- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:29.1-29.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克探讨了罗慕路斯的神号“奎里努斯”的词源以及“卡普拉蒂纳九日节”的起源,介绍了关于女仆菲洛蒂斯巧施奇计击退拉丁人的异说,并记述了罗慕路斯的终年与在位年数。
τὴν δὲ γενομένην ἐπωνυμίαν τῷ Ῥωμύλῳ τὸν Κυρῖνον οἱ μὲν Ἐνυάλιον προσαγορεύουσιν, οἱ δὲ πολίτην, ὅτι καὶ τοὺς πολίτας Κυρίτας ὠνόμαζον, οἱ δὲ τὴν αἰχμὴν ἢ τὸ δόρυ τοὺς παλαιοὺς κύριν ὀνομάζειν,1 καὶ Κυρίτιδος Ἥρας ἄγαλμα καλεῖν ἐπʼ αἰχμῆς ἱδρυμένον, ἐν δὲ τῇ Ῥηγίᾳ δόρυ καθιδρυμένον Ἄρεα προσαγορεύειν καὶ δόρατι τοὺς ἐν πολέμοις ἀριστεύοντας γεραίρειν· ὡς οὖν ἀρήιόν τινα τὸν Ῥωμύλον ἢ αἰχμητὴν θεὸν ὀνομασθῆναι Κυρῖνον.
关于罗慕路斯所获得的“奎里努斯”这一称号,有人称其为厄倪阿利俄斯(战神),有人则称其意为“公民”,因为他们过去亦称公民为“奎里特人”;另有人指出,古人将矛尖或长矛称为curis,并将立于长矛之上的赫拉雕像称为“奎里蒂斯”,在王宫中供奉的长矛亦被称为阿瑞斯,且用长矛奖赏在战争中立下卓绝战功之人;因此罗慕路斯被称为奎里努斯,乃是意指武神或持矛之神。
ἱερὸν μὲν οὖν αὐτοῦ κατεσκευασμένον ἐστὶν ἐν τῷ λόφῳ τῷ Κυρίνᾳ προσαγορευομένῳ διʼ ἐκεῖνον· ᾗ δʼ ἡμέρᾳ μετήλλαξεν, ὄχλου φυγὴ καλεῖται καὶ νῶναι Καπρατῖναι διὰ τὸ θύειν εἰς τὸ τῆς αἰγὸς ἕλος ἐκ πόλεως κατιόντας· τὴν γὰρ αἶγα κάπραν ὀνομάζουσιν. ἐξιόντες δὲ πρὸς τὴν θυσίαν πολλὰ τῶν ἐπιχωρίων ὀνομάτων φθέγγονται μετὰ βοῆς, οἷον Μάρκου, Λουκίου, Γαΐου, μιμούμενοι τὴν τότε τροπὴν καὶ ἀνάκλησιν ἀλλήλων μετὰ δέους καὶ ταραχῆς.
他的神庙便修建在因他而被称为奎里纳尔的丘陵上;而他离世的那一天,则被称为“平民逃亡日”和“卡普拉蒂纳九日节”,因为人们从城里下来前往母羊沼献祭;盖他们称母羊为capra。当人们前往献祭时,大声呼喊着许多当地的名字,如马尔库斯、卢基乌斯、盖乌斯,以模拟当年的溃逃以及在惊恐与混乱中互相呼唤的情状。
ἔνιοι μέντοι τὸ μίμημα τοῦτό φασι μὴ φυγῆς, ἀλλʼ ἐπείξεως εἶναι καὶ σπουδῆς, εἰς αἰτίαν τοιαύτην ἀναφέροντες τὸν λόγον. ἐπεὶ Κελτοὶ τὴν Ῥώμην καταλαβόντες ἐξεκρούσθησαν ὑπὸ Καμίλλου, καὶ διʼ ἀσθένειαν ἡ πόλις οὐκέτι ῥᾳδίως ἑαυτὴν ἀνελάμβανεν, ἐστράτευσαν ἐπʼ αὐτὴν πολλοὶ τῶν Λατίνων, ἄρχοντα Λίβιον Ποστούμιον ἔχοντες. οὗτος δὲ καθίσας τὸν στρατὸν οὐ πρόσω τῆς Ῥώμης ἔπεμπε κήρυκα, βούλεσθαι λέγων τοὺς Λατίνους ἐκλιποῦσαν ἤδη τὴν παλαιὰν οἰκειότητα καὶ συγγένειαν ἐκζωπυρῆσαι, καιναῖς αὖθις ἀνακραθέντων ἐπιγαμίαις τῶν γενῶν.2
然而有些人说,这种模仿并非表现逃跑,而是表现急迫与热情,并将由来源引自这样一件事:当攻占罗马的高卢人被卡米卢斯逐出后,罗马城由于衰微而一时难以恢复元气,许多拉丁人在利维乌斯·波斯图米乌斯的统领下进军攻打罗马。他在离罗马不远的地方扎下军队,派来使节说:拉丁人希望通过新的通婚再度将各宗族融为一体,从而重新燃起业已熄灭的往昔亲睦与姻亲之情。
ἂν οὖν πέμψωσι παρθένους τε συχνὰς καὶ γυναικῶν τὰς ἀνάνδρους, εἰρήνην ἔσεσθαι καὶ φιλίαν αὐτοῖς, ὡς ὑπῆρξε πρὸς Σαβίνους πρότερον ἐκ τῶν ὁμοίων. ταῦτʼ ἀκούσαντες οἱ Ῥωμαῖοι τόν τε πόλεμον ἐφοβοῦντο, καὶ τὴν παράδοσιν τῶν γυναικῶν οὐδὲν αἰχμαλωσίας ἐπιεικέστερον ἔχειν ἐνόμιζον. ἀποροῦσι δʼ αὐτοῖς θεράπαινα Φιλωτίς, ὡς δʼ ἔνιοι λέγουσι Τουτόλα καλουμένη, συνεβούλευσε μηδέτερα ποιεῖν, ἀλλὰ χρησαμένους δόλῳ διαφυγεῖν ἅμα τὸν πόλεμον καὶ τὴν ἐξομήρευσιν.
因此,如果他们送出众多处女和独身妇人,双方就能缔结和平与友谊,正如早先由于类似情况而与萨宾人建立的情形一般。罗马人闻听此言,既畏惧战争,又认为交出妇女无异于沦为战俘。在他们束手无策之际,一个名叫菲洛蒂斯(或如某些人所说的图托拉)的女仆建议他们两者都不要照办,而是运用计谋,同时免除战争与交出人质之祸。
ἦν δʼ ὁ δόλος, αὐτήν τε τὴν Φιλωτίδα καὶ σὺν αὐτῇ θεραπαινίδας εὐπρεπεῖς κοσμήσαντας ὡς ἐλευθέρας ἀποστεῖλαι πρὸς τοὺς πολεμίους· εἶτα νύκτωρ τὴν Φιλωτίδα πυρσὸν ἆραι, τοὺς δὲ Ῥωμαίους ἐπελθεῖν μετὰ τῶν ὅπλων καὶ χρήσασθαι κοιμωμένοις τοῖς πολεμίοις. ταῦτα δʼ ἐδρᾶτο πεισθέντων τῶν Λατίνων, καὶ τὸν πυρσὸν ἀνέσχεν ἡ Φιλωτὶς ἔκ τινος ἐρινεοῦ, περισχοῦσα προκαλύμμασι καὶ παραπετάσμασιν ὄπισθεν, ὥστε τοῖς πολεμίοις ἀόρατον εἶναι τὸ φῶς, τοῖς δὲ Ῥωμαίοις κατάδηλον.
这条计谋是:将菲洛蒂斯本人以及随她而去的俊美侍女们装扮成自由妇女,送往敌方;随后到了夜间,由菲洛蒂斯举起火把,而罗马人则执兵刃杀来,袭击沉睡中的敌人。拉丁人被说服之后,此计得以付诸实行。菲洛蒂斯从一棵野无花果树上升起火把,从背后用帷幔遮挡掩映,以致火光对敌人隐蔽,对罗马人却清晰可见。
ὡς οὖν ἐπεῖδον, εὐθὺς ἐξῄεσαν ἐπειγόμενοι καὶ διὰ τὴν ἔπειξιν ἀλλήλους περὶ τὰς πύλας ἀνακαλοῦντες πολλάκις. ἐμπεσόντες δὲ τοῖς πολεμίοις ἀπροσδοκήτως καὶ κρατήσαντες, ἐπινίκιον ἄγουσι τὴν ἑορτήν. καὶ Καπρατῖναι μὲν αἱ νῶναι καλοῦνται διὰ τὸν ἐρινεόν, καπρίφικον ὑπὸ Ῥωμαίων ὀνομαζόμενον. ἑστιῶσι δὲ τὰς γυναῖκας ἔξω συκῆς κλάδοις σκιαζομένας· αἱ δὲ θεραπαινίδες ἀγείρουσι περιιοῦσαι καὶ παίζουσιν, εἶτα πληγαῖς καὶ βολαῖς λίθων χρῶνται πρὸς ἀλλήλας, ὡς καὶ τότε τοῖς Ῥωμαίοις παραγενόμεναι καὶ συναγωνισάμεναι μαχομένοις.
罗马人一见火光,立刻仓促出击,并因急迫而在城门附近频繁互相呼唤名字。他们出其不意地突袭敌人并大获全胜,遂举行这一节日作为凯旋庆典。这九日节之所以被称为“卡普拉蒂纳”,是因为野无花果树被罗马人称为caprificus。人们在野外用无花果树枝搭成阴凉款待妇女;女仆们则四处游走化缘并嬉戏玩耍,随后互相殴打并投掷石块,以示当年她们亦曾亲临相助罗马人并同仇敌忾一同战斗。
ταῦτʼ οὐν πολλοὶ προσίενται τῶν συγγραφέων, ἀλλὰ καὶ τὸ μεθʼ ἡμέραν χρῆσθαι τῇ ἀνακλήσει τῶν ὀνομάτων καὶ τὸ πρὸς τὸ ἕλος τὸ τῆς αἰγὸς ὡς ἐπὶ θυσίαν βαδίζοντας3 ἔοικε τῷ προτέρῳ λόγῳ προστίθεσθαι μᾶλλον, εἰ μὴ νὴ Δία τῆς αὐτῆς ἡμέρας ἐν χρόνοις ἑτέροις ἀμφότερα τὰ πάθη συνέτυχε γενέσθαι. λέγεται δὲ Ῥωμύλος τέσσαρα μὲν ἔτη καὶ πεντήκοντα γεγονώς, ὄγδοον δὲ βασιλεύων ἐκεῖνο καὶ τριακοστόν, ἐξ ἀνθρώπων ἀφανισθῆναι.
尽管许多史家采信此说,但白昼里呼唤姓名之举,以及宛若前往献祭般奔赴母羊沼的做法,似乎更支持前一种说法,除非凭宙斯起誓,这两桩事件当真是在不同时代恰好发生在同一天。据说,罗慕路斯在享年五十四岁、在位第三十八年时,自世人之中隐没不见。
- 29.1οἱ δὲ τὴν αἰχμὴν ἢ τὸ δόρυ τοὺς παλαιοὺς κύριν ὀνομάζειν
此处承接句首的 οἱ μέν ... προσαγορεύουσιν,但在构词上发生破格(句法不整合),由原先的主动词句转为在 οἱ δέ 之后省略言说动词(如 λέγουσι)的“不定式结构”。后续的 ὀνομάζειν、καλεῖν、προσαγορεύειν 与 γεραίρειν 均为此类不定式,最终归结于 ὡς οὖν ... ὀνομασθῆναι(“因此被称为……”)。
- 29.3ἀνακραθέντων ἐπιγαμίαις τῶν γενῶν
独立属格结构。逻辑主语为 τῶν γενῶν,分词 ἀνακραθέντων 是 ἀνακεράννυμι(混合、结合)的不定过去被动分词,表示手段或条件:“通过新的通婚使各宗族再度融合”,用以说明前文不定式 ἐκζωπυρῆσαι(重燃)的实现方式。
- 29.7ἀλλὰ καὶ τὸ μεθʼ ἡμέραν χρῆσθαι τῇ ἀνακλήσει τῶν ὀνομάτων καὶ τὸ πρὸς τὸ ἕλος τὸ τῆς αἰγὸς ὡς ἐπὶ θυσίαν βαδίζοντας
为主干动词 ἔοικε 的主语部分,由两个带有中性单数定冠词 τὸ 的名词性短语并列构成。前半段为标准的冠词加不定式(τὸ ... χρῆσθαι),后半段则出现变格,冠词 τὸ 之后未接不定式 βαδίζειν,而是直接接了包含逻辑主语的对格分词 βαδίζοντας。整句意为“白昼呼唤姓名这一做法,以及走向母羊沼这一举动”。
