- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:9.1-9.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿穆利乌斯死后,兄弟二人决意另立新城并设立避难所聚集人口,但因选址争端而诉诸鸟卜,从而引发关于秃鹫吉兆的记载与评述。
Ἀμουλίου δʼ ἀποθανόντος καὶ τῶν πραγμάτων καταστάντων, Ἄλβην μὲν οὔτʼ οἰκεῖν μὴ ἄρχοντες οὔτʼ ἄρχειν ἐβούλοντο τοῦ μητροπάτορος ζῶντος,1 ἀποδόντες δὲ τὴν ἡγεμονίαν ἐκείνῳ καὶ τῇ μητρὶ τιμὰς πρεπούσας, ἔγνωσαν οἰκεῖν καθʼ ἑαυτούς, πόλιν ἐν οἷς χωρίοις ἐξ ἀρχῆς ἐνετράφησαν κτίσαντες· αὕτη γὰρ εὐπρεπεστάτη τῶν αἰτιῶν ἐστιν.
阿穆利乌斯死后,政局恢复平定。兄弟俩既不愿在阿尔巴不做统治者而居留,又不愿在生母之父尚存时擅专国政;于是他们将王权归还给外祖父,并给予母亲应有的尊荣,决定自立门户,在最初抚育他们成长的地方建立一座城邦:因为这是最体面冠冕的理由。
ἦν δʼ ἴσως ἀναγκαῖον, οἰκετῶν καὶ ἀποστατῶν πολλῶν ἠθροισμένων πρὸς αὐτούς, ἢ καταλυθῆναι παντάπασι τούτων διασπαρέντων, ἢ συνοικεῖν ἰδίᾳ μετʼ αὐτῶν. ὅτι γὰρ οὐκ ἠξίουν οἱ τὴν Ἄλβην οἰκοῦντες ἀναμειγνύναι τοὺς ἀποστάτας ἑαυτοῖς οὐδὲ προσδέχεσθαι πολίτας, ἐδήλωσε πρῶτον μὲν τὸ περὶ τὰς γυναῖκας ἔργον,2 οὐχ ὕβρει τολμηθὲν ἀλλὰ διʼ ἀνάγκην, ἑκουσίων ἀπορίᾳ γάμων· ἐτίμησαν γὰρ αὐτὰς ἁρπάσαντες περιττῶς. ἔπειτα τῆς πόλεως τὴν πρώτην ἵδρυσιν λαμβανούσης, ἱερόν τι φύξιμον τοῖς ἀφισταμένοις κατασκευάσαντες, ὃ Θεοῦ Ἀσυλαίου προσηγόρευον, ἐδέχοντο πάντας, οὔτε δεσπόταις δοῦλον οὔτε θῆτα χρήσταις οὔτʼ ἄρχουσιν ἀνδροφόνον ἐκδιδόντες, ἀλλὰ μαντεύματι πυθοχρήστῳ πᾶσι βεβαιοῦν τὴν ἀσυλίαν φάσκοντες, ὥστε πληθῦσαι ταχὺ τὴν πόλιν, ἐπεὶ τάς γε πρώτας ἑστίας λέγουσι τῶν χιλίων μὴ πλείονας γενέσθαι. ταῦτα μὲν οὖν ὕστερον.
然而这或许也是必然之举,因为大批仆役和亡命之徒聚集到他们身边,若任由这些人离散,他们便会彻底覆灭,否则就必须与他们单独聚居一处。因为阿尔巴的居民绝不屑于接纳亡命者与自身混居或将其吸纳为公民,这一点首先由抢夺妇女的行动显明——此举并非出于傲慢妄为,而是迫于无奈,因缺乏自愿联姻之故,因为他们在掳掠妇女之后对她们极尽尊崇;其次,当城邦最初奠基时,他们为逃亡者建造了一处避难圣所,称之为“庇护之神”的圣所,接待所有来人,既不将奴隶交还主人,也不将负债人交还债权人,更不将杀人者交还官吏,反而宣称是遵照皮托的神谕向所有人确保庇护权,从而使城邦人口迅速繁盛——据说最初的户数甚至不超过一千户。不过,这些都是后话了。
Ὁρμήσασι δὲ πρὸς τὸν συνοικισμὸν αὐτοῖς εὐθὺς ἦν διαφορὰ περὶ τοῦ τόπου. Ῥωμύλος μὲν οὖν τὴν καλουμένην Ῥώμην κουαδράταν, ὅπερ ἐστὶ τετράγωνον, ἔκτισε, καὶ ἐκεῖνον ἐβούλετο πολίζειν τὸν τόπον, Ῥέμος δὲ χωρίον τι τοῦ Ἀβεντίνου καρτερόν, ὃ διʼ ἐκεῖνον μὲν ὠνομάσθη Ῥεμωρία, νῦν δὲ Ῥιγνάριον καλεῖται.
当他们着手共同建城时,立刻在选址上产生了分歧。罗慕路斯建起所谓的“四方罗马”(即正方形之意),希望在此地建城;雷穆斯则中意阿文提诺山上一处险要之地,因他之故此地曾被称为雷莫利亚,如今则名为里格纳里翁。
συνθεμένων δὲ τὴν ἔριν ὄρνισιν αἰσίοις βραβεῦσαι, καὶ καθεζομένων χωρίς, ἕξ φασι τῷ Ῥέμῳ, διπλασίους δὲ τῷ Ῥωμύλῳ προφανῆναι γῦπας· οἱ δὲ τὸν μὲν Ῥέμον ἀληθῶς ἰδεῖν, ψεύσασθαι δὲ τὸν Ῥωμύλον, ἐλθόντος δὲ τοῦ Ῥέμου, τότε τοὺς δώδεκα τῷ Ῥωμύλῳ φανῆναι· διὸ καὶ νῦν μάλιστα χρῆσθαι γυψὶ Ῥωμαίους οἰωνιζομένους. Ἡρόδωρος δʼ ὁ Ποντικὸς ἱστορεῖ καὶ τὸν Ἡρακλέα χαίρειν γυπὸς ἐπὶ πράξει φανέντος.
双方约定以吉鸟卜相来裁决争端,并分坐两处。据说有六只秃鹫显现给雷穆斯,而显现给罗慕路斯的则是其双倍。但另有人称,雷穆斯确实看见了,罗慕路斯却是谎报,直到雷穆斯走近时,那十二只秃鹫才真正显现在罗慕路斯面前;因此直至今日,罗马人在行鸟卜时最为依重秃鹫。 本都的赫罗多洛斯也记载,赫拉克勒斯每逢行事前有秃鹫出现,亦喜形于色。
ἔστι μὲν γὰρ ἀβλαβέστατον ζῴων ἁπάντων, μηδὲν ὧν σπείρουσιν ἢ φυτεύουσιν ἢ νέμουσιν ἄνθρωποι σινόμενον, τρέφεται δʼ ἀπὸ νεκρῶν σωμάτων, ἀποκτίννυσι δʼ οὐδὲν οὐδὲ λυμαίνεται ψυχὴν ἔχον, πτηνοῖς δὲ διὰ συγγένειαν οὐδὲ νεκροῖς πρόσεισιν. ἀετοὶ δὲ καὶ γλαῦκες καὶ ἱέρακες ζῶντα κόπτουσι τὰ ὁμόφυλα καὶ φονεύουσι· καίτοι κατʼ Αἰσχύλον "ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών; "
因为秃鹫在一切动物中最为无害,绝不侵害人类所播种、栽植或放牧的任何事物,只以尸体为食,绝不杀害或损伤任何具有生命之物,甚至因同类之缘而不近禽鸟的尸骸。然而鹰、鸮和隼却会扑击并杀死活着的同类;可是按照埃斯库罗斯所云: “鸟食同类之鸟,焉能得保洁净?”
ἔτι τἆλλα μὲν ἐν ὀφθαλμοῖς ὡς ἔπος εἰπεῖν ἀναστρέφεται καὶ παρέχει διὰ παντὸς αἴσθησιν ἑαυτῶν, ὁ δὲ γὺψ σπάνιόν ἐστι θέαμα, καὶ νεοσσοῖς γυπὸς οὐ ῥᾳδίως ἴσμεν ἐντετυχηκότες, ἀλλὰ καὶ παρέσχεν ἐνίοις ἄτοπον ὑπόνοιαν, ἔξωθεν αὐτοὺς ἀφʼ ἑτέρας τινὸς γῆς καταίρειν ἐνταῦθα, τὸ σπάνιον καὶ μὴ συνεχές, οἷον οἱ μάντεις ἀξιοῦσιν εἶναι τὸ μὴ κατὰ φύσιν μηδʼ ἀφʼ αὑτοῦ, πομπῇ δὲ θείᾳ φαινόμενον.3
此外,其他飞禽可以说是常常在人眼前活动,时刻让人感知其存在;秃鹫却是罕见的景象,我们也很难知晓曾有人见过幼鹫。这种罕见甚至引起了一些人离奇的猜测,以为它们是从外地某处异邦降临此间。而占卜者正是认定,这种罕见而不连贯的事物并非出自自然或自生,乃是藉由神意派遣而显现的。
- 9.1Ἄλβην μὲν οὔτʼ οἰκεῖν μὴ ἄρχοντες οὔτʼ ἄρχειν ἐβούλοντο τοῦ μητροπάτορος ζῶντος
由 οὔτε ... οὔτε 并列的两个不定式短语(οἰκεῖν 与 ἄρχειν)各自带有对称的限定结构:前者的 μὴ ἄρχοντες 是带有条件或让步色彩的分词(“在不做统治者的情况下”),因而使用否定词 μή;后者的 τοῦ μητροπάτορος ζῶντος 则是表示时间或原因的属格独立结构(“外祖父尚在世时”)。
- 9.2ἐδήλωσε πρῶτον μὲν τὸ περὶ τὰς γυναῖκας ἔργον
及物动词 ἐδήλωσε 的主语是中性名词短语 τὸ περὶ τὰς γυναῖκας ἔργον(抢夺妇女之举),其宾语则是前文由 ὅτι 引导的从句(“阿尔巴居民不愿接纳逃亡者混居……”)。后文的 ἔπειτα 则与 πρῶτον μέν 相对应,引出第二项证据。
- 9.7τὸ σπάνιον καὶ μὴ συνεχές, οἷον οἱ μάντεις ἀξιοῦσιν εἶναι τὸ μὴ κατὰ φύσιν μηδʼ ἀφʼ αὑτοῦ, πομπῇ δὲ θείᾳ φαινόμενον
句末的主格短语 τὸ σπάνιον καὶ μὴ συνεχές 对前文所述情况(秃鹫之罕见与偶发)作总结性的同格说明。随后的关系代词 οἷον(“正如……这类事物”)引出以 εἶναι 为谓词的不定式结构,整句构成了总结性论断:“罕见而不连续之物,正是占卜者视作凭神意显现而非自然自发之物”。
