- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:6.1-6.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
双胞胎被猪倌福斯图鲁斯收养并在加比伊受教,成长为兼具勇谋与统率力之才,因扶弱济困、捕盗除害而声名远播。
τὰ δὲ βρέφη Φαιστύλος Ἀμουλίου συφορβὸς ἀνείλετο λαθὼν ἅπαντας, ὡς δʼ ἔνιοί φασι τῶν εἰκότων ἐχόμενοι μᾶλλον, εἰδότος τοῦ Νομήτορος καὶ συγχορηγοῦντος τροφὰς1 κρύφα τοῖς τρέφουσι. καὶ γράμματα λέγονται καὶ τἆλλα μανθάνειν οἱ παῖδες εἰς Γαβίους κομισθέντες, ὅσα χρὴ τοὺς εὖ γεγονότας.
至于这两个婴儿,阿穆利乌斯的猪倌福斯图鲁斯瞒过所有人将他们抱回;或者正如某些更注重情理之人所说,乃是在努米托尔知情的前提下,由他暗中向抚养者资助养育费用的。据说这两个孩子被送往加比伊,学习读写以及一切名门出身之人所当习得的知识。
κληθῆναι δὲ καὶ τούτους ἀπὸ τῆς θηλῆς ἱστοροῦσι Ῥωμύλον καὶ Ῥέμον, ὅτι θηλάζοντες ὤφθησαν τὸ θηρίον. ἡ μὲν οὖν ἐν τοῖς σώμασιν εὐγένεια καὶ νηπίων ὄντων εὐθὺς ἐξέφαινε μεγέθει καὶ ἰδέᾳ τὴν φύσιν, αὐξόμενοι δὲ θυμοειδεῖς ἦσαν ἀμφότεροι καὶ ἀνδρώδεις καὶ φρόνημα πρὸς τὰ φαινόμενα δεινὰ καὶ τόλμαν ὅλως ἀνέκπληκτον ἔχοντες· ὁ δὲ Ῥωμύλος γνώμῃ τε χρῆσθαι μᾶλλον ἐδόκει καὶ πολιτικὴν ἔχειν σύνεσιν, ἐν ταῖς περὶ νομὰς καὶ κυνηγίας πρὸς τοὺς γειτνιῶντας ἐπιμειξίαις πολλὴν ἑαυτοῦ παρέχων κατανόησιν ἡγεμονικοῦ μᾶλλον ἢ πειθαρχικοῦ φύσει γεγονότος.2
又有人记载,他们二人被命名为罗慕路斯与雷穆斯乃是源于乳头,因为人们曾见到他们吮吸野兽的乳汁。他们体魄中所蕴含的高贵气质,自襁褓之时便已由体格与容貌彰显其天资;渐长之后,两人皆性情昂扬、孔武刚毅,面对显见的险厄具有高尚的意气,兼具绝不动摇的豪勇;而罗慕路斯则显得更具智谋并兼有治国的聪慧,在有关牧场与狩猎等同邻人的往来交涉中,让众人清楚地看出他生来便是统治者而非服从者。
διὸ τοῖς μὲν ὁμοδούλοις ἢ ταπεινοτέροις προσφιλεῖς ἦσαν, ἐπιστάτας δὲ καὶ διόπους βασιλικοὺς καὶ ἀγελάρχας ὡς μηδὲν αὐτῶν ἀρετῇ διαφέροντας ὑπερφρονοῦντες, οὔτʼ ἀπειλῆς ἐφρόντιζον οὔτʼ ὀργῆς. ἐχρῶντο δὲ διαίταις καὶ διατριβαῖς ἐλευθερίοις, οὐ τὴν σχολὴν ἐλευθέριον ἡγούμενοι καὶ τὴν ἀπονίαν, ἀλλὰ γυμνάσια καὶ θήρας καὶ δρόμους καὶ τὸ λῃστὰς ἀλέξασθαι καὶ κλῶπας ἑλεῖν καὶ βίας ἐξελέσθαι τοὺς ἀδικουμένους.3 ἦσαν δὴ διὰ ταῦτα περιβόητοι.
因此,他们深受同为奴仆者或地位低下之人的爱戴,但对于视察官、王室管事和牧长,却因见其品德并不比自己出众而加以轻视,对其恐吓与愤怒皆不以为意。他们以合乎自由人的生活方式与消遣自律,并不将闲散与安逸视为合乎自由人之事,而是将体操、狩猎、赛跑,以及击退匪类、擒获窃贼、把受欺凌之人自暴力中解救出来视为如此。正是因此,他们声名远播。
- 6.1εἰδότος τοῦ Νομήτορος καὶ συγχορηγοῦντος τροφὰς
属格独立结构,处于由 ὡς δʼ ἔνιοί φασι 所引出的从句语境中,与前文的 λαθὼν ἅπαντας(瞒过所有人)形成对比,表示另一种更具合理解释的情境:即在努米托尔知情并暗中资助的情形下收养了婴儿。
- 6.2πολλὴν ἑαυτοῦ παρέχων κατανόησιν ἡγεμονικοῦ μᾶλλον ἢ πειθαρχικοῦ φύσει γεγονότος
反身代词属格 ἑαυτοῦ 作动作名词 κατανόησιν 的宾格性属格(“对自身的认识/印象”)。随后的分词属格短语 ἡγεμονικοῦ μᾶλλον ἢ πειθαρχικοῦ φύσει γεγονότος 与 ἑαυτοῦ 构成同格修饰,具体说明他展现给旁人的自身形象——即生来是统率者而非顺从者。
- 6.3βίας ἐξελέσθαι τοὺς ἀδικουμένους
动词 ἐξελέσθαι(ἐξαιρέω 的不定过去时中动态不定式)表示拯救或脱离,带宾格直接宾语 τοὺς ἀδικουμένους(受害之人)以及表示分离的属格 βίας(自暴力中),意为“将蒙受不公之人从暴力侵害中解救出来”。
