← 普鲁塔克

罗慕路斯传

§28.1-28.8

普罗库卢斯的见证与关于神化的哲学思考

尤利乌斯·普罗库卢斯宣称见到了神化后的罗慕路斯(奎里努斯),化解了民众的猜疑;作者进而列举阿里斯忒阿斯等人的失踪传说,从哲学角度论证升入神界的应是纯洁的灵魂而非凡俗的肉体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

οὕτως οὖν ἄνδρα τῶν πατρικίων γένει πρῶτον ἤθει τε δοκιμώτατον αὐτῷ τε Ῥωμύλῳ πιστὸν καὶ συνήθη, τῶν ἀπʼ Ἄλβης ἐποίκων, Ἰούλιον Πρόκλον, εἰς ἀγορὰν παρελθόντα καὶ τῶν ἁγιωτάτων ἔνορκον ἱερῶν ἁψάμενον εἰπεῖν ἐν πᾶσιν,1 ὡς ὁδὸν αὐτῷ βαδίζοντι Ῥωμύλος ἐξ ἐναντίας προσιὼν φανείη, καλὸς μὲν ὀφθῆναι καὶ μέγας ὡς οὔποτε πρόσθεν, ὅπλοις δὲ λαμπροῖς καὶ φλέγουσι κεκοσμημένος.

因此,贵族中有一位出身最高贵、德行极受赞许、又深得罗慕路斯本人信任的亲密友人,来自阿尔巴的移民之一,名叫尤利乌斯·普罗库卢斯,他走到集市中,手触最神圣的供物起誓,在众人面前宣称:当他在路上行走时,罗慕路斯迎面向他走来显现身形,其容貌俊美高大,前所未见,佩戴着闪闪发光而炽燃的铠甲。

§28.2

αὐτὸς μὲν οὖν ἐκπλαγεὶς πρὸς τὴν ὄψιν ὦ βασιλεῦ, φάναι, τί δὴ παθὼν ἢ διανοηθείς, ἡμᾶς μὲν ἐν αἰτίαις πεποίηκας ἀδίκοις καὶ πονηραῖς, πᾶσαν δὲ τὴν πόλιν ὀρφανὴν ἐν μυρίῳ πένθει προλέλοιπας; ἐκεῖνον δʼ ἀποκρίνασθαι· θεοῖς ἔδοξεν ὦ Πρόκλε τοσοῦτον ἡμᾶς γενέσθαι μετʼ ἀνθρώπων χρόνον, ἐκεῖθεν ὄντας, καὶ πόλιν ἐπʼ ἀρχῇ καὶ δόξῃ μεγίστῃ κτίσαντας, αὖθις οἰκεῖν οὐρανόν. ἀλλὰ χαῖρε καὶ φράζε Ῥωμαίοις, ὅτι σωφροσύνην μετʼ ἀνδρείας ἀσκοῦντες ἐπὶ πλεῖστον ἀνθρωπίνης ἀφίξονται δυνάμεως. ἐγὼ δʼ ὑμῖν εὐμενὴς ἔσομαι δαίμων Κυρῖνος.

他自己见此景象大为惊骇,便说道: “我的王啊, 您究竟遭逢了什么,或是怀着怎样的意图,竟让我们蒙受不义而恶毒的指责,又将整座城邦弃置于无尽的悲恸之中,如成孤儿一般?” 对方回答道: “普罗库卢斯啊,众神的意思是,我们本来自天上,在与世人共同度过这番岁月并建立了一座注定拥有极高权柄与荣耀的城邦之后,应当重返天空居住。去吧,安好,并告诉罗马人:只要他们兼修节制与英勇,必将达致人类力量的顶峰。而我将作为仁慈的善神奎里努斯守护你们。”

§28.3

ταῦτα πιστὰ μὲν εἶναι τοῖς Ῥωμαίοις ἐδόκει διὰ τὸν τρόπον τοῦ λέγοντος καὶ διὰ τὸν ὅρκον· οὐ μὴν ἀλλὰ καὶ δαιμόνιόν τι συνεφάψασθαι πάθος ὅμοιον ἐνθουσιασμῷ· μηδένα γὰρ ἀντειπεῖν, ἀλλὰ πᾶσαν ὑπόνοιαν καὶ διαβολὴν ἀφέντας εὔχεσθαι Κυρίνῳ καὶ θεοκλυτεῖν ἐκεῖνον.

由于说话者的品行以及他所发的誓言,这番话在罗马人看来是可信的;不仅如此,一种类似于迷狂的神异激情亦感染了众人;因为无人出言反驳,而是放下了所有的疑虑与毁谤,向奎里努斯祈祷,尊呼他为神明。

§28.4

ἔοικε μὲν οὖν ταῦτα τοῖς ὑφʼ Ἑλλήνων περί τʼ Ἀριστέου τοῦ Προικοννησίου καὶ Κλεομήδους τοῦ Ἀστυπαλαιέως μυθολογουμένοις. Ἀριστέαν μὲν γὰρ ἔν τινι κναφείῳ τελευτῆσαί φασι, καὶ τὸ σῶμα μετιόντων αὐτοῦ τῶν φίλων ἀφανὲς οἴχεσθαι· λέγειν δέ τινας εὐθὺς ἐξ ἀποδημίας ἥκοντας ἐντυχεῖν Ἀριστέᾳ τὴν ἐπὶ Κρότωνος πορευομένῳ. Κλεομήδη δὲ ῥώμῃ καὶ μεγέθει σώματος ὑπερφυᾶ γενόμενον, ἔμπληκτόν τε τῷ τρόπῳ καὶ μανικὸν ὄντα, πολλὰ δρᾶν βίαια, καὶ τέλος ἔν τινι διδασκαλείῳ παίδων τὸν ὑπερείδοντα τὴν ὀροφὴν κίονα πατάξαντα τῇ χειρὶ κλάσαι μέσον καὶ τὴν στέγην καταβαλεῖν.

这番情景正类似于希腊人关于普罗孔涅索斯的阿里斯忒阿斯和阿斯图帕莱亚的克勒俄墨德斯所讲述的神话。因为据说阿里斯忒阿斯死在一家漂洗作坊中,而当他的朋友们去搬运其尸体时,尸体竟已踪影全无;另有一些刚从异邦旅途归来的人宣称,他们在前往克罗顿的路上遇到了阿里斯忒阿斯。至于克勒俄墨德斯,其体格与力量异于常人,然而性格乖张疯狂,做下了许多暴行,最后在一家男童学塾里,用手猛击支撑屋顶的柱子,将其击折为两半,使屋顶坍塌倾覆。

§28.5

ἀπολομένων δὲ τῶν παίδων διωκόμενον, εἰς κιβωτὸν καταφυγεῖν μεγάλην καὶ τὸ πῶμα κατακλείσαντα συνέχειν ἐντός, ὥστʼ ἀποσπάσαι μὴ δύνασθαι πολλοὺς ὁμοῦ βιαζομένους· κατασχίσαντας δὲ τὴν κιβωτόν, οὔτε ζῶντα τὸν ἄνθρωπον εὑρεῖν οὔτε νεκρόν. ἐκπλαγέντας οὖν ἀποστεῖλαι θεοπρόπους εἰς Δελφούς, οἷς τὴν Πυθίαν εἰπεῖν "ἔσχατος ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς. "

在男童们丧命而他遭到追捕时,他逃入一个大箱子中,合上盖子从里面紧紧扣住,以致众人合力亦无法掀开;但当他们劈开箱子时,却发现里面既无活人亦无死尸。人们在惊骇之下派使节前往德尔斐求问神谕,皮提亚对他们说道: “阿斯图帕莱亚的克勒俄墨德斯乃是英雄之殿军。”

§28.6

λέγεται δὲ καὶ τὸν Ἀλκμήνης ἐκκομιζομένης νεκρὸν ἄδηλον γενέσθαι, λίθον δὲ φανῆναι κείμενον ἐπὶ τῆς κλίνης, καὶ ὅλως πολλὰ τοιαῦτα μυθολογοῦσι, παρὰ τὸ εἰκὸς ἐκθειάζοντες τὰ θνητὰ τῆς φύσεως ἅμα τοῖς θείοις. ἀπογνῶναι μὲν οὖν παντάπασι τὴν θειότητα τῆς ἀρετῆς ἀνόσιον καὶ ἀγεννές, οὐρανῷ δὲ μειγνύειν γῆν ἀβέλτερον. φατέον οὖν, ἐχομένοις τῆς ἀσφαλείας, κατὰ Πίνδαρον, ὡς "σῶμα μὲν πάντων ἕπεται θανάτῳ περισθενεῖ, ζῳὸν δʼ ἔτι λείπεται αἰῶνος εἴδωλον·2 τὸ γάρ ἐστι μόνον ἐκ θεῶν."

又有人说,阿尔克墨涅在出殡时其遗体忽然隐匿不见,而在棺床上只见放着一块石头;总之,人们讲述了许多此类神话,不合常理地将本性中必死之物与神圣之物一同奉为神明。 断然否认德性的神圣性固然是不敬且卑劣的,但将尘世与天空混为一谈亦是愚蠢的。因此,我们当固守稳妥之道,如品达所言: “众人之身躯皆随强大的死灭而归于终结,然生命之幻影依然长存;因唯有它来自诸神。”

§28.7

ἥκει γὰρ ἐκεῖθεν, ἐκεῖ δʼ ἄνεισιν, οὐ μετὰ σώματος, ἀλλʼ ἐὰν ὅτι μάλιστα σώματος ἀπαλλαγῇ καὶ διακριθῇ καὶ γένηται καθαρὸν παντάπασι καὶ ἄσαρκον καὶ ἁγνόν. αὕη γὰρ ψυχὴ ἀρίστη,3 καθʼ Ἡράκλειτον, ὥσπερ ἀστραπὴ νέφους διαπταμένη τοῦ σώματος. ἡ δὲ σώματι πεφυρμένη καὶ περίπλεως σώματος, οἷον ἀναθυμίασις ἐμβριθὴς καὶ ὁμιχλώδης, δυσέξαπτός ἐστι καὶ δυσανακόμιστος.

盖它既来自那里,亦将重返那里,却非与肉体同去,而是惟有在尽可能摆脱肉体、与肉体分离,并变得全然纯洁、无形体且神圣之时,方能升华。 正如赫拉克利特所言: “干燥的灵魂乃是最善,”它便如破云而出的闪电一般飞离身躯。但那与肉体混杂且饱受肉体充塞的灵魂,犹如沉重多雾的烟气,难以点燃亦难以升腾。

§28.8

οὐδὲν οὖν δεῖ τὰ σώματα τῶν ἀγαθῶν συναναπέμπειν παρὰ φύσιν εἰς οὐρανόν, ἀλλὰ τὰς ἀρετὰς καὶ τὰς ψυχὰς παντάπασιν οἴεσθαι κατὰ φύσιν καὶ δίκην θείαν ἐκ μὲν ἀνθρώπων εἰς ἥρωας, ἐκ δʼ ἡρώων εἰς δαίμονας, ἐκ δὲ δαιμόνων, ἂν τέλεον ὥσπερ ἐν τελετῇ καθαρθῶσι καὶ ὁσιωθῶσιν, ἅπαν ἀποφυγοῦσαι τὸ θνητὸν καὶ παθητικόν, οὐ νόμῳ πόλεως, ἀλλʼ ἀληθείᾳ καὶ κατὰ τὸν εἰκότα λόγον εἰς θεοὺς ἀναφέρεσθαι, τὸ κάλλιστον καὶ μακαριώτατον τέλος ἀπολαβούσας.

因此,绝无必要违反自然将善人的身躯一同送往天空,而应当深信,其德性与灵魂完全顺乎自然与神圣正义,自凡人升华为英雄,自英雄升华为神灵;而自神灵,若如在密仪中一般全然得以净化与圣化,彻底脱离了一切必死与受苦之物,便不是凭借城邦的法令,而是依循真理与合理的推论,升归众神之列,获得最美好与至福的归宿。

语法注3 条
  1. 28.1οὕτως οὖν ἄνδρα τῶν πατρικίων ... Ἰούλιον Πρόκλον ... εἰπεῖν ἐν πᾶσιν

    句首的 ἄνδρα ... Ἰούλιον Πρόκλον ... εἰπεῖν 是延续前文间接引语(传闻体)的“带不定式的对格”(accusative with infinitive)结构,无独立的定式主动词,表明作者在转述历史传说。

  2. 28.6αἰῶνος εἴδωλον

    在引自品达的诗句(残篇131)中,αἰῶνος 作为限制性或修饰性属格修饰 εἴδωλον,意为“生命的形象/幻影”,指肉体消亡后长存不灭的灵魂。

  3. 28.7αὕη γὰρ ψυχὴ ἀρίστη

    引用赫拉克利特残篇(DK 22 B118)。αὕη 是形容词 αὖος(干燥的)的阴性主格单数,意为“干燥的灵魂最善”,象征未被肉体湿浊或肉欲污染的纯洁清澄之灵魂。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:28.1-28.8