← 普鲁塔克

莱库古传

§13.1-13.6

禁止成文法与三条瑞特拉

普鲁塔克记述了吕库古的三条“瑞特拉”的要旨与历史例证,即不立成文法、禁止建筑奢华,以及禁止频繁攻打同一敌人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

νόμους δὲ γεγραμμένους ὁ Λυκοῦργος οὐκ ἔθηκεν, ἀλλὰ μία τῶν καλουμένων ῥητρῶν ἔστιν αὕτη. τὰ μὲν γάρ κυριώτατα καὶ μέγιστα πρὸς εὐδαιμονίαν πόλεως καὶ ἀρετήν, ἐν τοῖς ἤθεσιν ᾤετο καὶ ταῖς ἀγωγαῖς τῶν πολιτῶν ἐγκατεστοιχειωμένα, μένειν ἀκίνητα καὶ βέβαια, ἔχοντα τὴν προαίρεσιν δεσμὸν ἰσχυρότερον τῆς ἀνάγκης, ἣν ἡ παίδευσις ἐμποιεῖ τοῖς νέοις,1 νομοθέτου διάθεσιν ἀπεργαζομένη περὶ ἕκαστον αὐτῶν.

吕库古并没有制定成文法律;所谓的“瑞特拉”之一便是如此。因为他认为,对于城邦的福祉与德行而言最为关键和重大的事情,一旦牢固地根植于公民的品性与生活习俗之中,便能保持不可动摇且稳固持久,具有比强制力更为坚固的自决意愿作为纽带;正是这种意愿由教育灌输给年轻人,使他们每个人身上都产生出立法者的心智与气度。

§13.2

τὰ δὲ μικρὰ καὶ χρηματικὰ συμβόλαια2 καὶ μεταπίπτοντα ταῖς χρείαις ἄλλοτε ἄλλως, βέλτιον ἦν μὴ καταλαμβάνειν ἐγγράφοις ἀνάγκαις μηδὲ ἀκινήτοις ἔθεσιν, ἀλλʼ ἐᾶν ἐπὶ τῶν καιρῶν, προσθέσεις λαμβάνοντα καὶ ἀφαιρέσεις, ἃς ἂν οἱ πεπαιδευμένοι δοκιμάσωσι. τὸ γὰρ ὅλον καὶ πᾶν τῆς νομοθεσίας ἔργον εἰς τὴν παιδείαν ἀνῆψε.

另一方面,对于细小的金钱契约以及随需求而随时变化的事务,他认为最好不要用文字的强制力或不可变更的习俗去拘束它们,而是留由时势裁决,允许它们接受受过教育者所认可的增添与删减。因为他把立法的全部事业彻底系于教育之上。

§13.3

μία μὲν οὖν τῶν ῥητρῶν ἦν, ὥσπερ εἴρηται, μὴ χρῆσθαι νόμοις ἐγγράφοις. ἑτέρα δὲ πάλιν κατὰ τῆς πολυτελείας, ὅπως οἰκία πᾶσα τὴν μὲν ὀροφὴν ἀπὸ πελέκεως εἰργασμένην ἔχῃ, τὰς δὲ θύρας ἀπὸ πρίονος μόνου καὶ μηδενὸς τῶν ἄλλων ἐργαλείων, ὅπερ γάρ ὕστερον Ἐπαμεινώνδαν εἰπεῖν λέγουσιν3 ἐπὶ τῆς ἑαυτοῦ τραπέζης, ὡς τὸ τοιοῦτον ἄριστον οὐ χωρεῖ προδοσίαν, τοῦτο πρῶτος ἐνόησε Λυκοῦργος, ὡς οἰκία τοιαύτη τρυφὴν οὐ χωρεῖ καὶ πολυτέλειαν, οὐδʼ ἔστιν οὐδεὶς οὕτως ἀπειρόκαλος καὶ ἀνόητος ὥστε εἰς οἰκίαν ἀφελῆ καὶ δημοτικὴν εἰσφέρειν κλίνας ἀργυρόποδας καὶ στρωμνὰς ἁλουργεῖς καὶ χρυσᾶς κύλικας καὶ τὴν τούτοις ἑπομένην πολυτέλειαν, ἀλλʼ ἀνάγκη συναρμόζεσθαι καὶ συνεξομοιοῦν τῇ μὲν οἰκίᾳ τὴν κλίνην, τῇ δὲ κλίνῃ τὴν ἐσθῆτα, ταύτῃ δὲ τὴν ἄλλην χορηγίαν καὶ κατασκευήν.

因此,正如前述,“瑞特拉”之一便是不采用成文法律;另一条则是针对奢靡,规定每一所房屋的屋顶只能用斧头加工,门扇只能用锯子制成而不得使用任何其他工具。因为正如后人传说伊巴密浓达论及自己的餐桌时所言“这般的午餐容不下背叛”,吕库古最先领会到了这一点:这般的房屋容不下放纵与奢靡。也没有人会如此粗俗愚笨,竟把银脚床榻、紫红垫褥、金制杯皿以及随之而来的奢华器物搬进简朴大众的屋子里;相反,人们不得不使事物相互协调、彼此适应:使床榻与房屋相称,衣物与床榻相称,其他用具与陈设再与衣物相称。

§13.5

ἐκ δὲ ταύτης τῆς συνηθείας φασὶ καὶ Λεωτυχίδην τὸν πρεσβύτερον ἐν Κορίνθῳ δειπνοῦντα, καὶ θεασάμενον τῆς στέγης τοῦ οἴκου τὴν κατασκευὴν πολυτελῆ καὶ φατνωματικήν, ἐρωτῆσαι τὸν ξένον εἰ τετράγωνα παρʼ αὐτοῖς τὰ ξύλα φύεται. τρίτην δὲ ῥήτραν διαμνημονεύουσι τοῦ Λυκούργου, τὴν κωλύουσαν ἐπὶ τοὺς αὐτοὺς πολεμίους πολλάκις στρατεύειν, ἵνα μὴ πολλάκις ἀμύνεσθαι συνεθιζόμενοι πολεμικοὶ γένωνται.

据说正因这种风尚,年长的列奥提基德斯在科林斯赴宴时,见到该房屋的天花板结构豪华且带有格顶雕饰,便问主人在他们那里木材是否长成四方形。 人们还记述了吕库古的第三条“瑞特拉”,它禁止频繁向同一个敌人出征,以免对方因频繁被迫防卫而习惯成自然,从而变得精通战事。

§13.6

καὶ τοῦτὸ γε μάλιστα κατηγοροῦσιν Ἀγησιλάου τοῦ βασιλέως ὕστερον, ὡς ταῖς συνεχέσι καὶ πυκναῖς εἰς τὴν Βοιωτίαν ἐμβολαῖς καὶ στρατείαις τοὺς Θηβαίους ἀντιπάλους τοῖς Λακεδαιμονίοις κατασκευάσαντος, διὸ καὶ τετρωμένον αὐτὸν ἰδὼν Ἀνταλκίδας, καλά, ἔφη, τὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους αὐτοὺς μηδὲ εἰδότας μάχεσθαι διδάξας. τὰ μὲν οὖν τοιαῦτα νομοθετήματα ῥήτρας ὠνόμασεν, ὡς παρὰ τοῦ θεοῦ κομιζόμενα καὶ χρησμοὺς ὄντα.

后人对阿格西劳斯国王最大的指责也恰在于此,指责他接连不断地向维奥蒂亚发动侵袭与远征,把底比斯人磨砺成了斯巴达人的劲敌;因此安塔尔基达斯见他负伤,“好一笔”便道,“学费啊,你正从底比斯人那里收取,你教会了他们作战,而他们原本既不情愿也不会作战。” 吕库古因此将这类的立法命名为“瑞特拉”,认为它们来自神明且本就是神谕。

语法注3 条
  1. 13.1ἣν ἡ παίδευσις ἐμποιεῖ τοῖς νέοις

    关系代名词 ἣν(阴性单数宾格)的先行词是前面的 προαίρεσιν(自决意愿/抉择),而非紧邻的 ἀνάγκης(强制)。此处强调的是由教育(παίδευσις)所培养的内在自律道德意愿(προαίρεσις),以与外在强制约束(ἀνάγκη)相对立;这也与后文分词短语“产生出立法者的心智(νομοθέτου διάθεσιν ἀπεργαζομένη)”相呼应。

  2. 13.2τὰ δὲ μικρὰ καὶ χρηματικὰ συμβόλαια

    句首的 τὰ δὲ μικρὰ καὶ χρηματικὰ συμβόλαια(中性复数宾格)是不定式 καταλαμβάνειν 的直接宾语被前置(主题化)到主句之前的结构。全句的核心框架是非人称结构 βέλτιον ἦν(“更好的是……”),统辖不定式短语 μὴ καταλαμβάνειν ... ἀλλʼ ἐᾶν,后文的分词 λαμβάνοντα 亦作中性复数宾格与 συμβόλαια 保持一致。

  3. 13.3ὅπερ γάρ ὕστερον Ἐπαμεινώνδαν εἰπεῖν λέγουσιν

    由 ὅπερ ... τοῦτο(“人们传说……的同一件事,吕库古最先领会到了”)构成的相关倒装句结构。在关系代词 ὅπερ 引导的从句内部,嵌套了引用伊巴密浓达言论的“宾格加不定式”间接引语(Ἐπαμεινώνδαν εἰπεῖν λέγουσιν)及其由 ὡς 引导的引语从句;主句中的指示代词 τοῦτο 亦平行地由另一个 ὡς 从句(ὡς οἰκία τοιαύτη...)加以具体说明,形成工整的对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:13.1-13.6