情或金钱说服牲畜主人,用最健壮的种兽交配,却将妻子深锁看管,坚决要求仅由自己生育,哪怕自己愚昧、衰老或多病,仿佛若生自恶劣的血统,子女变质首先危害的不是拥有并抚养他们的父母;反之若得自优良的渊源,获益的亦非他们自己一样。当时以这种合乎自然且合乎城邦体制的方式推行的做法,与后来传说的妇女放荡行为完全不可同日而语,以至于在他们当中私通之事根本令人难以置信。甚至流传着一位极为古老的斯巴达人杰拉达斯的故事:当一位外邦人询问他私通者在他们那里会受到何种惩罚时,他回答道: “外邦的客人啊,在我们这里没有一个人会成为私通者。” 那人接着追问道: “那假使真的有人私通呢?” “他得赔偿一头巨牛,”杰拉达斯说,“一头伸长脖子越过塔伊盖托斯山,就能喝到埃夫罗塔斯河之水的大公牛。” 外邦人惊奇地说道: “世上怎能有如此巨大的牛?” 杰拉达斯笑着说: “那么在斯巴达, 又怎能有私通者呢?” 以上便是关于婚姻所记载的事迹。
- 15.1ἀγομένων οὐ γεωμετρικαῖς, ἀλλʼ ἐρωτικαῖς, ὥς φησιν ὁ Πλάτων, ἀνάγκαις
独立属格结构。其逻辑主语为前文的 τῶν νέων,说明青年男子被促动的方式与原因:正如柏拉图《理想国》(458d)中所述,并非出于几何学(逻辑)上的必然性,而是出于情爱的必然性。
- 15.6καταγελῶντας τῶν ὡς ἄμικτα καὶ ἀκοινώνητα ταῦτα μετιόντων σφαγαῖς καὶ πολέμοις
分词 καταγελῶντας 为阳性复数宾格,属于破格接续(anacoluthon),其在语义上呼应前文不定式 εἴργειν 与 κοινωνεῖν 的隐含逻辑主语(即斯巴达全体男性公民),作伴随状语,意为“嘲笑那些……的人”。
- 15.9ὡς οὐχὶ πρώτοις τοῖς κεκτημένοις καὶ τρέφουσι τῶν παίδων γινομένων πονηρῶν
由 ὡς 引导的独立属格结构(τῶν παίδων γινομένων πονηρῶν)。借助反诘否定词 οὐχί 揭示并批判其他立法者的主观错误假定(“仿佛劣质的后代变坏首先受害的不是……”)。
