- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:4.1-4.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克探讨了罗米纳利斯无花果树的诸种词源,讲述了母狼与啄木鸟哺育双胞胎、阿瑞斯受孕说以及阿穆利乌斯施暴说的不同说法,并指出养母阿卡·拉伦蒂亚名字(lupa)的双关促成了神话的形成。
ἦν δὲ πλησίον ἐρινεός, ὃν Ῥωμινάλιον ἐκάλουν, ἢ διὰ τὸν Ῥωμύλον ὡς οἱ πολλοὶ νομίζουσιν, ἢ διὰ τὸ τὰ μηρυκώμενα τῶν θρεμμάτων ἐκεῖ διὰ τὴν σκιὰν ἐνδιάζειν, ἢ μάλιστα διὰ τὸν τῶν βρεφῶν θηλασμόν, ὅτι τήν τε θηλὴν ῥοῦμαν ὠνόμαζον οἱ παλαιοί, καὶ θεόν τινα τῆς ἐκτροφῆς τῶν νηπίων ἐπιμελεῖσθαι δοκοῦσαν ὀνομάζουσι Ῥουμῖναν, καὶ θύουσιν αὐτῇ νηφάλια, καὶ γάλα τοῖς ἱεροῖς ἐπισπένδουσιν.
附近有一株野无花果树,人们称之为罗米纳利斯——或者如多数人所认为的那样因罗穆卢斯得名;或者因为反刍的牲畜因其阴凉而在此歇晌(ruminare);抑或最可能的是因为婴孩在此受哺(ruma),盖因古人称乳头为ruma,且将一位被认为掌管抚育幼童的女神称为露弥娜,向她献上不含酒的祭品,并把乳汁浇奠于牺牲之上。
ἐνταῦθα δὴ τοῖς βρέφεσι κειμένοις τήν τε λύκαιναν ἱστοροῦσι θηλαζομένην καὶ δρυοκολάπτην τινὰ παρεῖναι1 συνεκτρέφοντα καὶ φυλάττοντα. νομίζεται δʼ Ἄρεως ἱερὰ τὰ ζῷα, τὸν δὲ δρυοκολάπτην καὶ διαφερόντως Λατῖνοι σέβονται καὶ τιμῶσιν· ὅθεν οὐχ ἥκιστα πίστιν ἔσχεν ἡ τεκοῦσα τὰ βρέφη τεκεῖν ἐξ Ἄρεως φάσκουσα. καίτοι τοῦτο παθεῖν αὐτὴν ἐξαπατηθεῖσαν λέγουσιν, ὑπὸ τοῦ Ἀμουλίου διαπαρθενευθεῖσαν, ἐν ὅπλοις ἐπιφανέντος αὐτῇ καὶ συναρπάσαντος.
正是在那里,据传当婴孩躺卧之时,母狼给他们喂乳,还有一只啄木鸟在旁协助喂养并守护他们。这些兽类被认为是献给阿瑞斯的圣物,而拉丁人对啄木鸟尤为敬奉尊崇;因此,生下婴孩的母亲声称自己是由阿瑞斯受孕而生子,也就格外为人所信服。然而人们说,她实际上是受了欺骗才遭此厄运,乃是被阿穆利乌斯夺去了童贞——他披戴甲胄出现在她面前,并强行将她占有。
οἱ δὲ τοὔνομα τῆς τροφοῦ διʼ ἀμφιβολίαν ἐπὶ τὸ μυθῶδες ἐκτροπὴν τῇ φήμῃ παρασχεῖν·2 λούπας γὰρ ἐκάλουν οἱ Λατῖνοι τῶν τε θηρίων τὰς λυκαίνας καὶ τῶν γυναικῶν τὰς ἑταιρούσας· εἶναι δὲ τοιαύτην τὴν Φαιστύλου γυναῖκα τοῦ τὰ βρέφη θρέψαντος, Ἄκκαν Λαρεντίαν ὄνομα. ταύτῃ δὲ καὶ θύουσι Ῥωμαῖοι, καὶ χοὰς ἐπιφέρει τοῦ Ἀπριλίου μηνὸς αὐτῇ ὁ τοῦ Ἄρεως ἱερεύς, καὶ Λαρενταλίαν καλοῦσι τὴν ἑορτήν.
但另有人说,是乳母名字的双重含义使得传闻转向了神话色彩;因为拉丁人把野兽中的母狼以及妇人中操皮肉生涯者都称为lupae;而抚育婴孩的浮斯图鲁斯的妻子正是这样一名女子,名叫阿卡·拉伦蒂亚。罗马人亦向她献祭,在四月里,阿瑞斯的祭司向她奉献奠酒,并将此节日称为拉伦塔利亚节。
- 4.2ἐνταῦθα δὴ τοῖς βρέφεσι κειμένοις τήν τε λύκαιναν ἱστοροῦσι θηλαζομένην καὶ δρυοκολάπτην τινὰ παρεῖναι
在动词 ἱστοροῦσι(传闻/记载)所引出的间接引语中,τε... καί 并列了两种不同形态的补足成分:一是分词结构(τήν τε λύκαιναν... θηλαζομένην,中动态分词作“授乳/哺乳”之主动义),二是不定式结构(δρυοκολάπτην τινὰ παρεῖναι)。与格短语 τοῖς βρέφεσι κειμένοις(对于躺卧的婴儿)修饰整个动作场景,同时兼顾 θηλαζομένην 与 παρεῖναι。
- 4.3οἱ δὲ τοὔνομα τῆς τροφοῦ διʼ ἀμφιβολίαν ἐπὶ τὸ μυθῶδες ἐκτροπὴν τῇ φήμῃ παρασχεῖν
句首以 οἱ δέ 开头,但缺少限定动词,而是使用了不定式 παρασχεῖν(提供了/导致了)以及随后的 εἶναι。这是承接上文间接引语中隐含的 λέγουσιν(他们说)而延续下来的“宾格+不定式”构型。
