- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:7.1-7.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
努米托尔与阿穆利乌斯的牧人间爆发冲突,雷穆斯被俘并押送至努米托尔处。努米托尔惊异于雷穆斯不凡的气度,并在问明其离奇的身世后猜出其真实血统,遂谋划暗中告知被囚禁的女儿。
γενομένης δέ τινος πρὸς τοὺς Νομήτορος βουκόλους τοῖς Ἀμουλίου διαφορᾶς1 καὶ βοσκημάτων ἐλάσεως, οὐκ ἀνασχόμενοι συγκόπτουσι μὲν αὐτοὺς καὶ τρέπονται, ἀποτέμνονται δὲ τῆς ἀγέλης συχνήν. ἀγανακτοῦντος δὲ τοῦ Νομήτορος ὠλιγώρουν, συνῆγον δὲ καὶ προσεδέχοντο πολλοὺς μὲν ἀπόρους, πολλοὺς δὲ δούλους, θράσους ἀποστατικοῦ καὶ φρονήματος ἀρχὰς ἐνδιδόντες.
当努米托尔的牧人与阿穆利乌斯的牧人之间发生某种争执并引致驱赶牛群之事时,年轻人难忍此举,痛击对方并使其溃逃,且夺走大批牛群。尽管努米托尔甚为愤慨,他们却不以为意,反而招聚收容许多穷困之徒和众多奴隶,播下谋反的狂妄与桀骜的端绪。
τοῦ δὲ Ῥωμύλου πρός τινα θυσίαν ἀποτραπομένου (καὶ γὰρ ἦν φιλοθύτης καὶ μαντικός), οἱ τοῦ Νομήτορος βοτῆρες τῷ Ῥέμῳ μετʼ ὀλίγων βαδίζοντι προστυχόντες ἐμάχοντο, καὶ γενομένων πληγῶν καὶ τραυμάτων ἐν ἀμφοτέροις, ἐκράτησαν οἱ τοῦ Νομήτορος καὶ συνέλαβον ζῶντα τὸν Ῥέμον. ἀναχθέντος οὖν αὐτοῦ πρὸς τὸν Νομήτορα καὶ κατηγορηθέντος, αὐτὸς μὲν οὐκ ἐκόλασε, χαλεπὸν ὄντα δεδιὼς τὸν ἀδελφόν, ἐλθὼν δὲ πρὸς ἐκεῖνον ἐδεῖτο τυχεῖν δίκης, ἀδελφὸς ὢν καὶ καθυβρισμένος ὑπʼ οἰκετῶν ἐκείνου βασιλέως ὄντος.
当时罗慕路斯因参与某种祭礼而离开(他确实笃好祭神与占卜),努米托尔的牧人们遭遇了仅带少数随从行走的雷穆斯,便与他交战;在双方互有殴击和创伤之后,努米托尔的牧人们占了上风,生擒了雷穆斯。于是雷穆斯被押送至努米托尔面前并受到控告,努米托尔本人因畏惧性情严苛的兄弟,未亲自施以惩处,而是前往他那里,乞求主持公道,理由是自己身为他的兄弟,却遭他这身为君王者的家奴肆意凌辱。
συναγανακτούντων δὲ τῶν ἐν Ἄλβῃ καὶ δεινὰ πάσχειν οἰομένων τὸν ἄνδρα παρʼ ἀξίαν, κινηθεὶς ὁ Ἀμούλιος αὐτῷ παραδίδωσι τῷ Νομήτορι τὸν Ῥέμον, ὅ τι βούλοιτο χρήσασθαι. παραλαβὼν δʼ ἐκεῖνος, ὡς ἧκεν οἴκαδε, θαυμάζων μὲν ἀπὸ τοῦ σώματος τὸν νεανίσκον, ὑπερφέροντα μεγέθει καὶ ῥώμῃ πάντας, ἐνορῶν δὲ τῷ προσώπῳ τὸ θαρραλέον καὶ ἰταμὸν τῆς ψυχῆς ἀδούλωτον καὶ ἀπαθὲς ὑπὸ τῶν παρόντων, ἔργα δʼ αὐτοῦ καὶ πράξεις ὅμοια τοῖς βλεπομένοις ἀκούων, τὸ δὲ μέγιστον ὡς ἔοικε θεοῦ συμπαρόντος καὶ συνεπευθύνοντος ἀρχὰς μεγάλων πραγμάτων, ἁπτόμενος ὑπονοίᾳ καὶ τύχῃ τῆς ἀληθείας, ἀνέκρινεν2 ὅστις εἴη καὶ ὅπως γένοιτο, φωνῇ τε πρᾳείᾳ καὶ φιλανθρώπῳ βλέμματι πίστιν αὐτῷ μετʼ ἐλπίδος ἐνδιδούς.
由于阿尔巴城内众人亦同仇敌忾,认为此人承受这般屈辱实与其身份不合,阿穆利乌斯深受打动,遂将雷穆斯交还给努米托尔本人,听凭其任意处置。 努米托尔接回雷穆斯,回到家中,见这青年的身躯体魄在身材与力道上皆超越常人,不胜惊叹;又在其容貌中看出他心魂之勇毅果决,并未为眼前险境所奴役或折服;且闻知他的所作所为皆与外表所见相称,最紧要者,似乎是有神明同在并协同导引大业的开端,努米托尔藉由揣测与机缘触及真相,便以柔和的话音与仁慈的目光给予他带着希望的信任,查问他究竟是谁、又是如何出生的。
ὁ δὲ θαρρῶν ἔλεγεν· ἀλλʼ οὐδὲν ἀποκρύψομαί σε· καὶ γὰρ εἶναι δοκεῖς Ἀμουλίου βασιλικώτερος. ἀκούεις γὰρ καὶ ἀνακρίνεις πρὶν ἢ κολάζειν· ὁ δʼ ἀκρίτους ἐκδίδωσι. πρότερον μὲν ἑαυτοὺς οἰκετῶν βασιλέως Φαιστύλου καὶ Λαρεντίας ἠπιστάμεθα παῖδας (ἐσμὲν δὲ δίδυμοι), γενόμενοι δʼ ἐν αἰτίᾳ πρὸς σὲ καὶ διαβολαῖς καὶ τοῖς περὶ ψυχῆς ἀγῶσιν, ἀκούομεν μεγάλα περὶ ἑαυτῶν· εἰ δὲ πιστά, κρινεῖν ἔοικε νῦν ὁ κίνδυνος.
雷穆斯毫无惧色地答道: “我对您毫无隐瞒;因为您看来确实比阿穆利乌斯更具王者风范。您在惩戒之前先行倾听与审问,而他却未经审讯便将人交出。从前我们自以为是国王仆从福斯图鲁斯与拉伦提娅的孩子(我们是孪生子);但如今在您面前遭受指控、谗谤并面临生死审判之际,我们听闻了关于自身的惊人传闻;至于是否属实,眼前的危机似乎将作出裁决。
γοναὶ μὲν γὰρ ἡμῶν ἀπόρρητοι λέγονται, τροφαὶ δὲ καὶ τιθηνήσεις ἀτοπώτεραι νεογνῶν, οἷς ἐρρίφημεν οἰωνοῖς καὶ θηρίοις, ὑπὸ τούτων τρεφόμενοι,3 μαστῷ λυκαίνης καὶ δρυοκολάπτου ψωμίσμασιν, ἐν σκάφῃ τινὶ κείμενοι παρὰ τὸν μέγαν ποταμόν. ἔστι δʼ ἡ σκάφη καὶ σῴζεται, χαλκοῖς ὑποζώσμασι γραμμάτων ἀμυδρῶν ἐγκεχαραγμένων, ἃ γένοιτʼ ἂν ὕστερον ἴσως ἀνωφελῆ γνωρίσματα τοῖς τοκεῦσιν ἡμῶν ἀπολομένων.
据说我们的出身隐秘难测,而初生之时的哺育与看顾则更为离奇:我们被抛弃给飞鸟与野兽,却反由它们所养育,受母狼乳房的喂哺和啄木鸟碎食的供养,躺在大河旁的一具木槽之中。这只木槽至今尚存并被保存完好,其上嵌有刻着模糊文字的青铜箍圈;假若我们丧命,这些文字日后或许将成为对父母而言毫无用处的相认信物。”
ὁ μὲν οὖν Νομήτωρ ἔκ τε τῶν λόγων τούτων καὶ πρὸς τὴν ὄψιν εἰκάζων τὸν χρόνον,4 οὐκ ἔφευγε τὴν ἐλπίδα σαίνουσαν, ἀλλʼ ἐφρόντιζεν ὅπως τῇ θυγατρὶ περὶ τούτων κρύφα συγγενόμενος φράσειεν· ἐφρουρεῖτο γὰρ ἔτι καρτερῶς.
于是,努米托尔根据这番话语,并对照其仪容推断时日,并未回避这迎合他心意的希望,而是思忖着如何能暗中与女儿相见并告知此事;因为她彼时仍受到严密的看守。
- 7.1γενομένης δέ τινος πρὸς τοὺς Νομήτορος βουκόλους τοῖς Ἀμουλίου διαφορᾶς
τοῖς Ἀμουλίου 是与格复数阳性冠词带属格名词 Ἀμουλίου,其后省略了 βουκόλοις(牧人)。它在此作为与格表示关联,与介词短语 πρὸς τοὺς Νομήτορος βουκόλους 并列,共同修饰 διαφορᾶς(争执),意即“阿穆利乌斯的牧人们与努米托尔的牧人们之间的争端”。
- 7.3παραλαβὼν δʼ ἐκεῖνος, ὡς ἧκεν οἴκαδε, θαυμάζων μὲν ... ἐνορῶν δὲ ... ἔργα δʼ αὐτοῦ ... ἀκούων, τὸ δὲ μέγιστον ... θεοῦ συμπαρόντος ... ἁπτόμενος ... ἀνέκρινεν
全句的基本框架由主语 ἐκεῖνος(努米托尔)和主动词 ἀνέκρινεν(审问)构成。其间插入了时间状语从句 ὡς ἧκεν οἴκαδε、一系列伴随分词(θαυμάζων、ἐνορῶν、ἀκούων、ἁπτόμενος),以及由同位语短语 τὸ δὲ μέγιστον 引出的独立属格结构(θεοῦ συμπαρόντος καὶ συνεπευθύνοντος)。这一系列分词结构详尽交代了努米托尔之所以开口查问的外在见闻、心理动机及神意契机。
- 7.6οἷς ἐρρίφημεν οἰωνοῖς καὶ θηρίοις, ὑπὸ τούτων τρεφόμενοι
此处使用了先行词并入关系从句的结构(incorporation of antecedent):先行词 οἰωνοῖς καὶ θηρίοις 被拉入与格关系词 οἷς 所引导的从句内部(与 ἐρρίφημεν 连用表投弃的对象),而在后续的分词短语中由指示代词 ὑπὸ τούτων 加以复指。其底层语义结构即为 ὑπὸ τούτων τῶν οἰωνῶν καὶ θηρίων τρεφόμενοι, οἷς ἐρρίφημεν(“被我们当初所投弃于其中的那些禽兽所抚育”)。
- 7.7πρὸς τὴν ὄψιν εἰκάζων τὸν χρόνον
介词 πρός 在此表示对照或参照基准(“对照……”、“依据……”)。τὸν χρόνον 在上下文中指婴儿被弃至今所流逝的“时间、年岁”。整句意为“依据其相貌仪容来推断时日(即其年龄与弃婴当年的时间跨度)”。
