- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:12.1-12.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了斯巴达公共会餐(菲迪蒂亚)的名称词源、编组人数、每月交纳的物资及严格的出席规定。接着叙述了少年在会餐中的教化过程、吸收新成员的面包心投票法、著名的黑肉汤轶事以及夜间行进的规矩。
τὰ δὲ συσσίτια Κρῆτες μὲν ἀνδρεῖα, Λακεδαιμόνιοι δὲ φιδίτια προσαγορεύουσιν, εἴτε ὡς φιλίας καὶ φιλοφροσύνης ὑπαρχόντων, ἀντὶ τοῦ λ τὸ δ λαμβάνοντες, εἴτε ὡς πρὸς εὐτέλειαν καὶ φειδὼ συνεθιζόντων.1 οὐδὲν δὲ κωλύει καὶ τὸν πρῶτον ἔξωθεν ἐπικεῖσθαι φθόγγον,2 ὥσπερ ἔνιοί φασιν, ἐδιτίων παρὰ τὴν δίαιταν καὶ τὴν ἐδωδὴν λεγομένων.
公共会餐被克里特人称为“安德雷亚”(男子之宴),斯巴达人则称之为“菲迪蒂亚”,这或是因为它们促进友谊与和善(取“菲利亚”与“菲洛弗罗苏涅”之义,以字母delta代替了lambda),或是因为它们使人习惯于节俭与精打细算。另外,正如某些人所说,就算原本因伙食与进餐而称为“埃迪蒂亚”,从外部加上了第一个发音,也未尝不可。
συνήρχοντο δὲ ἀνὰ πεντεκαίδεκα καὶ βραχεῖ τούτων ἐλάττους ἢ πλείους. ἔφερε δὲ ἕκαστος κατὰ μῆνα τῶν συσσίτων ἀλφίτων μέδιμνον, οἴνου χόας ὀκτώ, τυροῦ πέντε μνᾶς, σύκων ἡμιμναῖα πέντε, πρὸς δὲ τούτοις εἰς ὀψωνίαν μικρόν τι κομιδῇ νομίσματος· ἄλλως δὲ καὶ θύσας τις ἀπαρχὴν καὶ θηρεύσας μέρος ἔπεμψεν εἰς τὸ συσσίτιον. ἐξῆν γὰρ οἴκοι δειπνεῖν ὁπότε θύσας τις ἢ κυνηγῶν ὀψίσειε,3 τοὺς δὲ ἄλλους ἔδει παρεῖναι.
他们大约每十五人聚在一起,或者比这略少或略多几人。会餐成员每人每月交纳一麦狄姆诺斯大麦粉、八荷厄斯葡萄酒、五明纳奶酪、五半明纳无花果,此外还交纳极少量的钱币以供购买副食。此外,若有人献祭初熟之物或外出打猎,也要把一份送到会餐处;因为如果有人因献祭或打猎而迟到,是允许在家中用餐的,但其余的人则必须到场。
καὶ μέχρι γε πολλοῦ τὰς συσσιτήσεις ἀκριβῶς διεφύλαττον. Ἄγιδος γοῦν τοῦ βασιλέως, ὡς ἐπανῆλθεν ἀπὸ τῆς στρατείας καταπεπολεμηκὼς Ἀθηναίους, βουλομένου παρὰ τῇ γυναικὶ δειπνεῖν καὶ μεταπεμπομένου τὰς μερίδας, οὐκ ἔπεμψαν οἱ πολέμαρχοι, τοῦ δὲ μεθʼ ἡμέραν ὑπʼ ὀργῆς μὴ θύσαντος4 ἣν ἔδει θυσίαν, ἐζημίωσαν αὐτόν.
在很长的一段时期内,他们都严格恪守这种会餐制度。比如阿吉斯国王在击败雅典人从战场凯旋时,希望能与妻子一同进餐而差人去取自己的那份伙食,军政长官们竟未予发给;第二天国王因怒未行所当行的祭礼,他们便对其处以罚款。
εἰς δὲ τὰ συσσίτια καὶ παῖδες ἐφοίτων, ὥσπερ εἰς διδασκαλεῖα σωφροσύνης ἀγόμενοι, καὶ λόγων ἠκροῶντο πολιτικῶν καὶ παιδευτὰς ἐλευθερίας ἑώρων, αὐτοί τε παίζειν εἰθίζοντο καὶ σκώπτειν ἄνευ βωμολοχίας καὶ σκωπτόμενοι μὴ δυσχεραίνειν. σφόδρα γάρ ἐδόκει καὶ τοῦτο Λακωνικὸν εἶναι, σκώμματος ἀνέχεσθαι μὴ φέροντα δὲ ἐξῆν παραιτεῖσθαι, καὶ ὁ σκώπτων ἐπέπαυτο.
孩童们也经常出入这些会餐处,如同被带进修养节制的学堂;他们倾听政治讨论,目睹自由的导师,自己也习惯于不带粗俗下流地开玩笑与互相打趣,并在被取笑时不生怨怒。因为忍受戏谑在当时也被看作是极具拉科尼亚风尚之事;如果有人承受不住,亦可请求宽恕,开玩笑者便会作罢。
τῶν δ’ εἰσιόντων ἑκάστῳ δείξας ὁ πρεσβύτατος τὰς θύρας, διὰ τούτων φησίν, ἔξω λόγος οὐκ ἐκπορεύεται δοκιμάζεσθαι δὲ τὸν βουλόμενον τοῦ συσσιτίου μετασχεῖν οὕτω φασί. λαβὼν τῶν συσσίτων ἕκαστος ἀπομαγδαλίαν εἰς τὴν χεῖρα, τοῦ διακόνου φέροντος ἀγγεῖον ἐπὶ τῆς κεφαλῆς, ἔβαλλε σιωπῇ καθάπερ ψῆφον, ὁ μὲν δοκιμάζων ἁπλῶς, ὁ δ’ ἐκκρίνων σφόδρα τῇ χειρὶ πιέσας.
对于每一个走入室内的人,最年长者便指着大门,“穿过这里,”他说,“话语不得流传到外面。” 据说想要加入会餐的人是这样接受审查的:每位会餐者手中拿一团面包心,趁侍从将器皿顶在头上走过时,如同投选票一般无声地扔进去;赞成的人直接投下,而反对的人则用手将其捏扁后再投。
ἡ γὰρ πεπιεσμένη τὴν τῆς τετρημένης ἔχει δύναμιν. κἂν μίαν εὕρωσι τοιαύτην, οὐ προσδέχονται τὸν ἐπεισιόντα, βουλόμενοι πάντας ἡδομένους ἀλλήλοις συνεῖναι. τὸν δὲ οὕτως ἀποδοκιμασθέντα κεκαδδίσθαι λέγουσι· κάδδιχος γὰρ καλεῖται τὸ ἀγγεῖον εἰς ὃ τὰς ἀπομαγδαλίας ἐμβάλλουσι, τῶν δὲ ὄψων εὐδοκίμει μάλιστα παρʼ αὐτοῖς ὁ μέλας ζωμός, ὥστε μηδὲ κρεαδίου δεῖσθαι τοὺς πρεσβυτέρους, ἀλλὰ παραχωρεῖν τοῖς νεανίσκοις, αὐτοὺς δὲ τοῦ ζωμοῦ καταχεομένους ἑστιᾶσθαι.
因为捏扁的面包心相当于中间打孔的选票。哪怕他们只找到一个这样的面包心,也不会接纳申请者,因为他们希望所有在一起聚会的人都能彼此感到合意欢愉。人们称这样被否决的人为“被卡迪科斯排除者”;因为他们投入面包心的器皿就叫作“卡迪科斯”。在各道菜肴中,他们最推崇黑肉汤,以致年长者甚至不需要肉块,而是让给年轻人,自己只盛肉汤来享用。
λέγεται δέ τινα τῶν Ποντικῶν βασιλέων ἕνεκα τοῦ ζωμοῦ καὶ πρίασθαι Λακωνικὸν μάγειρον εἶτα γευσάμενον δυσχερᾶναι· καὶ τὸν μάγειρον εἰπεῖν ὦ βασιλεῦ, τοῦτον δεῖ τὸν ζωμὸν ἐν τῷ Εὐρώτᾳ λελουμένους ἐποψᾶσθαι.5 πιόντες δὲ μετρίως ἀπίασι δίχα λαμπάδος, οὐ γάρ ἔξεστι πρὸς φῶς βαδίζειν, οὔτε ταύτην οὔτε ἄλλην ὁδόν, ὅπως ἐθίζωνται σκότους καὶ νυκτὸς εὐθαρσῶς καὶ ἀδεῶς ὁδεύειν. τὰ μὲν οὖν συσσίτια τοιαύτην ἔχει τάξιν.
据说本都的一位国王曾为了这肉汤买下一个拉科尼亚厨子,尝了之后却大为嫌恶;厨子于是说道: “大王啊,享用这种肉汤,必须先在欧罗塔斯河里洗过澡才行。” 他们节制地饮酒后便在没有火把的情况下散去;因为无论是走这条路还是走别的路,都不允许借助光亮行走,好让他们习惯于在黑暗与夜色中勇毅无惧地跋涉。公共会餐的规章大体便是如此。
- 12.1εἴτε ὡς φιλίας καὶ φιλοφροσύνης ὑπαρχόντων... εἴτε ὡς πρὸς εὐτέλειαν καὶ φειδὼ συνεθιζόντων
由 ὡς 引导的两个属格绝对结构通过 εἴτε... εἴτε 并列,提供了该名称由来的两种推测理由。其逻辑主语(τῶν συσσιτίων,即公共会餐)需根据上下文补出。前者认为名称源自 φιλία / φιλοφροσύνη(友谊与友好),后者认为源自 φειδώ(节俭)。
- 12.1οὐδὲν δὲ κωλύει καὶ τὸν πρῶτον ἔξωθεν ἐπικεῖσθαι φθόγγον
非人称结构 οὐδὲν κωλύει 后接宾格不定式(以 τὸν πρῶτον φθόγγον 为主语,ἐπικεῖσθαι 为不定式),意为“没有任何妨碍……第一个发音是从外部附加的”。随后的 λεγομένων 亦为属格绝对结构,解释了第三种词源解释(ἐδίτια)。
- 12.2ὁπότε θύσας τις ἢ κυνηγῶν ὀψίσειε
由 ὁπότε 搭配希求法(ὀψίσειε)构成的过去重复从句(“每当有人因献祭或打猎而迟到时”)。它与主句的未完成过去时 ἐξῆν 呼应,表示过去经常性发生的被允许行为。
- 12.3Ἄγιδος γοῦν τοῦ βασιλέως... βουλομένου... καὶ μεταπεμπομένου... τοῦ δὲ μεθʼ ἡμέραν... μὴ θύσαντος
该句由属格绝对结构(Ἄγιδος τοῦ βασιλέως 带 βουλομένου 和 μεταπεμπομένου)起首,随后为主句 οὐκ ἔπεμψαν οἱ πολέμαρχοι;紧接着又是另一个属格绝对结构(τοῦ δὲ ... μὴ θύσαντος),并引出最终的主动词 ἐζημίωσαν αὐτόν。两组属格绝对结构分别说明了引发长官们行动的事由。
- 12.7τοῦτον δεῖ τὸν ζωμὸν ἐν τῷ Εὐρώτᾳ λελουμένους ἐποψᾶσθαι
非人称动词 δεῖ 统辖不定式 ἐποψᾶσθαι,其逻辑主语为完成时分词宾格复数 λελουμένους,用作泛指:“人在欧罗塔斯河中洗沐之后,方能品味此肉汤”。
