- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:24.1-24.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一场被视作对未决谋杀施加天谴的瘟疫在双方惩处凶手并举行净化礼后得以平息;随后罗慕路斯击溃乘虚而入的卡梅里亚人,向其移民殖民并献祭战利品。
ἐκ τούτου λοιμὸς ἐμπίπτει, θανάτους μὲν αἰφνιδίους ἀνθρώποις ἄνευ νόσων ἐπιφέρων, ἁπτόμενος δὲ καὶ καρπῶν ἀφορίαις καὶ θρεμμάτων ἀγονίαις. ὕσθη δὲ καὶ σταγόσιν αἵματος ἡ πόλις, ὥστε πολλὴν προσγενέσθαι τοῖς ἀναγκαίοις πάθεσι δεισιδαιμονίαν. ἐπεὶ δὲ καὶ τοῖς τὸ Λαύρεντον οἰκοῦσιν ὅμοια συνέβαινεν, ἤδη παντάπασιν ἐδόκει τῶν ἐπὶ Τατίῳ συγκεχυμένων δικαίων ἐπί τε τοῖς πρέσβεσι φονευθεῖσι μήνιμα δαιμόνιον1 ἀμφοτέρας ἐλαύνειν τὰς πόλεις.
此后,瘟疫降临,使人们未染疾病便突然暴毙,并且还使庄稼歉收、牲畜不育。城中甚至下起了血滴之雨,致使在这些无法避免的灾难之外,又增添了极大的迷信恐慌。当劳伦图姆的居民也遭遇了同样的事情时,人们已完全认定,正是由于在塔提乌斯一事上正义遭到践踏,以及那些被杀害的使节,神的忿怒才降临并折磨着这两个城邦。
ἐκδοθέντων δὲ τῶν φονέων καὶ κολασθέντων παρʼ ἀμφοτέροις, ἐλώφησεν ἐπιδήλως τὰ δεινά, καὶ καθαρμοῖς ὁ Ῥωμύλος ἥγνισε τὰς πόλεις, οὓς ἔτι νῦν ἱστοροῦσιν ἐπὶ τῆς Φερεντίνης πύλης συντελεῖσθαι. πρὶν δὲ λῆξαι τὸν λοιμόν, ἐπέθεντο Καμέριοι Ῥωμαίοις καὶ κατέδραμον τὴν χώραν, ὡς ἀδυνάτων ἀμύνεσθαι διὰ τὸ πάθος.2
在双方交出凶手并加以惩处之后,灾情显著减轻,罗慕路斯用净化仪式洁净了两座城邦,据说这些仪式至今仍在费伦蒂纳门举行。 然而,在瘟疫平息之前,卡梅里亚人袭击了罗马人并蹂躏了其国土,他们认为罗马人因这场灾祸而无力自卫。
εὐθὺς οὖν ὁ Ῥωμύλος ἐστράτευσεν ἐπʼ αὐτούς, καὶ μάχῃ κρατήσας ἑξακισχιλίους ἀπέκτεινε, καὶ τὴν πόλιν ἑλών, τοὺς μὲν ἡμίσεις τῶν περιγενομένων εἰς Ῥώμην ἐξῴκισε, τῶν δʼ ὑπομενόντων διπλασίους ἐκ Ῥώμης μετῴκισεν εἰς τὴν Καμερίαν Σεξτιλίαις καλάνδαις. τοσοῦτον αὐτῷ περιῆν πολιτῶν ἑκκαίδεκα ἔτη σχεδὸν οἰκοῦντι τὴν Ῥώμην. ἐν δὲ τοῖς ἄλλοις λαφύροις καὶ χαλκοῦν ἐκόμισε τέθριππον ἐκ Καμερίας· τοῦτο δὲ ἀνέστησεν ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου, ποιησάμενος ἑαυτὸν ὑπὸ Νίκης στεφανούμενον.3
于是罗慕路斯立即率军讨伐他们,在战斗中大获全胜并斩敌六千人;在攻克该城后,他将半数幸存者迁往罗马,并于八月的第一日从罗马抽调两倍于留居者人数的人口迁入卡梅里亚。罗慕路斯定居罗马不过将近十六年,竟拥有如此充裕的过剩公民。在其他战利品中,他还从卡梅里亚运来了一辆青铜四马战车;他将此车奉献在赫淮斯托斯的圣域中,并命人制作了自己接受胜利女神加冕的雕像。
- 24.1τῶν ἐπὶ Τατίῳ συγκεχυμένων δικαίων ἐπί τε τοῖς πρέσβεσι φονευθεῖσι μήνιμα δαιμόνιον
表示原因的属格短语 τῶν ... συγκεχυμένων δικαίων(因正义遭到践踏)依附于名词 μήνιμα(天谴、忿怒),并通过连词 τε 与表示第二项原因的介词短语 ἐπί τε τοῖς πρέσβεσι φονευθεῖσι(因使节被杀)相并列。整个成分在由 ἐδόκει 引出的宾格不定式结构(μήνιμα ... ἐλαύνειν)中作不定式的主语。
- 24.2ὡς ἀδυνάτων ἀμύνεσθαι διὰ τὸ πάθος
由表示主观见解的助词 ὡς 引导的属格绝对结构。其逻辑主语(Ῥωμαίων)承接主句中的与格 Ῥωμαίοις 而被省略,用以表示主句主语(卡梅里亚人)的主观判断(“认定罗马人因灾祸而无力自卫”)。
- 24.3ποιησάμενος ἑαυτὸν ὑπὸ Νίκης στεφανούμενον
分词 ποιησάμενος 为使动或间接意义的中间态,意为“命人制作了自己接受加冕的形象”,而非自己亲手雕刻或加冕。分词 στεφανούμενον 在格和性数上与反身代词 ἑαυτόν 一致,充当宾语补足语。
