- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:8.1-8.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
福斯图鲁斯在途中被截获并招认双胞胎尚存,阿穆利乌斯仓皇派出的使者反而促成了事变。罗慕路斯与雷穆斯率众内外夹击,最终斩杀了阿穆利乌斯。
ὁ δὲ Φαιστύλος ἀκούσας τήν τε σύλληψιν τοῦ Ῥέμου καὶ τὴν παράδοσιν, τὸν μὲν Ῥωμύλον ἠξίου βοηθεῖν, τότε σαφῶς διδάξας περὶ τῆς γενέσεως· πρότερον δʼ ὑπῃνίττετο καὶ παρεδήλου τοσοῦτον ὅσον προσέχοντας μὴ μικρὸν φρονεῖν· αὐτὸς δὲ τὴν σκάφην κομίζων ἐχώρει πρὸς τὸν Νομήτορα, σπουδῆς καὶ δέους μεστὸς ὢν διὰ τὸν καιρόν.
福斯图鲁斯听闻雷穆斯被捕并被移交,遂要求罗慕路斯前去相救,并在此时将身世明确告知;此前他只是暗中暗示,透露的分量仅足以让他们留心而不至妄自菲薄。他自己则带着木槽赶往努米托尔处,因情势紧迫而心怀焦灼与恐惧。
ὑποψίαν οὖν τοῖς περὶ τὰς πύλας φρουροῖς τοῦ βασιλέως παρέχων, καὶ ὑφορώμενος ὑπʼ αὐτῶν καὶ ταραττόμενος πρὸς τὰς ἀνακρίσεις, οὐκ ἔλαθε τὴν σκάφην τῷ χλαμυδίῳ περικαλύπτων.1 ἦν δέ τις ἐν αὐτοῖς ἀπὸ τύχης τῶν τὰ παιδάρια ῥῖψαι λαβόντων καὶ γεγονότων περὶ τὴν ἔκθεσιν. οὗτος ἰδὼν τὴν σκάφην τότε καὶ γνωρίσας τῇ κατασκευῇ καὶ τοῖς γράμμασιν, ἔτυχεν ὑπονοίᾳ τοῦ ὄντος καὶ οὐ παρημέλησεν, ἀλλὰ φράσας τὸ πρᾶγμα τῷ βασιλεῖ κατέστησεν εἰς ἔλεγχον.
由于他在城门附近引起了国王守卫的怀疑,遭其防范并在盘问下面露慌张,他虽用斗篷遮盖木槽,却未能瞒过他们。守卫中碰巧有一人是当年受命抛弃婴儿并参与遗弃之事的。此人当时曾见过木槽,依其构造与文字认出了它,遂猜中了实情,并未等闲视之,而是将此事禀告国王并将福斯图鲁斯带去受审。
ἐν δὲ πολλαῖς καὶ μεγάλαις ἀνάγκαις ὁ Φαιστύλος οὔτʼ ἀήττητον ἑαυτὸν διεφύλαξεν, οὔτε παντάπασιν ἐκβιασθείς,2 σῴζεσθαι μὲν ὡμολόγησε τοὺς παῖδας, εἶναι δʼ ἄπωθεν τῆς Ἄλβης ἔφη νέμοντας· αὐτὸς δὲ τοῦτο πρὸς τὴν Ἰλίαν φέρων βαδίζειν, πολλάκις ἰδεῖν καὶ θιγεῖν ἐπʼ ἐλπίδι βεβαιοτέρᾳ τῶν τέκνων ποθήσασαν.
在重重严峻的逼迫之下,福斯图鲁斯既未做到坚不屈服,也未被彻底制服:他承认孩子安然无恙,却谎称他们正在远离阿尔巴的地方放牧;而自己正带着这件器物去见伊利亚,因为她常渴望见到并抚摸它,以对子女抱有更坚定的希望。
ὅπερ οὖν οἱ ταραττόμενοι καὶ μετὰ δέους ἢ πρὸς ὀργὴν πράττοντες ὁτιοῦν ἐπιεικῶς πάσχουσι, συνέπεσε παθεῖν τὸν Ἀμούλιον. ἄνδρα γὰρ ἄλλῃ τε χρηστὸν καὶ τοῦ Νομήτορος φίλον ὑπὸ σπουδῆς ἔπεμψε, διαπυθέσθαι τοῦ Νομήτορος κελεύσας, εἴ τις ἥκοι λόγος εἰς αὐτὸν ὑπὲρ τῶν παίδων ὡς περιγενομένων.
因此,那些心慌意乱、在恐惧或狂怒中行事的人所惯常遭遇的情形,恰好落在了阿穆利乌斯身上。他在仓促间派遣了一位平日为人正直且与努米托尔交好的男子,命他向努米托尔探问,是否有任何关于孩子尚在人间的消息传到他耳中。
ἀφικόμενος οὖν ὁ ἄνθρωπος καὶ θεασάμενος ὅσον οὔπω τὸν Ῥέμον ἐν περιβολαῖς καὶ φιλοφροσύναις τοῦ Νομήτορος, τήν τε πίστιν ἰσχυρὰν ἐποίησε τῆς ἐλπίδος, καὶ παρεκελεύσατο τῶν πραγμάτων ὀξέως ἀντιλαμβάνεσθαι, καὶ συνῆν αὐτοῖς ἤδη καὶ συνέπραττεν. ὁ δὲ καιρὸς οὐδὲ βουλομένοις ὀκνεῖν παρεῖχεν. ὁ γὰρ Ῥωμύλος ἐγγὺς ἦν ἤδη, καὶ πρὸς αὐτὸν ἐξέθεον οὐκ ὀλίγοι τῶν πολιτῶν μίσει καὶ φόβῳ τοῦ Ἀμουλίου.
这名男子抵达后,目睹雷穆斯近乎与努米托尔紧紧相拥、互致温存,便坚定了他们的希望,力劝他们迅速行动掌控大局,并随即与他们同心同谋。而危急的局势即便是想迟疑也不容许他们犹豫。因为罗慕路斯已近在咫尺,由于对阿穆利乌斯的憎恨与恐惧,不少市民纷纷奔向他。
πολλὴν δὲ καὶ σὺν αὑτῷ δύναμιν ἦγε συλλελοχισμένην εἰς ἑκατοστύας· ἑκάστης δʼ ἀνὴρ ἀφηγεῖτο χόρτου καὶ ὕλης ἀγκαλίδα κοντῷ περικειμένην ἀνέχων· μανίπλα ταύτας Λατῖνοι καλοῦσιν· ἀπʼ ἐκείνου δὲ καὶ νῦν ἐν τοῖς στρατεύμασι τούτους μανιπλαρίους ὀνομάζουσιν. ἅμα δὲ τοῦ μὲν Ῥέμου τοὺς ἐντὸς ἀφιστάντος, τοῦ δὲ Ῥωμύλου προσάγοντος ἔξωθεν, οὔτε πράξας οὐδὲν ὁ τύραννος οὔτε βουλεύσας σωτήριον ἑαυτῷ διὰ τὸ ἀπορεῖν καὶ ταράττεσθαι, καταληφθεὶς ἀπέθανεν.
罗慕路斯还率领了一支按百人编队的大军;每队由一人统领,举着绑在长竿上的束草与柴枝;拉丁人称其为玛尼普拉,自那时起至今,他们在军队中仍称这些人为玛尼普拉里乌斯。在雷穆斯于城内号召叛乱、罗慕路斯引兵自城外进逼的夹击下,僭主因手足无措、惶恐不安而未曾采取任何自保之策,最终被擒杀。
ὧν τὰ πλεῖστα καὶ Φαβίου λέγοντος καὶ τοῦ Πεπαρηθίου Διοκλέους (FHG III 78), ὃς δοκεῖ πρῶτος ἐκδοῦναι Ῥώμης κτίσιν, ὕποπτον μὲν ἐνίοις ἐστὶ τὸ δραματικὸν καὶ πλασματῶδες, οὐ δεῖ δʼ ἀπιστεῖν τὴν τύχην ὁρῶντας οἵων ποιημάτων δημιουργός ἐστι, καὶ τὰ Ῥωμαίων πράγματα λογιζομένους, ὡς οὐκ ἂν ἐνταῦθα προὔβη δυνάμεως, μὴ θείαν τινʼ ἀρχὴν λαβόντα καὶ μηδὲν μέγα μηδὲ παράδοξον ἔχουσαν.3
尽管这些记述大部分出自法比乌斯以及似是首位发表罗马建城记的佩帕雷托斯之狄奥克勒斯,且有些人怀疑其具有戏剧性与虚构色彩,但当我们目睹命运乃是何等神妙事件的创造者,并考量罗马人的伟业时,便不应怀疑;假若他们获得了某种并非神圣、且毫无伟大与离奇之处的开端,他们的国力绝不可能进展到如此境地。
- 8.2οὐκ ἔλαθε τὴν σκάφην τῷ χλαμυδίῳ περικαλύπτων
λανθάνω 连用分词(περικαλύπτων)并带否定词 οὐ 的惯用结构,意为“未能瞒过……而遮掩着木槽”,即他虽试图用斗篷掩盖木槽,却依然被守卫察觉看穿。
- 8.3οὔτʼ ἀήττητον ἑαυτὸν διεφύλαξεν, οὔτε παντάπασιν ἐκβιασθείς
由关联连词 οὔτε... οὔτε 连接的轻微语法破格:前半句为限定动词短语(οὔτʼ ἀήττητον ἑαυτὸν διεφύλαξεν,“既未保全自己不屈”),后半句为分词短语(οὔτε παντάπασιν ἐκβιασθείς,“亦未完全被压服”)。这种不对称的并列生动展现了福斯图鲁斯在逼供下既有所招供却又设法隐瞒下落的折中状态。
- 8.7μὴ θείαν τινʼ ἀρχὴν λαβόντα καὶ μηδὲν μέγα μηδὲ παράδοξον ἔχουσαν
带否定词 μή 的条件分词结构(相当于 εἰ μὴ ἔλαβε),作为前半句由 ἄν 引导的反事实直陈过去时主句(οὐκ ἂν ἐνταῦθα προὔβη δυνάμεως,“绝不可能进展到如此境地”)的条件从句。分词的逻辑主语为 τὰ Ῥωμαίων πράγματα(罗马人的伟业/邦国)。
