← 普鲁塔克

罗慕路斯传

§23.1-23.6

塔提乌斯遇刺与征服菲德奈

塔提乌斯因庇护杀害使节的亲属而在拉维尼乌姆遇刺身亡,罗慕路斯成为独裁君主后权威与威望更著,并攻占邻邦菲德奈设立为殖民地。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

ἔτει δὲ πέμπτῳ τῆς Τατίου βασιλείας οἰκεῖοί τινες αὐτοῦ καὶ συγγενεῖς πρέσβεσιν ἀπὸ Λαυρέντου βαδίζουσιν εἰς Ῥώμην ἐντυχόντες καθʼ ὁδόν, ἐπεχείρουν ἀφαιρεῖσθαι τὰ χρήματα βίᾳ, καὶ μὴ προϊεμένους ἀλλʼ ἀμυνομένους1 ἀνεῖλον. ἔργου δὲ δεινοῦ τολμηθέντος, ὁ μὲν Ῥωμύλος εὐθὺς δεῖν ᾤετο κολάζεσθαι τοὺς ἀδικήσαντας, ὁ δὲ Τάτιος ἐξέκρουε καὶ παρῆγε.

在塔提乌斯统治的第五年,他的一些亲信和近亲在路上遇到从劳伦图姆前往罗马的使节,企图用暴力抢劫他们的财物,在使节们不肯交出反而自卫时将他们杀害。犯下这桩骇人罪行之后,罗慕路斯认为应当立即惩处罪犯,塔提乌斯却从中阻挠并推诿拖延。

§23.2

καὶ τοῦτο μόνον αὐτοῖς ὑπῆρξεν αἴτιον ἐμφανοῦς διαφορᾶς· τὰ δʼ ἄλλα κατακοσμοῦντες ἑαυτούς, ὡς ἔνι μάλιστα κοινῶς ἐχρῶντο καὶ μεθʼ ὁμονοίας τοῖς πράγμασιν. οἱ δὲ τῶν ἀνῃρημένων οἰκεῖοι πάσης ἐξειργόμενοι δίκης νομίμου διὰ τὸν Τάτιον, ἀποκτιννύουσιν αὐτὸν ἐν Λαβινίῳ θύοντα μετὰ Ῥωμύλου προσπεσόντες, τὸν δὲ Ῥωμύλον ὡς δίκαιον ἄνδρα προὔπεμψαν εὐφημοῦντες.

这是他们之间发生公开分歧的唯一原因;而在其他方面,他们约束自己,尽可能和睦一致地共同治理国事。但是,那些被杀者的亲属因塔提乌斯的缘故被剥夺了一切合法的申诉途径,便在塔提乌斯与罗慕路斯于拉维尼乌姆共同献祭时突袭并杀死了他,但他们称赞罗慕路斯是公正之人,并护送他离开。

§23.3

ὁ δὲ τὸ μὲν σῶμα τοῦ Τατίου κομίσας ἐντίμως ἔθαψε, καὶ κεῖται περὶ τὸ καλούμενον Ἀρμιλούστριον ἐν Ἀουεντίνῳ, τῆς δὲ δίκης τοῦ φόνου παντάπασιν ἠμέλησεν. ἔνιοι δὲ τῶν συγγραφέων ἱστοροῦσι, τὴν μὲν πόλιν τῶν Λαυρεντίων φοβηθεῖσαν ἐκδιδόναι τοὺς αὐτόχειρας Τατίου, τὸν δὲ Ῥωμύλον ἀφεῖναι, φήσαντα φόνον φόνῳ λελύσθαι.2

罗慕路斯运回了塔提乌斯的遗体并予以体面的安葬——其墓地位于阿文提努姆山上被称为阿米卢斯特里乌姆的地方附近——却完全忽视了对这桩谋杀的审判。有些史家记载,劳伦图姆城邦出于恐惧交出了杀害塔提乌斯的凶手,但罗慕路斯放过了他们,称这桩命案已由另一桩命案所抵消。

§23.4

τοῦτο δὲ λόγον μέν τινα παρέσχε καὶ ὑποψίαν, ὡς ἀσμένῳ γέγονεν αὐτῷ τὸ τοῦ συνάρχοντος ἀπαλλαγῆναι,3 τῶν δὲ πραγμάτων οὐδὲν διετάραξεν, οὐδὲ διεστασίασε τοὺς Σαβίνους, ἀλλʼ οἱ μὲν εὐνοίᾳ τῇ πρὸς αὐτόν, οἱ δὲ φόβῳ τῆς δυνάμεως, οἱ δʼ ὡς θεῶν χρώμενον εἰς πᾶν εὐνοίᾳν, θαυμάζοντες διετέλουν.

这引起了一些议论和猜疑,认为除去这位共同执政者正合他的心意,但这丝毫没有扰乱政局,也没有在萨宾人中间引起内讧;相反,他们当中有人出于对他的善意,有人畏惧他的权力,还有人认为他在一切事情上都蒙受诸神的眷顾,始终对他深怀钦佩。

§23.5

ἐθαύμαζον δὲ πολλοὶ καὶ τῶν ἐκτὸς ἀνθρώπων τὸν Ῥωμύλον, οἱ δὲ προγενέστεροι Λατῖνοι πέμψαντες αὐτῷ φιλίαν ἐποιήσαντο καὶ συμμαχίαν. Φιδήνας δʼ εἷλεν, ἀστυγείτονα τῆς Ῥώμης πόλιν, ὡς μὲν ἔνιοί φασιν, ἐξαίφνης τοὺς ἱππέας πέμψας καὶ κελεύσας ὑποτεμεῖν τῶν πυλῶν τοὺς στρόφιγγας, εἶτʼ ἐπιφανεὶς αὐτὸς ἀπροσδοκήτως· ἕτεροι δὲ λέγουσι προτέρους ἐκείνους ἐμβαλόντας ἐλάσασθαί τε λείαν καὶ καθυβρίσαι πολλὰ τὴν χώραν καὶ τὸ προάστειον, ἐνέδρας δὲ τὸν Ῥωμύλον θέμενον αὐτοῖς καὶ διαφθείραντα πολλοὺς λαβεῖν τὴν πόλιν. οὐ μὴν ἀνεῖλεν οὐδὲ κατέσκαψεν, ἀλλὰ Ῥωμαίων ἐποίησεν ἀποικίαν, δισχιλίους καὶ πεντακοσίους ἀποστείλας οἰκήτορας εἰδοῖς Ἀπριλίαις.

城外的许多异邦人也钦佩罗慕路斯,较早立国的拉丁人遣使与他缔结了友好与同盟关系。他还攻占了罗马的邻邦菲德奈城;正如有人所说,他是突然派遣骑兵命令他们砍断城门的枢轴,随后自己出其不意地现身;另一些人则说,是菲德奈人先发起入侵,掠走战利品并严重蹂躏了郊野和城郊,罗慕路斯设伏袭击他们并消灭多人,从而夺取了该城。不过,他并未摧毁该城,也未将其夷为平地,而是将其建为罗马的殖民地,在四月的伊杜斯派去了两千五百名移民。

语法注3 条
  1. 23.1καὶ μὴ προϊεμένους ἀλλʼ ἀμυνομένους

    分词 προϊεμένους 与 ἀμυνομένους 作主动词 ἀνεῖλον 的直接宾语,其逻辑主语为前文的与格名词 πρέσβεσιν。此处使用否定词 μή,体现出条件或原因色彩(“鉴于他们不肯交出反而进行自卫”)。

  2. 23.3φόνον φόνῳ λελύσθαι

    完成时被动态不定式 λελύσθαι 与表示手段/补偿的与格 φόνῳ 连用,意为“命案已由命案抵消/赎清”。前面的宾格 φόνον 充当该不定式的逻辑主语。

  3. 23.4ὡς ἀσμένῳ γέγονεν αὐτῷ τὸ τοῦ συνάρχοντος ἀπαλλαγῆναι

    成语性结构:述谓形容词 ἀσμένῳ 与表示心理倾向的与格代词 αὐτῷ 一致,并与 γίγνομαι 连用,意为“(某事)发生正合其心意”。动词 γέγονεν 的语法主语是带有冠词的不定式短语 τὸ τοῦ συνάρχοντος ἀπαλλαγῆναι(“摆脱共同执政者”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:23.1-23.6