← 普鲁塔克

罗慕路斯传

§26.1-26.3

罗慕路斯的专制转变与侍从官

罗慕路斯结束其最后一场战争后蜕变为专横的独裁者,采用华服并设置亲卫,随后解释了侍从官等名称的词源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

τοῦτον ἔσχατον πόλεμον ὁ Ῥωμύλος ἐπολέμησεν. εἶθʼ ὃ πολλοί, μᾶλλον δὲ πλὴν ὀλίγων πάσχουσι πάντες οἱ μεγάλαις καὶ παραλόγοις ἀρθέντες εὐτυχίαις εἰς δύναμιν καὶ ὄγκον, οὐδʼ αὐτὸς διέφυγε παθεῖν,1 ἀλλʼ ἐκτεθαρρηκὼς τοῖς πράγμασι καὶ βαρυτέρῳ φρονήματι χρώμενος, ἐξίστατο τοῦ δημοτικοῦ, καὶ παρήλλαττεν εἰς μοναρχίαν ἐπαχθῆ καὶ λυποῦσαν ἀπὸ τοῦ σχήματος πρῶτον ᾧ κατεσχημάτιζεν ἑαυτόν.

这是罗慕路斯所进行的最后一场战争。随后,许多人——更确切地说,除了少数人之外,凡因巨大而意想不到的幸运而被推上权位与尊荣之人所遭遇的经历,他自己也未能幸免。他对局势盲目自信,心生更加傲慢的态度,抛弃了平易近民的风范,蜕变为一种令人难以忍受且招致怨恨的独裁统治,这首先表现在他装扮自己的外表服饰上。

§26.2

ἁλουργῆ μὲν γὰρ ἐνεδύετο χιτῶνα καὶ τήβεννον ἐφόρει περιπόρφυρον, ἐν θρόνῳ δʼ ἀνακλίτῳ καθήμενος ἐχρημάτιζεν. ἦσαν δὲ περὶ αὐτὸν ἀεὶ τῶν νέων οἱ καλούμενοι Κέλερες ἀπὸ τῆς περὶ τὰς ὑπουργίας ὀξύτητος. ἐβάδιζον δὲ πρόσθεν ἕτεροι βακτηρίαις ἀνείργοντες τὸν ὄχλον, ὑπεζωσμένοι δʼ ἱμάντας ὥστε συνδεῖν εὐθὺς οὓς προστάξειε.2

原来,他内穿深红色的短袍,身披饰有紫边的托加长袍,坐在一张靠背椅上处理公务。他的周围常有一群被称为‘轻捷士’的年轻人守护,这一名称源于他们在听命效劳时的迅疾。另有一些人走在前方,用杖驱开人群,腰间系着皮带,以便能立即将他所命令拘禁的人绑起来。

§26.3

τὸ δὲ δῆσαι Λατῖνοι πάλαι μὲν λιγᾶρε, νῦν δʼ ἀλλιγᾶρε καλοῦσιν· ὅθεν οἵ τε ῥαβδοῦχοι λικτώρεις αἵ τε ῥάβδοι βάκιλα καλοῦνται διὰ τὸ χρῆσθαι τότε βακτηρίαις. εἰκὸς δὲ λικτώρεις ἐντιθεμένου τοῦ κάππα νῦν ὀνομάζεσθαι, πρότερον [γὰρ] λιτώρεις, ἑλληνιστὶ δὲ λειτουργοὺς ὄντας· λήιτον γὰρ τὸ δημόσιον ἔτι νῦν Ἕλληνες καὶ λαὸν τὸ πλῆθος ὀνομάζουσιν.

在拉丁语中,‘绑’过去被称为‘利加雷’,如今则称作‘阿里加雷’;因此,那些执杖者被称为‘利克托尔’,其手杖被称为‘巴基拉’,盖因当时使用的是木杖。然而很可能如今被称为‘利克托尔’是因为插入了字母卡帕,此前原称‘利托尔’,即希腊语中的‘莱图尔戈斯’;因为希腊人至今仍将公共事物称为‘莱伊顿’,将大众称为‘拉奥斯’。

语法注2 条
  1. 26.1εἶθʼ ὃ πολλοί, μᾶλλον δὲ πλὴν ὀλίγων πάσχουσι πάντες οἱ μεγάλαις καὶ παραλόγοις ἀρθέντες εὐτυχίαις εἰς δύναμιν καὶ ὄγκον, οὐδʼ αὐτὸς διέφυγε παθεῖν

    主句的核心结构是 οὐδʼ αὐτὸς διέφυγε παθεῖν(他自己也未能幸免于经历),其前置了一个先行的关系代词从句 ὃ πολλοί ... πάσχουσι(许多人所经历之事),该从句充当补充不定式 παθεῖν 的直接宾语。关系从句内部的主语则是实质化的分词短语 οἱ ... ἀρθέντες(那些被推上……之人)。

  2. 26.2ὥστε συνδεῖν εὐθὺς οὓς προστάξειε

    ὥστε 引导表示目的或结果的不定式 συνδεῖν。关系代词从句中的动词 προστάξειε 采用希求语气,属于过去重复动作的希求法(optative of past general/indefinite frequency),意为“凡是他随时命令(拘捕)的人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:26.1-26.3