- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:25.1-25.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
维爱人因警惕罗马势力的扩张而索要菲得奈并挑起战争,罗慕路斯将其击败,迫使其割地交质缔结百年和约,并为此举行了凯旋式。
οὕτω δὲ ῥωννυμένοις τοῖς πράγμασιν οἱ μὲν ἀσθενέστεροι τῶν προσοίκων ὑπεδύοντο καὶ τυγχάνοντες ἀδείας ἠγάπων, οἱ δὲ δυνατοὶ δεδιότες καὶ φθονοῦντες, οὐκ ᾤοντο δεῖν περιορᾶν, ἀλλʼ ἐνίστασθαι τῇ αὐξήσει καὶ κολούειν τὸν Ῥωμύλον. πρῶτοι δὲ Τυρρηνῶν Οὐήϊοι, χώραν κεκτημένοι πολλὴν καὶ πόλιν μεγάλην οἰκοῦντες, ἀρχὴν ἐποιήσαντο πολέμου Φιδήνην ἀπαιτεῖν ὡς προσήκουσαν αὐτοῖς.
随着势力的这般增强,较弱的邻邦纷纷归顺,以获得安全为满足;强邦则因恐惧和嫉妒,认为不应坐视不理,而当抵制其扩张并遏制罗慕路斯。在伊特鲁里亚人中,拥有广袤土地并定居于大城的维爱人最先挑起战争,他们索要菲得奈,声称该城属于他们。
τὸ δʼ οὐκ ἄδικον ἦν μόνον, ἀλλὰ καὶ γελοῖον, ὅτι κινδυνεύουσι τότε καὶ πολεμουμένοις οὐ προσαμύναντες, ἀλλʼ ἐάσαντες ἀπολέσθαι τοὺς ἄνδρας, οἰκίας καὶ γῆν ἀπαιτοῖεν1 ἄλλων ἐχόντων. καθυβρισθέντες οὖν ὑπὸ τοῦ Ῥωμύλου [ἐν] ταῖς ἀποκρίσεσι, δίχα διεῖλον ἑαυτούς, καὶ τῷ μὲν ἐπέκειντο τῷ Φιδηνατῶν στρατεύματι, τῷ δὲ πρὸς Ῥωμύλον ἀπήντων. πρὸς μὲν οὖν Φιδήναις δισχιλίους Ῥωμαίων κρατήσαντες ἀπέκτειναν, ὑπὸ Ῥωμύλου δὲ νικηθέντες ὑπὲρ ὀκτακισχιλίους ἀπέβαλον.
这一要求不仅不正当,甚至十分可笑,因为此前菲得奈人身陷危难、遭受攻击时,他们未加援救,反而听任这些人灭亡,如今别人占有了,他们却来索要房屋和土地。于是他们在罗慕路斯的答复中遭受羞辱,便将兵力一分为二,一部压制菲得奈的驻军,另一部则前去迎击罗慕路斯。在菲得奈附近,他们获胜并杀死了两千名罗马人,但随后被罗慕路斯击败,损失了八千多人。
αὖθις δὲ περὶ Φιδήνην ἐμαχέσαντο, καὶ τὸ μὲν πλεῖστον ἔργον αὐτοῦ Ῥωμύλου γενέσθαι, τέχνην τε μετὰ τόλμης πᾶσαν ἐπιδειξαμένου, ῥώμῃ τε καὶ ποδωκείᾳ πολὺ δόξαντος ἀνθρωπίνης κρείττονι κεχρῆσθαι, πάντες ὁμολογοῦσι,2 τὸ δʼ ὑπʼ ἐνίων λεγόμενον κομιδῇ μυθῶδές ἐστι, μᾶλλον δʼ ὅλως ἄπιστον, ὅτι μυρίων καὶ τετρακισχιλίων πεσόντων ὑπερημίσεις ἦσαν οὓς αὐτὸς ἰδίᾳ χειρὶ Ῥωμύλος ἔκτεινεν, ὅπου καὶ Μεσσήνιοι3 κόμπῳ χρήσασθαι δοκοῦσι περὶ Ἀριστομένους λέγοντες, ὡς τρὶς ἑκατομφόνια θύσειεν ἀπὸ Λακεδαιμονίων.
接着他们又在菲得奈周边交战。众人一致公认,最大的功绩属于罗慕路斯本人,他展现了无匹的技艺与过人的胆识,被认为发挥了远超常人的力量与敏捷;然而某些人所说的说法则纯属神话,更确切地说是完全不可置信的,即在一万四千名战死者中,超过半数是由罗慕路斯亲手斩杀——毕竟就连麦塞尼亚人声称阿里斯托墨涅斯曾三次献祭百人斩之牲以庆祝斩杀斯巴达人,都被认为是在夸大吹嘘。
γενομένης δὲ τῆς τροπῆς, ἀφεὶς φεύγειν τοὺς περιόντας ὁ Ῥωμύλος ἐπʼ αὐτὴν ἐχώρει τὴν πόλιν· οἱ δʼ οὐκ ἠνέσχοντο μεγάλης συμφορᾶς γενομένης, ἀλλὰ δεηθέντες ὁμολογίαν ἐποιήσαντο καὶ φιλίαν εἰς ἔτη ἑκατόν, χώραν τε πολλὴν προέμενοι τῆς ἑαυτῶν, ἣν Σεπτεμπάγιον καλοῦσιν, ὅπερ ἐστὶν ἑπταμόριον, καὶ τῶν παρὰ τὸν ποταμὸν ἐκστάντες ἁλοπηγίων, καὶ πεντήκοντα τῶν ἀρίστων ὁμήρους ἐγχειρίσαντες.
溃败发生后,罗慕路斯任由幸存者逃跑,径直进军其城池;维爱人因遭受重大惨败而无法支撑,便请求议和,缔结了一百年的友好盟约,割让了本国被称为‘七乡’的大片土地,即七个辖区,放弃了沿河的盐场,并交出了五十名显贵作为人质。
ἐθριάμβευσε δὲ καὶ ἀπὸ τούτων εἰδοῖς Ὀκτωβρίαις, ἄλλους τε πολλοὺς αἰχμαλώτους ἔχων καὶ τὸν ἡγεμόνα τῶν Βηίων, ἄνδρα πρεσβύτην, ἀφρόνως δόξαντα καὶ παρʼ ἡλικίαν ἀπείρως τοῖς πράγμασι κεχρῆσθαι. διὸ καὶ νῦν ἔτι θύοντες ἐπινίκια, γέροντα μὲν ἄγουσι διʼ ἀγορᾶς εἰς Καπιτώλιον ἐν περιπορφύρῳ, βοῦλλαν αὐτῷ παιδικὴν ἅψαντες, κηρύττει δʼ ὁ κῆρυξ Σαρδιανοὺς ὠνίους. Τυρρηνοὶ γὰρ ἄποικοι Σαρδιανῶν λέγονται, Τυρρηνικὴ δὲ πόλις οἱ Οὐήϊοι.
罗慕路斯因这些战功于十月的中旬之日举行了凯旋式,在众多战俘中还押解着维爱人的首领,那是一位老者,被认为行事愚蠢,且与其年龄不相称地缺乏经验。因此,至今在举行胜利献祭时,人们仍会给一个老人穿上饰有紫边的长袍,戴上儿童的护身符,引其穿过广场前往卡皮托尔山,传令官则呼喊‘萨底斯人待售’。因为伊特鲁里亚人据说是萨底斯人的殖民者,而维爱正是一座伊特鲁里亚城邦。
- 25.2ἀπαιτοῖεν
在表示原因的 ὅτι 从句中使用了斜格希求语气(optativus obliquus)。它承接主句的过去时(ἦν),将维爱人无理的主观索求作为转述内容提出,而非作为客观事实陈述。
- 25.3τὸ μὲν πλεῖστον ἔργον αὐτοῦ Ῥωμύλου γενέσθαι, τέχνην τε μετὰ τόλμης πᾶσαν ἐπιδειξαμένου, ῥώμῃ τε καὶ ποδωκείᾳ πολὺ δόξαντος ἀνθρωπίνης κρείττονι κεχρῆσθαι, πάντες ὁμολογοῦσι
此处呈现显著的语序倒装(hyperbaton)。作为主动词 πάντες ὁμολογοῦσι(众人一致公认)的宾语成分的带不定式宾格短语(τὸ μὲν πλεῖστον ἔργον ... γενέσθαι)及其修饰分词被大幅前置至句首。这种语序旨在通过 μέν...δέ 鲜明地对比后文‘某些人所说之事’(τὸ δʼ ὑπʼ ἐνίων λεγόμενον ...)。
- 25.3ὅπου καὶ Μεσσήνιοι
连词 ὅπου 在此并非指具体空间地点,而是引出论据与类比(‘就连……的情况尚且……’)。其逻辑在于:既然麦塞尼亚人关于阿里斯托墨涅斯的传说尚且被视作吹嘘,那么罗慕路斯亲斩过半的说法便更属无稽之谈。
