← 普鲁塔克

罗慕路斯传

§22.1-22.4

设立维斯塔贞女与婚姻法等立法

记述了罗慕路斯设立维斯塔贞女(或归于努马)以及鸟卜法杖利图乌斯的传说,并介绍了其严格限制离婚的婚姻法,以及因认为弑亲不可能发生而未设专刑的立法情况。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

λέγεται δὲ καὶ τὴν περὶ τὸ πῦρ ἁγιστείαν Ῥωμύλον καταστῆσαι πρῶτον, ἀποδείξαντα παρθένους ἱερὰς Ἑστιάδας προσαγορευομένας. οἱ δὲ τοῦτο μὲν εἰς Νομᾶν ἀναφέρουσι, τὰ δʼ ἄλλα τὸν Ῥωμύλον θεοσεβῆ διαφερόντως, ἔτι δὲ μαντικὸν ἱστοροῦσι γενέσθαι, καὶ φορεῖν ἐπὶ μαντικῇ τὸ καλούμενον λίτυον· ἔστι δὲ καμπύλη ῥάβδος, ᾗ τὰ πλινθία καθεζομένους ἐπʼ οἰωνῶν διαγράφειν.1

据说,罗慕路斯也是最早确立圣火崇拜仪式的人,他任命了被称为维斯塔贞女的圣职少女。然而,另一些人将此事归于努马,却记述罗慕路斯在其他方面格外敬神,并且精通占卜之术,在占卜时携带着被称为利图乌斯的器具。这是一根弯曲的法杖,静坐观察鸟卜的人用它来划分天空的区域。

§22.2

τοῦτο δʼ ἐν Παλατίῳ φυλαττόμενον ἀφανισθῆναι, περὶ τὰ Κελτικὰ τῆς πόλεως ἁλούσης· εἶτα μέντοι τῶν βαρβάρων ἐκπεσόντων εὑρεθῆναι κατὰ τέφρας βαθείας, ἀπαθὲς ὑπὸ τοῦ πυρὸς ἐν πᾶσι τοῖς ἄλλοις ἀπολωλόσι καὶ διεφθαρμένοις.

这根杖原被保存在帕拉蒂乌姆山上,在高卢人入侵导致罗马城陷落时失踪;然而后来当蛮族被驱逐之后,它在厚厚的灰烬下被找到,在周围的一切皆遭毁灭破坏之际,它竟丝毫未受烈火损伤。

§22.3

ἔθηκε δὲ καὶ νόμους τινάς, ὧν σφοδρὸς μέν ἐστιν ὁ γυναικὶ μὴ διδοὺς ἀπολείπειν ἄνδρα, γυναῖκα δὲ διδοὺς ἐκβάλλειν ἐπὶ φαρμακείᾳ τέκνων ἢ κλειδῶν ὑποβολῇ καὶ μοιχευθεῖσαν·2 εἰ δʼ ἄλλως τις ἀποπέμψαιτο, τῆς οὐσίας αὐτοῦ τὸ μὲν τῆς γυναικὸς εἶναι, τὸ δὲ τῆς Δήμητρος ἱερὸν κελεύων· τὸν δʼ ἀποδόμενον γυναῖκα θύεσθαι χθονίοις θεοῖς.

他还制定了一些法律,其中极为严苛的一条是不允许妻子离弃丈夫,但允许丈夫在妻子毒害子女、伪造偷换钥匙以及犯下通奸罪时将其休弃逐出;若有人因其他原因休妻,则规定其财产的一部分归妻子所有,另一部分献给德墨忒尔作为圣物;而凡出卖妻子的人,将被献祭给幽冥诸神。

§22.4

ἴδιον δὲ τὸ μηδεμίαν δίκην κατὰ πατροκτόνων ὁρίσαντα, πᾶσαν ἀνδροφονίαν πατροκτονίαν προσειπεῖν, ὡς τούτου μὲν ὄντος ἐναγοῦς, ἐκείνου δʼ ἀδυνάτου.3 καὶ μέχρι χρόνων πολλῶν ἔδοξεν ὀρθῶς ἀπογνῶναι τὴν τοιαύτην ἀδικίαν· οὐδεὶς γὰρ ἔδρασε τοιοῦτον οὐδὲν ἐν Ῥώμῃ σχεδὸν ἐτῶν ἑξακοσίων διαγενομένων, ἀλλὰ πρῶτος μετὰ τὸν Ἀννιβιακὸν πόλεμον ἱστορεῖται Λεύκιος Ὅστιος πατροκτόνος γενέσθαι. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων.

独特的是,他没有为弑亲者规定任何刑罚,却将一切谋杀都称为弑亲,因为他认为后者是不可饶恕的罪孽,而前者是绝不可能发生的。在长达多年的时间里,他断定不会发生此类罪恶的看法似乎是正确的;因为在将近六百年的岁月里,罗马城中未曾有人犯下此等罪行,直到汉尼拔战争之后,路基乌斯·霍斯提乌斯才被记载为第一个弑亲之人。关于这些事情,以上所说已经足够了。

语法注3 条
  1. 22.1ᾗ τὰ πλινθία καθεζομένους ἐπʼ οἰωνῶν διαγράφειν

    关系代词 ᾗ 为工具与格。宾格分词 καθεζομένους 用作不定式 διαγράφειν 的逻辑主语,泛指就坐观察鸟象的占卜者。关系从句中采用不定式,可理解为省略了如 ἔξεστι 这类情态动词,或承接前文 ἱστοροῦσι 的间接引语结构。

  2. 22.3ἐπὶ φαρμακείᾳ τέκνων ἢ κλειδῶν ὑποβολῇ καὶ μοιχευθεῖσαν

    在此处罗列休妻的理由时,介词短语 ἐπί + 与格(φαρμακείᾳ, ὑποβολῇ)通过连词 καί 与修饰 γυναῖκα 的宾格分词 μοιχευθεῖσαν 并在了一起。尽管句法结构不对称,但语义上均充当休妻的条件:“因毒害子女、伪造钥匙,以及犯下通奸罪”。

  3. 22.4ὡς τούτου μὲν ὄντος ἐναγοῦς, ἐκείνου δʼ ἀδυνάτου

    属格独立结构。关于指示代名词 τούτου 与 ἐκείνου 的指代,按常规用法,中性代词 τούτου 指代后一分句中的“一切谋杀”(πᾶσαν ἀνδροφονίαν),而 ἐκείνου 指代前一分句中的“弑亲”(κατὰ πατροκτόνων)。这符合文意逻辑:即认为一般的谋杀是当受诅咒的滔天大罪,而亲生骨肉弑亲则是不可想象、绝不可能发生的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:22.1-22.4