← 普鲁塔克

罗慕路斯传

§3.1-3.5

阿穆利乌斯篡位与双胞胎的诞生及遗弃

根据狄奥克利斯等人的记述,叙述了阿尔巴兄弟努米托与阿穆利乌斯争夺王位之变、努米托之女产下双胞胎以及婴儿被遗弃在泛滥河边的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

τοῦ δὲ πίστιν ἔχοντος λόγου μάλιστα καὶ πλείστους μάρτυρας τὰ μὲν κυριώτατα1 πρῶτος εἰς τοὺς Ἕλληνας ἐξέδωκε Διοκλῆς Πεπαρήθιος, ᾧ καὶ Φάβιος ὁ Πίκτωρ ἐν τοῖς πλείστοις ἐπηκολούθηκε. γεγόνασι δὲ καὶ περὶ τούτων ἕτεραι διαφοραί· τύπῳ δʼ εἰπεῖν τοιοῦτός ἐστι.

然而,在最具可信度且见证人最多的说法中,佩帕雷托斯的狄奥克利斯最先向希腊人公开发表了其主要内容,费边·皮克托在大多数地方也跟从了他。关于这些事也出现过其他分歧,但大体而言如下所述。

§3.2

τῶν ἀπʼ Αἰνείου γεγονότων ἐν Ἄλβῃ βασιλέων εἰς ἀδελφοὺς δύο, Νομήτορα καὶ Ἀμούλιον, ἡ διαδοχὴ καθῆκεν. Ἀμουλίου δὲ νείμαντος τὰ πάντα δίχα, τῇ δὲ βασιλείᾳ τὰ χρήματα καὶ τὸν ἐκ Τροίας κομισθέντα χρυσὸν ἀντιθέντος, εἵλετο τὴν βασιλείαν ὁ Νομήτωρ. ἔχων οὖν ὁ Ἀμούλιος τὰ χρήματα καὶ πλέον ἀπʼ αὐτῶν δυνάμενος τοῦ Νομήτορος, τήν τε βασιλείαν ἀφείλετο ῥᾳδίως, καὶ φοβούμενος ἐκ τῆς θυγατρὸς αὐτοῦ γενέσθαι παῖδας, ἱέρειαν τῆς Ἑστίας ἀπέδειξεν, ἄγαμον καὶ παρθένον ἀεὶ βιωσομένην.

自埃涅阿斯传下、在阿尔巴统治的诸王世系,传到了努米托与阿穆利乌斯兄弟二人手中。阿穆利乌斯将一切分成两半,把财物和从特洛伊带来的黄金与王位相权衡,努米托选择了王位。于是阿穆利乌斯拥有了财物,并由此获得了比努米托更强大的力量,轻易地夺取了王权;他又担心其兄的女儿生下后代,便任命她为赫斯提亚的女祭司,令其终生不婚、永守童贞。

§3.3

ταύτην οἱ μὲν Ἰλίαν, οἱ δὲ Ῥέαν, οἱ δὲ Σιλουίαν ὀνομάζουσι. φωρᾶται δὲ μετʼ οὐ πολὺν χρόνον κυοῦσα παρὰ τὸν καθεστῶτα ταῖς Ἑστιάσι νόμον, καὶ τὸ μὲν ἀνήκεστα μὴ παθεῖν αὐτὴν ἡ τοῦ βασιλέως θυγάτηρ Ἀνθὼ παρῃτήσατο, δεηθεῖσα τοῦ πατρός, εἵρχθη δὲ καὶ δίαιταν εἶχεν ἀνεπίμεικτον, ὅπως μὴ λάθοι τεκοῦσα τὸν Ἀμούλιον.2 ἔτεκε δὲ δύο παῖδας ὑπερφυεῖς μεγέθει καὶ κάλλει.

这名女子,有人称她为伊利亚,有人称她为蕾亚,有人称她为西尔维娅。不久之后,她被发现违反维斯太女祭司的定制而怀孕;虽有国王之女安托向父亲恳求代为求情,使她免受极刑之祸,但她仍被监禁,过着与世隔绝的生活,以免阿穆利乌斯对其产子一事毫无察觉。她生下了两个男孩,体格与相貌皆异常出众。

§3.4

διʼ ὃ καὶ μᾶλλον ὁ Ἀμούλιος φοβηθείς, ἐκέλευσεν αὐτοὺς ὑπηρέτην λαβόντα ῥῖψαι. τοῦτον ἔνιοι Φαιστύλον ὀνομάζεσθαι λέγουσιν, οἱ δʼ οὐ τοῦτον, ἀλλὰ τὸν ἀνελόμενον. ἐνθέμενος οὖν εἰς σκάφην τὰ βρέφη, κατέβη μὲν ἐπὶ τὸν ποταμὸν ὡς ῥίψων, ἰδὼν δὲ κατιόντα πολλῷ ῥεύματι καὶ τραχυνόμενον, ἔδεισε προσελθεῖν, ἐγγὺς δὲ τῆς ὄχθης καταθεὶς ἀπηλλάσσετο.

阿穆利乌斯因而更加畏惧,便命令一名随从将他们带走扔掉。有人说这人名叫浮斯图鲁斯,另有人说这不是他的名字,而是抱起婴儿之人的名字。于是那随从把婴儿放入一只木槽,走向河边打算扔掉他们;但看到河水汹涌泛滥、湍急异常,便不敢靠近,将其放置在岸边便离开了。

§3.5

τοῦ δὲ ποταμοῦ κατακλύζοντος ἡ πλημμύρα τὴν σκάφην ὑπολαβοῦσα καὶ μετεωρίσασα πρᾴως κατήνεγκεν εἰς χωρίον ἐπιεικῶς μαλθακόν, ὃ νῦν Κερμαλὸν καλοῦσι, πάλαι δὲ Γερμανόν, ὡς ἔοικεν ὅτι καὶ τοὺς ἀδελφοὺς γερμανοὺς ὀνομάζουσιν.3

当河水溢出时,涨起的潮水托起木槽并将其平稳漂起,徐徐冲到一个颇为柔软的地方,此地如今被称为凯尔马卢斯,古时则被称为日耳曼努斯,看来是因为他们也称兄弟为“日耳曼努斯”(即同胞兄弟)。

语法注3 条
  1. 3.1τοῦ δὲ πίστιν ἔχοντος λόγου μάλιστα καὶ πλείστους μάρτυρας τὰ μὲν κυριώτατα

    属格短语 τοῦ ... λόγου 作为部分属格(表示整体),受后接的中性复数宾格短语 τὰ μὲν κυριώτατα 修饰或支配,意为“在最具可信度的记述中,其最重要的部分”。

  2. 3.3ὅπως μὴ λάθοι τεκοῦσα τὸν Ἀμούλιον

    此处采用 λανθάνω + 分词(τεκοῦσα)+ 人的宾格(τὸν Ἀμούλιον)的惯用结构,意为“不让阿穆利乌斯发觉地生育”。因主句为过去时(εἵρχθη),目的从句中的动词采用希求法(λάθοι)。

  3. 3.5ὡς ἔοικεν ὅτι καὶ τοὺς ἀδελφοὺς γερμανοὺς ὀνομάζουσιν

    由插入成分 ὡς ἔοικεν(“似乎/看来”)后接表示原因的 ὅτι 从句构成,解释了将地名 Germanus(Cermalus)与拉丁语中表示“同胞兄弟”的词汇 germanus 关联起来的民间词源说。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:3.1-3.5