- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:2.1-2.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节列举了关于罗马得名与建城者的诸多异说,继而叙述关于罗慕路斯身世的不同传统,尤其是普罗玛提翁记载的僭主塔尔切提奥斯与炉中阳具的神话传说。
ἄλλοι δὲ Ῥώμην, Ἰταλοῦ θυγατέρα καὶ Λευκαρίας, (οἱ δὲ Τηλέφου τοῦ Ἡρακλέους), Αἰνείᾳ γαμηθεῖσαν, οἱ δʼ Ἀσκανίῳ τῷ Αἰνείου, λέγουσι τοὔνομα θέσθαι τῇ πόλει· οἱ δὲ Ῥωμανόν, Ὀδυσσέως παῖδα καὶ Κίρκης, οἰκίσαι τὴν πόλιν· οἱ δὲ Ῥῶμον ἐκ Τροίας ὑπὸ Διομήδους ἀποσταλέντα τὸν Ἠμαθίωνος, οἱ δὲ Ῥῶμιν Λατίνων τύραννον, ἐκβαλόντα Τυρρηνοὺς τοὺς εἰς Λυδίαν μὲν ἐκ Θετταλίας, ἐκ δὲ Λυδίας εἰς Ἰταλίαν παραγενομένους. οὐ μὴν οὐδʼ οἱ Ῥωμύλον τῷ δικαιοτάτῳ τῶν λόγων ἀποφαίνοντες ἐπώνυμον τῆς πόλεως ὁμολογοῦσι περὶ τοῦ γένους [αὐτοῦ].
另有人说,伊塔罗斯与莱卡里亚的女儿罗马(也有人说是赫拉克勒斯之子忒勒福斯的女儿),嫁给了埃涅阿斯(又有人说是埃涅阿斯之子阿斯卡尼奥斯),将名字赋予了这座城;另有人说,奥德修斯与喀耳刻之子罗马诺斯建立了这座城;还有人说是厄玛提翁之子罗穆斯,由狄奥墨得斯从特洛伊派来;还有人说是拉丁人的僭主罗米斯,他驱逐了先从忒萨利亚迁至吕底亚、又从吕底亚来到意大利的提尔塞尼亚人。然而,即便按照最合情理的说法认定罗慕路斯是该城同名创立者的人,关于其出身也未有一致之论。
οἱ μὲν γὰρ Αἰνείου καὶ Δεξιθέας τῆς Φόρβαντος υἱὸν ὄντα νήπιον εἰς Ἰταλίαν κομισθῆναι καὶ τὸν ἀδελφὸν αὐτοῦ Ῥῶμον· ἐν δὲ τῷ ποταμῷ πλημμύραντι τῶν ἄλλων σκαφῶν διαφθαρέντων, ἐν ᾧ δʼ ἦσαν οἱ παῖδες εἰς μαλακὴν ἀποκλινθέντος ὄχθην ἀτρέμα,1 σωθέντας ἀπροσδοκήτως ὄνομα θεῖναι Ῥώμην.
因为有人说,他是埃涅阿斯与福尔巴斯之女德克西忒亚之子,幼年时与兄弟罗穆斯一同被带到意大利;当河水泛滥、其余木舟皆毁损时,孩子们所乘的那只木舟平缓地倾靠在一个柔软的岸边,他们意外获救,因而命名为罗马。
οἱ δὲ Ῥώμην, θυγατέρα τῆς Τρωάδος ἐκείνης, Λατίνῳ τῷ Τηλεμάχου γαμηθεῖσαν τεκεῖν τὸν Ῥωμύλον· οἱ δʼ Αἰμυλίαν τὴν Αἰνείου καὶ Λαβινίας, Ἄρει συγγενομένην. οἱ δὲ μυθώδη παντάπασι περὶ τῆς γενέσεως διεξίασι. Ταρχετίῳ γάρ, Ἀλβανῶν βασιλεῖ παρανομωτάτῳ καὶ ὠμοτάτῳ, φάσμα δαιμόνιον οἴκοι γενέσθαι· φαλλὸν γὰρ ἐκ τῆς ἑστίας ἀνασχεῖν καὶ διαμένειν ἐπὶ πολλὰς ἡμέρας.
另有人说,那位特洛伊女子的女儿罗马,嫁给了忒勒马科斯之子拉提诺斯而生下罗慕路斯;又有人说是埃涅阿斯与拉维尼亚的女儿埃米莉亚与阿瑞斯结合所生。还有人则详叙关于其诞生完全神话般的传说。原来阿尔巴人极其横暴凶残的国王塔尔切提奥斯,其家中有神异幽灵显现:一个阳具从灶中升起,并停留了许多天。
εἶναι δὲ Τηθύος ἐν Τυρρηνίᾳ χρηστήριον, ἀφʼ οὗ κομισθῆναι τῷ Ταρχετίῳ χρησμόν, ὥστε συμμεῖξαι τῷ φάσματι παρθένον· ἔσεσθαι γὰρ ἐξ αὐτῆς παῖδα κλεινότατον, ἀρετῇ καὶ τύχῃ καὶ ῥώμῃ διαφέροντα. φράσαντος οὖν τὸ μάντευμα τοῦ Ταρχετίου μιᾷ τῶν θυγατέρων καὶ συγγενέσθαι τῷ φαλλῷ προστάξαντος, αὐτὴν μὲν ἀπαξιῶσαι, θεράπαιναν δʼ εἰσπέμψαι.
提尔塞尼亚有忒堤斯的神谕所,塔尔切提奥斯从那里得到神谕,要让一位处女与那幽灵交合;因为从她必将生下一个极为显赫的孩子,在美德、幸运和勇武上皆超群出众。于是塔尔切提奥斯向自己的一位女儿说明神谕,命她与阳具结合;但她不屑于此,便派遣侍女代入。
τὸν δὲ Ταρχέτιον ὡς ἔγνω χαλεπῶς φέροντα συλλαβεῖν μὲν ἀμφοτέρας ἐπὶ θανάτῳ, τὴν δʼ Ἑστίαν ἰδόντα κατὰ τοὺς ὕπνους ἀπαγορεύουσαν αὐτῷ τὸν φόνον, ἱστόν τινα παρεγγυῆσαι ταῖς κόραις ὑφαίνειν δεδεμέναις, ὡς ὅταν ἐξυφήνωσι, τότε δοθησομένας πρὸς γάμον.2 ἐκείνας μὲν οὖν διʼ ἡμέρας ὑφαίνειν, ἑτέρας δὲ νύκτωρ τοῦ Ταρχετίου κελεύοντος ἀναλύειν τὸν ἱστόν. ἐκ δὲ τοῦ φαλλοῦ τῆς θεραπαινίδος τεκούσης δίδυμα, δοῦναί τινι Τερατίῳ τὸν Ταρχέτιον, ἀνελεῖν κελεύσαντα.
塔尔切提奥斯发觉后大为愤恨,将二人逮捕欲处死刑;但他梦见赫斯提亚禁止他行此杀戮,便命这两个姑娘被囚禁着织一面布,答应一旦织完,届时便将她们许配出嫁。于是她们白日织布,夜间却有其他女子奉塔尔切提奥斯之命将织物拆解。侍女由那阳具生下双胞胎后,塔尔切提奥斯将其交予某位特拉提奥斯,命其除掉他们。
τὸν δὲ θεῖναι φέροντα τοῦ ποταμοῦ πλησίον, εἶτα λύκαιναν μὲν ἐπιφοιτᾶν μαστὸν ἐνδιδοῦσαν, ὄρνιθας δὲ παντοδαποὺς ψωμίσματα κομίζοντας ἐντιθέναι τοῖς βρέφεσιν, ἄχρι οὗ βουκόλον ἰδόντα καὶ θαυμάσαντα τολμῆσαι3 προσελθεῖν καὶ ἀνελέσθαι τὰ παιδία. τοιαύτης δὲ τῆς σωτηρίας αὐτοῖς γενομένης, ἐκτραφέντας ἐπιθέσθαι τῷ Ταρχετίῳ καὶ κρατῆσαι. ταῦτα μὲν οὖν Προμαθίων τις, ἱστορίαν Ἰταλικὴν συντεταγμένος, εἴρηκε.
特拉提奥斯将孩子们带至河边放置;随后一只母狼时常前来喂哺乳头,各类飞鸟衔来碎食放入婴儿口中,直到一名牧人看见并惊叹不已,才敢上前抱走婴儿。他们得此搭救并被抚养成人后,便袭击塔尔切提奥斯并战胜了他。无论如何,这些是由一位编撰过《意大利史》的名叫普罗玛提翁的人所记述的。
- 2.2ἐν ᾧ δʼ ἦσαν οἱ παῖδες εἰς μαλακὴν ἀποκλινθέντος ὄχθην ἀτρέμα
此句为属格独立结构,但单数分词 ἀποκλινθέντος 的逻辑主语并未直接写出。应当从前文的 τῶν ἄλλων σκαφῶν(其余木舟)中承前补出单数名词 σκάφους(木舟),而关系从句 ἐν ᾧ ἦσαν οἱ παῖδες(孩子们身在其中的那只)则修饰此省略的主语。
- 2.5ὡς ὅταν ἐξυφήνωσι, τότε δοθησομένας πρὸς γάμον
宾格阴性复数分词 δοθησομένας 在 ὡς 引出的间接引语或主观意图结构中,指向主句与格 ταῖς κόραις 所代表的两位少女,表达一种被承诺的条件:“一旦织完,届时便会被许配出嫁”。这构成了类似于珀涅罗珀织布传说的拖延与许诺。
- 2.6ἄχρι οὗ βουκόλον ἰδόντα καὶ θαυμάσαντα τολμῆσαι
连词 ἄχρι οὗ(直到……)由于受到整体间接引语结构(不定式结构)的顺延影响,后接“宾格+不定式”(βουκόλον ... τολμῆσαι)。此处并未采用常规的直陈语气或虚拟语气定式动词,而是由转述叙事的不定式贯穿到了从属时间分句中。
