- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:5.1-5.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段叙述了“第二位拉伦蒂亚”的传说——赫拉克勒斯神殿掌管者与神掷骰引出她与神的交集,后她获富翁塔尔鲁提乌斯遗产并遗赠罗马民众,文末亦考释了她隐没之处维拉布鲁姆的地名源流。
ἑτέραν δὲ τιμῶσι Λαρεντίαν ἐξ αἰτίας τοιαύτης. ὁ νεωκόρος τοῦ Ἡρακλέους ἀλύων ὡς ἔοικεν ὑπὸ σχολῆς, προὔθετο πρὸς τὸν θεὸν διακυβεύειν, ὑπειπὼν ὅτι νικήσας μὲν αὐτὸς ἕξει τι παρὰ τοῦ θεοῦ χρηστόν, ἡττηθεὶς δὲ τῷ θεῷ τράπεζαν ἄφθονον παρέξει καὶ γυναῖκα καλὴν συναναπαυσομένην.
然而,罗马人出于如下缘由亦尊崇另一位拉伦蒂亚。赫拉克勒斯神庙的掌管者似乎因闲极无聊,提议与神掷骰决胜,并预先言明:若他本人得胜,将从神那里获得某种恩惠;若他落败,则须为神提供丰盛的宴席并伴以一位共寝的佳人。
ἐπὶ τούτοις τὰς μὲν ὑπὲρ τοῦ θεοῦ θείς, τὰς δʼ ὑπὲρ αὑτοῦ ψήφους, ἀνεφάνη νικώμενος.1 εὐσυνθετεῖν δὲ βουλόμενος καὶ δικαιῶν ἐμμένειν τοῖς ὁρισθεῖσι, δεῖπνόν τε τῷ θεῷ παρεσκεύασε, καὶ τὴν Λαρεντίαν οὖσαν ὡραίαν, οὔπω δʼ ἐπιφανῆ μισθωσάμενος, εἱστίασεν ἐν τῷ ἱερῷ κλίνην ὑποστορέσας, καὶ μετὰ τὸ δεῖπνον συνεῖρξεν, ὡς δὴ τοῦ θεοῦ ἕξοντος αὐτήν.2
在此约定下,他一边替神掷出筹子,一边为自己投下筹子,结果表明他输了。他恪守诺言,认为理当遵从所定的约定,便为神备下晚宴,并雇用了年轻美貌但尚不出名的拉伦蒂亚,在神殿中铺设床榻款待她;饭后将她反锁在内,认定神必将占有她。
καὶ μέντοι καὶ τὸν θεὸν ἐντυχεῖν λέγεται τῇ γυναικί, καὶ κελεῦσαι βαδίζειν ἕωθεν ἐπὶ τὴν ἀγορὰν καὶ τὸν ἀπαντήσαντα πρῶτον ἀσπασαμένην ποιεῖσθαι φίλον. ἀπήντησεν οὖν αὐτῇ τῶν πολιτῶν ἀνὴρ ἡλικίᾳ τε προήκων καὶ συνειλοχὼς οὐσίαν ἱκανήν, ἄπαις δὲ καὶ βεβιωκὼς ἄνευ γυναικός, ὄνομα Ταρρούτιος.
果真,据说神显现于妇人身旁,命她拂晓时前往广场,向最先相遇的男子致意并与其缔结亲密关系。随后,公民中有一位名叫塔尔鲁提乌斯的男子与她相遇,此人年事已高,积聚了丰厚资财,却无子女且独身度日。
οὗτος ἔγνω τὴν Λαρεντίαν καὶ ἠγάπησε, καὶ τελευτῶν ἀπέλιπε κληρονόμον ἐπὶ πολλοῖς καὶ καλοῖς κτήμασιν, ὧν ἐκείνη τὰ πλεῖστα τῷ δήμῳ κατὰ διαθήκας ἔδωκε. λέγεται δʼ αὐτὴν ἔνδοξον οὖσαν ἤδη καὶ θεοφιλῆ νομιζομένην ἀφανῆ γενέσθαι περὶ τοῦτον τὸν τόπον, ἐν ᾧ καὶ τὴν προτέραν ἐκείνην Λαρεντίαν κεῖσθαι.3
此人结识了拉伦蒂亚并深爱着她,临终之际立她为继承人,遗留了丰饶优美的产业,而她又依遗嘱将其中绝大部分捐赠给了民众。据说,她当时已享有名望并被视为受神眷顾之人,最终消逝在先前那位拉伦蒂亚埋葬的同一处地方。
καλεῖται δὲ νῦν ὁ τόπος Βήλαβρον, ὅτι τοῦ ποταμοῦ πολλάκις ὑπερχεομένου διεπεραιοῦντο πορθμείοις κατὰ τοῦτο τὸ χωρίον εἰς ἀγοράν· τὴν δὲ πορθμείαν βηλατούραν καλοῦσιν. ἔνιοι δὲ λέγουσι τὴν εἰς τὸν ἱππόδρομον φέρουσαν ἐξ ἀγορᾶς πάροδον ἱστίοις καταπεταννύναι τοὺς τὴν θέαν παρέχοντας, ἐντεῦθεν ἀρχομένους· ῥωμαϊστὶ δὲ τὸ ἱστίον βῆλον ὀνομάζουσι. διὰ ταῦτα μὲν ἔχει τιμὰς ἡ δευτέρα Λαρεντία παρὰ Ῥωμαίοις.
如今该地被称为维拉布鲁姆,因为每逢河水泛滥,人们便在此处摆渡渡河前往广场,他们将这种摆渡作业称为velatura。另有人说,乃是由于举办观赏节目的操办人自此处起,用帆布帷幔遮蔽自广场通往赛马场的通道,而在拉丁语中人们称帷幔为velum。正是因由这些缘故,第二位拉伦蒂亚在罗马人之中享有着崇敬。
- 5.2ἀνεφάνη νικώμενος
动词 ἀνεφάνη(ἀναφαίνω 的被动不定过去时直陈式第三人称单数)接补充性分词 νικώμενος(现在被动分词主格阳性单数)。νικάω 的被动语态表示“落败、输”,整句意为“显露出他是失败者/结果证明他输了”。
- 5.2ὡς δὴ τοῦ θεοῦ ἕξοντος αὐτήν
由小词 ὡς δή 引导的属格独立结构(τοῦ θεοῦ ἕξοντος),用于表达主观设想、意图或借口,意为“认定神定会占有她/以为神将拥有她”。将来分词 ἕξοντος 表明神殿守卫所预期的后续行为。
- 5.4ἐν ᾧ καὶ τὴν προτέραν ἐκείνην Λαρεντίαν κεῖσθαι
关系从句中的不定式结构(ἐν ᾧ 引导的从句中使用 κεῖσθαι)。这是受到前文间接引语动词 λέγεται 的统辖所致;在古典希腊语散文中,处于间接引语之下的关系从句往往承续不定式,而不使用定式动词。
