← 普鲁塔克

罗慕路斯传

§21.1-21.8

罗马与萨宾的制度融合及卢佩尔卡利亚节起源

记述罗马与萨宾在历法、武备及节庆上的融合后,详细论述了卡尔门塔之名的语源,以及卢佩尔卡利亚节的仪式仪轨与诸种起源说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

μῆνας μὲν οὖν οἱ Σαβῖνοι τοὺς Ῥωμαίων ἐδέξαντο, καὶ περὶ αὐτῶν ὅσα καλῶς εἶχεν, ἐν τῷ Νομᾶ βίῳ γέγραπται· θυρεοῖς δὲ τοῖς ἐκείνων ὁ Ῥωμύλος ἐχρήσατο, καὶ μετέβαλε τὸν ὁπλισμὸν ἑαυτοῦ τε καὶ τῶν Ῥωμαίων, Ἀργολικὰς πρότερον ἀσπίδας φορούντων.1 ἑορτῶν δὲ καὶ θυσιῶν ἀλλήλοις μετεῖχον, ἃς μὲν ἦγε τὰ γένη πρότερον οὐκ ἀνελόντες, ἑτέρας δὲ θέμενοι καινάς, ὧν ἥ τε τῶν Ματρωναλίων ἐστί, δοθεῖσα ταῖς γυναιξὶν ἐπὶ τῇ τοῦ πολέμου καταλύσει, καὶ ἡ τῶν Καρμενταλίων.

于是,萨宾人采纳了罗马人的月份制度,关于这些月份的妥当事宜,已在《努马传》中有所记载;罗慕路斯则采用了萨宾人的长盾,并改变了他自己以及此前佩戴阿耳戈斯式圆盾的罗马人的武装。他们互相参与彼此的节庆与祭祀,既未废除各氏族原先举行的仪式,又设立了其他新的节庆,其中包括在战争结束时授予妇女的马特罗那利亚节,以及卡尔门塔利亚节。

§21.2

τὴν δὲ Καρμένταν οἴονταί τινες Μοῖραν εἶναι κυρίαν ἀνθρώπων γενέσεως· διὸ καὶ τιμῶσιν αὐτὴν αἱ μητέρες· οἱ δὲ τὴν [τοῦ] Εὐάνδρου τοῦ Ἀρκάδος γυναῖκα, μαντικήν τινα καὶ φοιβαστικὴν ἐμμέτρων χρησμῶν γενομένην, Καρμένταν ἐπονομασθῆναι2 (τὰ γὰρ ἔπη κάρμενα καλοῦσι)· Νικοστράτη δʼ ἦν ὄνομα κύριον αὐτῇ. καὶ τοῦτο μὲν ὁμολογεῖται· τὴν δὲ Καρμένταν ἔνιοι πιθανώτερον ἀφερμηνεύουσιν οἷον ἐστερημένην νοῦ διὰ τὰς ἐν τοῖς ἐνθουσιασμοῖς παραφροσύνας. τὸ μὲν γὰρ στέρεσθαι καρῆρε, μέντεμ δὲ τὸν νοῦν ὀνομάζουσι.

有些人认为卡尔门塔是主司人类降生的命运女神摩伊拉,因此母亲们敬奉她;另一些人则认为她是阿卡迪亚人埃万德罗斯之妻,因精通预言并受神启以诗韵降下神谕,遂被命名为“卡尔门塔”(因为他们称诗篇为卡尔米那),而她的本名是尼科斯特拉忒。这一点已获公认;但也有人更为可信地将卡尔门塔解释为“丧失心智之女”,因为她在受神灵附体时陷入狂乱。因为他们将“丧失”称为卡雷雷,将“心智”称为门斯。

§21.3

περὶ δὲ τῶν Παριλίων προείρηται. τὰ δὲ Λουπερκάλια τῷ μὲν χρόνῳ δόξειεν ἂν εἶναι καθάρσια· δρᾶται γὰρ ἐν ἡμέραις ἀποφράσι τοῦ Φεβρουαρίου μηνός, ὃν καθάρσιον ἄν τις ἑρμηνεύσειε, καὶ τὴν ἡμέραν ἐκείνην τὸ παλαιὸν ἐκάλουν Φεβράτην. τοὔνομα δὲ τῆς ἑορτῆς ἑλληνιστὶ σημαίνει Λύκαια, καὶ δοκεῖ διὰ τοῦτο παμπάλαιος ἀπʼ Ἀρκάδων εἶναι τῶν περὶ Εὔανδρον.

关于帕里利亚节,此前已有论述。而从举行的时间来看,卢佩尔卡利亚节似乎是一项净化之祭;因为它是于二月的凶日举行的,二月可解释为“净化的月份”,古时他们将那一天的日子称为费布拉塔。这一节日的名称在希腊语中意为“狼神节”,因此人们认为它是自埃万德罗斯身边的阿卡迪亚人流传而来的极其古老的风俗。

§21.4

ἀλλὰ τοῦτο μὲν κοινόν ἐστι· δύναται γὰρ ἀπὸ τῆς λυκαίνης γεγονέναι τοὔνομα. καὶ γὰρ ἀρχομένους τῆς περιδρομῆς τοὺς Λουπέρκους ὁρῶμεν ἐντεῦθεν, ὅπου τὸν Ῥωμύλον ἐκτεθῆναι λέγουσι. τὰ δὲ δρώμενα τὴν αἰτίαν ποιεῖ δυστόπαστον· σφάττουσι γὰρ αἶγας, εἶτα μειρακίων δυοῖν ἀπὸ γένους προσαχθέντων αὐτοῖς, οἱ μὲν ᾑμαγμένῃ μαχαίρᾳ τοῦ μετώπου θιγγάνουσιν, ἕτεροι δʼ ἀπομάττουσιν εὐθύς, ἔριον βεβρεγμένον γάλακτι προσφέροντες· γελᾶν δὲ δεῖ τὰ μειράκια μετὰ τὴν ἀπόμαξιν. ἐκ δὲ τούτου τὰ δέρματα τῶν αἰγῶν κατατεμόντες, διαθέουσιν ἐν περιζώσμασι γυμνοί, τοῖς σκύτεσι τὸν ἐμποδὼν παίοντες. αἱ δʼ ἐν ἡλικίᾳ γυναῖκες οὐ φεύγουσι τὸ παίεσθαι, νομίζουσαι πρὸς εὐτοκίαν καὶ κύησιν συνεργεῖν. ἴδιον δὲ τῆς ἑορτῆς τὸ καὶ κύνα θύειν τοὺς Λουπέρκους.

但这同样符合另一种观点:因为这一名称亦可能源自母狼。事实上,我们看到卢佩尔库斯祭司们起跑环游的地方,正是传闻中罗慕路斯被遗弃之所。然而仪式中举行的各项动作却使起因变得难以揣摩:因为他们宰杀山羊,随后将两位出身高贵的青年带到他们面前,有人用沾血的刀刃触碰他们的前额,另一些人则随即拿浸满牛奶的羊毛抹拭干净;年轻人在被拭净后必须发笑。在此之后,他们将山羊的皮裁开,赤身裸体仅系腰带四处奔跑,用皮条击打沿途挡路之人。适龄妇女并不躲避击打,认为这有助于顺产和受孕。该节日特有的一项规矩,是卢佩尔库斯祭司们还要献祭一条狗。

§21.6

βούτας δέ τις, αἰτίας μυθώδεις ἐν ἐλεγείοις περὶ τῶν Ῥωμαϊκῶν ἀναγράφων, φησὶ τοῦ Ἀμουλίου τοὺς περὶ τὸν Ῥωμύλον κρατήσαντας ἐλθεῖν δρόμῳ μετὰ χαρᾶς ἐπὶ τὸν τόπον, ἐν ᾧ νηπίοις οὖσιν αὐτοῖς ἡ λύκαινα θηλὴν ὑπέσχε, καὶ μίμημα τοῦ τότε δρόμου τὴν ἑορτὴν ἄγεσθαι, καὶ τρέχειν τοὺς ἀπὸ γένους τοὺς "ἐμποδίους τύπτοντας, ὅπως τότε φάσγανʼ ἔχοντες ἐξ Ἄλβης ἔθεον Ῥωμύλος ἠδὲ Ῥέμος." καὶ τὸ μὲν ξίφος ᾑμαγμένον προσφέρεσθαι τῷ μετώπῳ τοῦ τότε φόνου καὶ κινδύνου σύμβολον, τὴν δὲ διὰ τοῦ γάλακτος ἀποκάθαρσιν ὑπόμνημα τῆς τροφῆς αὐτῶν εἶναι.

有个名叫布塔斯的人,用挽歌体诗歌记录罗马事务的神话缘起,他声称罗慕路斯一行人在战胜阿穆利乌斯后,欢欣鼓舞地奔向那处当年他们尚在幼年时母狼曾为其哺乳的地方;这一节日的举行正是对当年奔跑的仿效,那些出身高贵的人奔跑着,“击打沿途挡路之人,正如当年罗慕路斯与雷穆斯手握利剑自阿尔巴奔来。” 他还说,沾血的剑刃触碰前额,是象征当时的杀戮与险境,而用牛奶净拭则是对他们哺乳之恩的纪念。

§21.7

Γάιος δὲ Ἀκίλιος ἱστορεῖ πρὸ τῆς κτίσεως τὰ θρέμματα τῶν περὶ τὸν Ῥωμύλον ἀφανῆ γενέσθαι· τοὺς δὲ τῷ Φαύνῳ προσευξαμένους ἐκδραμεῖν γυμνοὺς ἐπὶ τὴν ζήτησιν, ὅπως ὑπὸ τοῦ ἱδρῶτος μὴ ἐνοχλοῖντο· καὶ διὰ τοῦτο γυμνοὺς περιτρέχειν τοὺς Λουπέρκους. τὸν δὲ κύνα φαίη τις ἄν, εἰ μὲν ἡ θυσία καθαρμός ἐστι, θύεσθαι καθαρσίῳ χρωμένων αὐτῷ·3 καὶ γὰρ Ἕλληνες ἔν τε τοῖς καθαρσίοις σκύλακας ἐκφέρουσι καὶ πολλαχοῦ χρῶνται τοῖς λεγομένοις περισκυλακισμοῖς· εἰ δὲ τῇ λυκαίνῃ χαριστήρια ταῦτα καὶ τροφεῖα καὶ σωτήρια Ῥωμύλου τελοῦσιν, οὐκ ἀτόπως ὁ κύων σφάττεται· λύκοις γάρ ἐστι πολέμιος· εἰ μὴ νὴ Δία κολάζεται τὸ ζῷον ὡς παρενοχλοῦν τοὺς Λουπέρκους ὅταν περιθέωσι.

然而盖乌斯·阿基利乌斯记述道,在建城之前,罗慕路斯一行的牲畜走失,他们向法乌努斯祈祷后赤身奔出寻觅,以免受到汗水的困扰;因此卢佩尔库斯祭司们才赤身奔跑。至于那条狗,人们尽可以说,若这项献祭是一场净化仪式,那么杀狗是因为他们将狗用作净化的牺牲;因为希腊人在净化仪式中也会抱出幼犬,并广泛使用所谓的“运犬净化法”;但如果他们举行这些仪式是为了向母狼献上感恩之礼,报答哺育和拯救罗慕路斯之恩,那么宰杀狗并非不合情理,因为狗与狼生来为敌;除非,凭宙斯起誓,这种动物是因为在卢佩尔库斯祭司们环奔时造成干扰而受罚。

语法注3 条
  1. 21.1Ἀργολικὰς πρότερον ἀσπίδας φορούντων

    属格分词短语 φορούντων 在性、数、格上与前置属格短语 ἑαυτοῦ τε καὶ τῶν Ῥωμαίων(“他自己与罗马人们”)一致,作定语修饰或表伴随状语,描述他们以往的习惯状态(“此前佩戴阿耳戈斯式圆盾的”)。

  2. 21.2οἱ δὲ τὴν [τοῦ] Εὐάνδρου τοῦ Ἀρκάδος γυναῖκα, μαντικήν τινα καὶ φοιβαστικὴν ἐμμέτρων χρησμῶν γενομένην, Καρμένταν ἐπονομασθῆναι

    承接前句的 οἴονταί τινες(“有些人认为……”),此处 οἱ δέ(“另一些人则[说/认为]……”)后省略了统辖动词(λέγουσι 或 οἴονται),直接引出宾格加不定式结构(τὴν γυναῖκα ... ἐπονομασθῆναι,“其妻被命名为卡尔门塔”)。

  3. 21.7τὸν δὲ κύνα φαίη τις ἄν, εἰ μὲν ἡ θυσία καθαρμός ἐστι, θύεσθαι καθαρσίῳ χρωμένων αὐτῷ

    表潜能的希求法主句 φαίη τις ἄν(“人们或许会说”)统辖宾格加不定式结构 τὸν κύνα ... θύεσθαι(“狗被献祭”)。其中的 καθαρσίῳ χρωμένων αὐτῷ 为属格独立结构,以祭司/行礼者为逻辑主语(“因他们将其用作净化的牺牲”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:21.1-21.8