- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:14.1-14.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了吕库古对女子体育教育和生育制度的安排,包括少女公开进行的竞技与歌舞、对青年男子的劝勉激励,以及裸身习俗所培养的崇高气概与自豪感。
τῆς δὲ παιδείας, ἣν μέγιστον ἡγεῖτο τοῦ νομοθέτου καὶ κάλλιστον ἔργον εἶναι, πόρρωθεν ἀρχόμενος εὐθὺς ἐπεσκόπει τὰ περὶ τοὺς γάμους καὶ τὰς γενέσεις, οὐ γάρ, ὡς Ἀριστοτέλης φησίν, ἐπιχειρήσας σωφρονίζειν τὰς γυναῖκας, ἐπαύσατο μὴ κρατῶν τῆς πολλῆς ἀνέσεως καὶ γυναικοκρατίας διὰ τὰς πολλὰς στρατείας τῶν ἀνδρῶν, ἐν αἷς ἠναγκάζοντο κυρίας ἀπολείπειν ἐκείνας, καὶ διὰ τοῦτο μᾶλλον τοῦ προσήκοντος αὐτὰς ἐθεράπευον καὶ δεσποίνας προσηγόρευον ἀλλὰ καὶ τούτων τὴν ἐνδεχομένην ἐπιμέλειαν ἐποιήσατο.1
关于教育,吕库古认为这是立法者最重大且最崇高的事业,他从源头抓起,立即考察了有关婚姻与生育的事宜。因为并非如亚里士多德所言,他在试图约束妇女之后,因男子屡次出征而无法抑制她们极度的放任和女性统治(在出征期间,男子不得不将她们留在家中作主,因此对她们的侍奉超过了适度的分寸,并称呼她们为女主宰),于是就此作罢;相反,他对妇女同样倾注了尽可能周全的关照。
τὰ μέν γε σώματα τῶν παρθένων δρόμοις καὶ πάλαις καὶ βολαῖς δίσκων καὶ ἀκοντίων διεπόνησεν, ὡς ἥ τε τῶν γεννωμένων ῥίζωσις ἰσχυρὰν ἐν ἰσχυροῖς σώμασιν ἀρχὴν λαβοῦσα βλαστάνοι βέλτιον, αὐταί τε μετὰ ῥώμης τοὺς τόκους ὑπομένουσαι καλῶς ἅμα καὶ ῥᾳδίως ἀγωνίζοιντο πρὸς τὰς ὠδῖνας. ἀφελὼν δὲ θρύψιν καὶ σκιατραφίαν καὶ θηλύτητα πᾶσαν οὐδὲν ἧττον εἴθισε τῶν κόρων τὰς κόρας γυμνάς τε πομπεύειν καὶ πρὸς ἱεροῖς τισιν ὀρχεῖσθαι καὶ ἄδειν τῶν νέων παρόντων καὶ θεωμένων.
实际上,他让少女们通过赛跑、摔跤以及投掷铁饼和标枪来锻炼身体,以便使后代的胚芽在健壮的母体中获得坚实的基础而茁壮成长,也使少女们自身能够凭借体力承受分娩,从而良好而轻松地与阵痛抗争。他清除了娇柔、深闺蓄养和一切脂粉柔弱之气,使少女们同年轻男子一样,习惯于赤身列队游行,并在青年男子在场注视下于特定祭仪中起舞歌唱。
ἔστι δὲ ὅτε καὶ σκώμματα λέγουσαι πρὸς ἕκαστον εὐχρήστως ἐπελαμβάνοντο τῶν ἁμαρτανομένων καὶ πάλιν εἰς τοὺς ἀξίους αὐτῶν ἐγκώμια μετʼ ᾠδῆς πεποιημένα διεξιοῦσαι, φιλοτιμίαν πολλὴν καὶ ζῆλον ἐνεποίουν τοῖς νεανίσκοις, ὁ γάρ ἐγκωμιασθεὶς ἐπʼ ἀνδραγαθίᾳ καὶ κλεινὸς ἐν ταῖς παρθένοις γεγονὼς ἀπῄει μεγαλυνόμενος ὑπὸ τῶν ἐπαίνων αἱ δὲ μετὰ παιδιᾶς καὶ σκωμμάτων δήξεις οὐδὲν ἀμβλύτεραι τῶν μετὰ σπουδῆς νουθετημάτων ἦσαν, ἅτε δὴ πρὸς τὴν θέαν ὁμοῦ τοῖς ἄλλοις πολίταις καὶ τῶν βασιλέων καὶ τῶν γερόντων συμπορευομένων.
有时,她们还针对每个人说些戏谑的话,得当地指责他们的过错;反之,又对那些当之无愧者唱出谱写成的赞歌,在青年男子中激起极大的求名心与竞争心。因为凡因勇敢而受到称赞并在少女中扬名之人,都会带着被夸赞的骄傲离去;而那些伴随着玩笑与讽喻的刺痛,其效果也丝毫不见得逊色于严肃的训诫,因为国王们与长老们也同其他公民一道前来观看这番景象。
ἡ δὲ γύμνωσις τῶν παρθένων οὐδὲν αἰσχρὸν εἶχεν, αἰδοῦς μὲν παρούσης, ἀκρασίας δὲ ἀπούσης, ἀλλʼ ἐθισμὸν ἀφελῆ καὶ ζῆλον εὐεξίας ἐνειργάζετο, καὶ φρονήματος τὸ θῆλυ παρέγευεν οὐκ ἀγεννοῦς, ὡς μηδὲν ἧττον αὐτῷ καὶ ἀρετῆς καὶ φιλοτιμίας μετουσίαν οὖσαν.2 ὅθεν αὐταῖς καὶ λέγειν ἐπῄει καὶ φρονεῖν οἷα καὶ περὶ Γοργοῦς ἱστόρηται τῆς Λεωνίδου γυναικός, εἰπούσης γάρ τινος, ὡς ἔοικε, ξένης πρὸς αὐτὴν ὡς μόναι τῶν ἀνδρῶν ἄρχετε ὑμεῖς αἱ Λάκαιναι, μόναι γάρ, ἔφη, τίκτομεν ἄνδρας.
少女们的赤身裸体毫无可耻之处,因为端庄常在而放纵无存;反而培育了纯朴的习尚与对体魄健美的追求,并让女性体会到了崇高的志气,使她们感到自己同样有分于美德与荣誉心。因此她们才会说出并想到如莱奥尼达斯之妻戈尔戈的传闻那般的话。当时据说有一位异邦妇人对她说:“唯有你们拉科尼亚妇女统治着男子,” “因为,”她回答道,“唯有我们生出真正的男子汉。”
- 14.1οὐ γάρ, ὡς Ἀριστοτέλης φησίν, ἐπιχειρήσας σωφρονίζειν τὰς γυναῖκας, ἐπαύσατο μὴ κρατῶν... ἀλλὰ καὶ τούτων τὴν ἐνδεχομένην ἐπιμέλειαν ἐποιήσατο
句首的否定词 οὐ 否定与其距离较远的主动词 ἐπαύσατο,并与后文的 ἀλλὰ καί...(相反,不仅……而且……)呼应,构成“并非如……所言半途而废,而是予以妥善关照”的骨架。这是普鲁塔克针对亚里士多德在《政治学》中所持观点(即吕库古曾试图约束妇女却因遭遇阻力而放弃)所作的直接反驳。由于插入了长篇的分词短语和关系从句,读者需要注意 οὐ 与 ἐπαύσατο 之间的统辖关系。
- 14.4ὡς μηδὲν ἧττον αὐτῷ καὶ ἀρετῆς καὶ φιλοτιμίας μετουσίαν οὖσαν
由 ὡς 引导的宾格绝对结构(accusative absolute)。名词 μετουσία(与非人称动词 μετέστι 相应,支配与格和属格,意为“分享/有分于”)作主语,分词 οὖσαν 与其一致。该短语依附于主句动词 παρέγευεν,表示当事者主观上的认识与确信,即女性自身(αὐτῷ = τῷ θήλει)同样享有美德与荣誉心。
