← 普鲁塔克

罗慕路斯传

§27.1-27.8

罗慕路斯的失踪及谋杀与升天之说

罗慕路斯因专横独断并羞辱元老院,随后离奇失踪,使议员们深陷谋杀疑云;关于其去向,流传着在神殿中被议员分尸谋害,以及在暴风雨的集会中被擢升为神仙等不同说法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.1

ἐπεὶ δὲ τοῦ πάππου Νομήτορος ἐν Ἄλβῃ τελευτήσαντος, αὐτῷ βασιλεύειν προσῆκον,1 εἰς μέσον ἔθηκε τὴν πολιτείαν δημαγωγῶν, καὶ κατʼ ἐνιαυτὸν ἀπεδείκνυεν ἄρχοντα τοῖς Ἀλβανοῖς, ἐδίδαξε δὲ καὶ τοὺς ἐν Ῥώμῃ δυνατοὺς ἀβασίλευτον ζητεῖν καὶ αὐτόνομον πολιτείαν, ἀρχομένους ἐν μέρει καὶ ἄρχοντας. οὐδὲ γὰρ οἱ καλούμενοι πατρίκιοι πραγμάτων μετεῖχον, ἀλλʼ ὄνομα καὶ σχῆμα περιῆν ἔντιμον αὐτοῖς, ἔθους ἕνεκα μᾶλλον ἢ γνώμης ἀθροιζομένοις εἰς τὸ βουλευτήριον· εἶτα σιγῇ προστάττοντος ἠκροῶντο, καὶ τῷ πρότεροι τὸ δεδογμένον ἐκείνῳ πυθέσθαι τῶν πολλῶν πλέον ἔχοντες2 ἀπηλλάττοντο. καὶ τἆλλα μὲν ἦν ἐλάττονα· τῆς δὲ γῆς τὴν δορίκτητον αὐτὸς ἐφʼ ἑαυτοῦ δασάμενος τοῖς στρατιώταις, καὶ τοὺς ὁμήρους τοῖς Βηίοις ἀποδούς, οὔτε πεισθέντων οὔτε βουλομένων ἐκείνων, ἔδοξε κομιδῇ τὴν γερουσίαν προπηλακίζειν.

然而,当他的外祖父努米托尔在阿尔巴去世后,罗慕路斯本应继承王位,但他为了争取民心,却将政权交由公众掌管,并为阿尔巴人按年指定一名执政官;这也使得罗马的权贵们受到启发,去寻求一种无王且自治的政体,即轮流进行统治与受治。因为即便所谓的贵族亦不得参与实际政务,留在他们手中的不过是尊贵的虚名与外表,他们聚集在元老院议事堂中,更多是为了遵循惯例而非发表政见;继而,他们在静默中聆听他发号施令,仅仅因比大众更早获知他的决议,便自认略胜一筹而散去。其余的事态尚属次要;但他完全凭一己之意将战得的土地分给士兵,又在元老院既未受劝服亦不同意的情况下,将人质归还给维爱人,此举被视为对元老院的彻底侮辱。

§27.3

ὅθεν εἰς ὑποψίαν καὶ διαβολὴν ἐνέπεσε3 παραλόγως ἀφανισθέντος αὐτοῦ μετʼ ὀλίγον χρόνον. ἠφανίσθη δὲ νώναις Ἰουλίαις ὡς νῦν ὀνομάζουσιν, ὡς δὲ τότε, Κυντιλίαις, οὐδὲν εἰπεῖν βέβαιον οὐδʼ ὁμολογούμενον πυθέσθαι περὶ τῆς τελευτῆς ἀπολιπών, ἀλλʼ ἢ τὸν χρόνον, ὡς προείρηται. δρᾶται γὰρ ἔτι νῦν ὅμοια τῷ τότε πάθει πολλὰ κατὰ τὴν ἡμέραν ἐκείνην.

因此,当他在不久之后神秘失踪时,元老院便陷入了嫌疑与指责之中。他失踪于现在的七月诺奈日,即当时的第五月诺奈日;除了如前所述的时间之外,关于他的死因,没有留下任何确定可言的事实,亦无任何一致公认的传闻。因为直到今日,在那一天仍举行着许多模拟当时情景的仪式。

§27.4

οὐ δεῖ δὲ θαυμάζειν τὴν ἀσάφειαν, ὅπου Σκηπίωνος Ἀφρικανοῦ μετὰ δεῖπνον οἴκοι τελευτήσαντος οὐκ ἔσχε πίστιν οὐδʼ ἔλεγχον ὁ τρόπος τῆς τελευτῆς, ἀλλʼ οἱ μὲν αὐτομάτως ὄντα φύσει νοσώδη καμεῖν λέγουσιν, οἱ δʼ αὐτὸν ὑφʼ ἑαυτοῦ φαρμάκοις ἀποθανεῖν, οἱ δὲ τοὺς ἐχθροὺς τὴν ἀναπνοὴν ἀπολαβεῖν αὐτοῦ νύκτωρ παρεισπεσόντας.

人们对这种扑朔迷离亦不必感到惊异,因为就连阿非利加努斯·西庇阿在晚饭后于家中辞世时,其死亡的方式亦无确凿依据或验证,有人说他是因生来体弱而自然病故,有人说他是自行服毒而亡,还有人说是敌人乘夜潜入掐断了他的气息。

§27.5

καίτοι Σκηπίων ἔκειτο νεκρὸς ἐμφανὴς ἰδεῖν πᾶσι, καὶ τὸ σῶμα παρεῖχε πᾶσιν ὁρώμενον ὑποψίαν τινὰ τοῦ πάθους καὶ κατανόησιν· Ῥωμύλου δʼ ἄφνω μεταλλάξαντος οὔτε μέρος ὤφθη σώματος οὔτε λείψανον ἐσθῆτος. ἀλλʼ οἱ μὲν εἴκαζον ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου τοὺς βουλευτὰς ἐπαναστάντας αὐτῷ καὶ διαφθείραντας, νείμαντας τὸ σῶμα καὶ μέρος ἕκαστον ἐνθέμενον εἰς τὸν κόλπον ἐξενεγκεῖν· ἕτεροι δʼ οἴονται μήτʼ ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου μήτε μόνων τῶν βουλευτῶν παρόντων γενέσθαι τὸν ἀφανισμόν, ἀλλὰ τυχεῖν μὲν ἔξω περὶ τὸ καλούμενον αἰγὸς [ἢ ζορκὸς] ἕλος ἐκκλησίαν ἄγοντα τὸν Ῥωμύλον, ἄφνω δὲ θαυμαστὰ καὶ κρείττονα λόγου περὶ τὸν ἀέρα πάθη γενέσθαι καὶ μεταβολὰς ἀπίστους· τοῦ μὲν γὰρ ἡλίου τὸ φῶς ἐκλιπεῖν, νύκτα δὲ κατασχεῖν οὐ πρᾳεῖαν οὐδʼ ἥσυχον, ἀλλὰ βροντάς τε δεινὰς καὶ πνοὰς ἀνέμων ζάλην ἐλαυνόντων πανταχόθεν ἔχουσαν· ἐν δὲ τούτῳ τὸν μὲν πολὺν ὄχλον σκεδασθέντα φυγεῖν, τοὺς δὲ δυνατοὺς συστραφῆναι μετʼ ἀλλήλων· ἐπεὶ δʼ ἔληξεν ἡ ταραχὴ καὶ τὸ φῶς ἐξέλαμψε, καὶ τῶν πολλῶν εἰς ταὐτὸ πάλιν συνερχομένων ζήτησις ἦν τοῦ βασιλέως καὶ πόθος, οὐκ ἐᾶν τοὺς δυνατοὺς ἐξετάζειν οὐδὲ πολυπραγμονεῖν, ἀλλὰ τιμᾶν παρακελεύεσθαι πᾶσι καὶ σέβεσθαι Ῥωμύλον, ὡς ἀνηρπασμένον εἰς θεοὺς καὶ θεὸν εὐμενῆ γενησόμενον αὐτοῖς ἐκ χρηστοῦ βασιλέως.

然而西庇阿尚且死后尸身俨然,众目昭彰,遗体供人瞻仰,亦为人提供了一些关于死因的推测与判断;而当罗慕路斯突然离世时,既未见其肢体的一部分,亦未留下一丝衣物的残余。于是有人推测,是议员们在赫淮斯托斯的神庙中对他群起而攻,将他杀害后分尸,每人各藏一部分于袍褶之中运了出去;另一些人则认为,失踪既非发生于赫淮斯托斯神庙,亦非仅有议员在场之时,而是罗慕路斯恰巧在城外所谓的山羊沼泽一带召集民众大会,空中突然发生了惊人而难以言表的异象与不可思议的剧变;太阳的光芒隐没,降临的黑夜既不安宁亦不平静,伴随着可怖的雷声与从四方驱卷风暴的狂风呼啸;在此期间,大众四散奔逃,而权贵们则紧密聚在一起;当骚乱平息,光明重现,众人再度汇聚于同一地点并渴望寻找国王时,权贵们却不准大众查究或多管闲事,反而劝勉所有人尊崇并敬奉罗慕路斯,宣称他已被擢升至众神之中,由一位贤明的君主化身为护佑他们的善神。

§27.8

τοὺς μὲν οὖν πολλοὺς ταῦτα πειθομένους καὶ χαίροντας ἀπαλλάττεσθαι, μετʼ ἐλπίδων ἀγαθῶν προσκυνοῦντας· εἶναι δέ τινας οἳ τὸ πρᾶγμα πικρῶς καὶ δυσμενῶς ἐξελέγχοντες ἐτάραττον τοὺς πατρικίους καὶ διέβαλλον, ὡς ἀβέλτερα τὸν δῆμον ἀναπείθοντας, αὐτοὺς δὲ τοῦ βασιλέως αὐτόχειρας ὄντας.

于是大众信以为真,欣喜而退,怀抱美好的希望向他礼拜;但亦有一些人,对这桩事件展开了尖锐而充满恶意的追究,使贵族们陷入困扰,指责他们是在用荒诞的说辞愚弄人民,而他们自己才是亲手弑杀国王的凶手。

语法注3 条
  1. 27.1προσῆκον

    无人称动词 προσήκει 的现在分词中性单数宾格构成的宾格绝对独立结构。在此带有让步意味(“尽管继位属于他的权利/理应由他为王”),与前面的属格绝对独立结构 τοῦ πάππου Νομήτορος ... τελευτήσαντος(其外祖父努米托尔死后)相呼应。

  2. 27.2τῷ πρότεροι τὸ δεδογμένον ἐκείνῳ πυθέσθαι τῶν πολλῶν πλέον ἔχοντες

    带冠词的不定词与格结构 τῷ ... πυθέσθαι 表示手段或原因(“通过得知……”),修饰 πλέον ἔχοντες(“占得上风”)。由于不定词的逻辑主语与主句主语(元老院议员们)一致,因此形容词 πρότεροι 采用主格形式。

  3. 27.3ὅθεν εἰς ὑποψίαν καὶ διαβολὴν ἐνέπεσε

    动词 ἐνέπεσε 的省略主语是前一句中的宾语“元老院(ἡ γερουσία)”。紧随其后的属格绝对结构 παραλόγως ἀφανισθέντος αὐτοῦ(当他[罗慕路斯]离奇失踪时)中的 αὐτοῦ 指罗慕路斯,因此 ἐνέπεσε 的主语不能理解为罗慕路斯,而是元老院蒙受了谋害国王的嫌疑与指责。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:27.1-27.8