← 普鲁塔克

莱库古传

§11.1-11.4

阿尔坎德罗斯击伤吕库古与受到感化

因共餐制度引起富人暴动,青年阿尔坎德罗斯用手杖击伤吕库古的眼睛;吕库古并未严惩他,而是命其服侍自己,最终以德行将他感化为一位有教养的君子。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

διὸ καὶ μάλιστά φασι τῷ Λυκούργῳ πρὸς τοῦτο τὸ πολίτευμα χαλεποὺς γενέσθαι τοὺς εὐπόρους, καὶ συστάντας ἐπʼ αὐτὸν ἀθρόους καταβοᾶν καὶ ἀγανακτεῖν τέλος δὲ βαλλόμενος ὑπὸ πολλῶν ἐξέπεσε τῆς ἀγορᾶς δρόμῳ. καὶ τοὺς μὲν ἄλλους ἔφθασεν εἰς ἱερὸν καταφυγών1 εἷς δέ τις νεανίσκος, ἄλλως μὲν οὐκ ἀφυής, ὀξὺς δὲ καὶ θυμοειδής, Ἄλκανδρος, ἐπικείμενος καὶ διώκων ἐπιστραφέντος αὐτοῦ2 τῇ βακτηρίᾳ πατάξας τὸν ὀφθαλμὸν ἐξέκοψεν.

因此据说富人们因这项政略对吕库古最为恼怒,他们成群结队联合起来反抗他,大声叫嚷并倾泻愤怒;最后吕库古遭到众人的石块投掷,被迫拔腿逃离阿哥拉广场。他赶在其他人之前逃进了一处神庙避难;但有一位名叫阿尔坎德罗斯的年轻人,生性本非不良,却急躁且好胜,他在吕库古身后紧逼追赶,乘吕库古转身之际用拐杖击中了他,打瞎了他的一只眼睛。

§11.2

ὁ μὲν οὖν Λυκοῦργος οὐδὲν ἐνδοὺς πρὸς τὸ πάθος, ἀλλὰ στὰς ἐναντίος ἔδειξε τοῖς πολίταις τὸ πρόσωπον ᾑμαγμένον καὶ διεφθαρμένην τὴν ὄψιν αἰδὼς δὲ πολλὴ καὶ κατήφεια τοὺς ἰδόντας ἔσχεν, ὥστε παραδοῦναι τὸν Ἄλκανδρον αὐτῷ καὶ προπέμψαι μέχρι τῆς οἰκίας συναγανακτοῦντας. ὁ δὲ Λυκοῦργος ἐκείνους μὲν ἐπαινέσας ἀφῆκε, τὸν δὲ Ἄλκανδρον εἰσαγαγὼν οἴκαδε κακὸν μὲν οὐδὲν οὔτʼ ἐποίησεν οὔτʼ εἶπεν, ἀπαλλάξας δὲ τοὺς συνήθεις ὑπηρέτας καὶ θεραπευτῆρας ἐκεῖνον ἐκέλευσεν ὑπηρετεῖν.

然而吕库古面对此等灾难毫无退缩,反而转过身来正视他们,向公民们展示自己满是鲜血的面容和被打烂的眼睛。目睹此景的人们心中充满了巨大的羞愧与沮丧,于是将阿尔坎德罗斯交给了他,并出于共同的义愤将他一直护送到家门口。吕库古称赞了众人并打发他们离去,把阿尔坎德罗斯领进屋内后,既未加害他也未恶语相向,而是辞退了平日使唤的仆从和侍者,命阿尔坎德罗斯为自己服役。

§11.3

ὁ δὲ οὐκ ὢν ἀγεννὴς ἐποίει τὸ προσταττόμενον σιωπῇ, καὶ παραμένων ἅμα τῷ Λυκούργῳ καὶ συνδιαιτώμενος ἐν τῷ κατανοεῖν τὴν πρᾳότητα καὶ τὸ ἀπαθὲς αὐτοῦ τῆς ψυχῆς καὶ τὸ περὶ τὴν δίαιταν αὐστηρὸν καὶ τὸ πρὸς τοὺς πόνους ἄκαμπτον, αὐτός τε δεινῶς διετέθη περὶ τὸν ἄνδρα, καὶ πρὸς τοὺς συνήθεις καὶ φίλους ἔλεγεν ὡς οὐ σκληρὸς οὐδʼ αὐθάδης ὁ Λυκοῦργος, ἀλλὰ μόνος ἥμερος καὶ πρᾷός ἐστι τοῖς ἄλλοις.

阿尔坎德罗斯并非卑劣之徒,便默默地执行一切吩咐;在陪伴吕库古身边并与他共同生活的过程中,他观察到吕库古灵魂的温厚、平定不动怒气的心境、日常生活的严苛,以及面对劳苦时毫不动摇的坚毅,他自己也对吕库古产生了由衷的钦佩与依恋,并对他的同辈和朋友们说,吕库古既非冷酷亦非专断,而是唯一对他人温厚而和蔼之人。

§11.4

οὕτω μὲν οὖν οὗτος ἐκεκόλαστο καὶ τοιαύτην ὑπεσχήκει δίκην, ἐκ πονηροῦ νέου καὶ αὐθάδους ἐμμελέστατος ἀνὴρ καὶ σωφρονικώτατος γενόμενος, τοῦ δὲ πάθους ὑπόμνημα Λυκοῦργος ἱδρύσατο τῆς Ἀθηνᾶς ἱερόν, ἣν Ὀπτιλῖτιν προσηγόρευσε· τοὺς γὰρ ὀφθαλμοὺς ὀπτίλους οἱ τῇδε Δωριεῖς καλοῦσιν. ἔνιοι μέντοι τὸν Λυκοῦργον, ὧν καὶ Διοσκορίδης ἐστὶν ὁ συντεταγμένος τὴν Λακωνικὴν πολιτείαν,3 πληγῆναι μέν φασιν, οὐ τυφλωθῆναι δὲ τὸν ὀφθαλμόν, ἀλλὰ καὶ τὸ ἱερὸν τῇ θεῷ τῆς ἀκέσεως χαριστήριον ἱδρύσασθαι. τὸ μέντοι φέρειν βακτηρίαν ἐκκλησιάζοντες οἱ Σπαρτιᾶται μετὰ τὴν συμφορὰν ἐκείνην ἀπέμαθον.

就这样,此人受到了惩戒并承担了这样的惩罚,从一个恶劣而专断的青年蜕变成了一位极其优雅得体、极具节制的男子。吕库古为了纪念这次苦难,建立了一座雅典娜神庙,称她为“奥普提利蒂斯”(视力女神),因为当地的多利安人将眼睛称作“奥普蒂洛伊”。不过,有些人(其中包括撰写《拉哥尼亚国制》的狄奥斯科里德斯)却说吕库古固然挨了一击,但眼睛并未瞎掉,建庙是为了感恩女神让他痊愈。无论如何,斯巴达人在经历那次横祸之后,便摒弃了出席公民大会时携带手杖的习惯。

语法注3 条
  1. 11.1ἔφθασεν εἰς ἱερὸν καταφυγών

    动词 φθάνω 搭配分词 καταφυγών 构成表示“先于……做成某事”的惯用句式,意为“抢在其他人(τοὺς μὲν ἄλλους)之前逃入神庙避难”。紧接着由 εἷς δέ τις νεανίσκος 引出的分句形成对比,表明唯独阿尔坎德罗斯追上了他。

  2. 11.1ἐπιστραφέντος αὐτοῦ

    此处为独立属格结构,分词 ἐπιστραφέντος 为表中间态意义的被动态不定过去时,其逻辑主语 αὐτοῦ 指吕库古。它在追赶者阿尔坎德罗斯为主语的结构(ἐπικείμενος καὶ διώκων)中插入了吕库古的动作(“当他转过身时”),随后主动词 ἐξέκοψεν 的主语又返回阿尔坎德罗斯。

  3. 11.4ὁ συντεταγμένος τὴν Λακωνικὴν πολιτείαν

    完成时中被动态分词 συντεταγμένος 此处取中间态(能动)意义,直接支配宾格补足语 τὴν Λακωνικὴν πολιτείαν,意为“撰写/编纂了《拉哥尼亚国制》的人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:11.1-11.4