← 普鲁塔克

罗慕路斯传

§20.1-20.6

部族军制重组与神圣山茱萸树传说

记述了人口扩增后部族与军制的重组及给予妇女的各项优待特权,继而叙述二王的分议方式与居所位置,以及源自罗慕路斯标枪的神圣山茱萸树之传说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

Διπλασιασθείσης δὲ τῆς πόλεως, ἑκατὸν μὲν ἐκ Σαβίνων πατρίκιοι προσκατελέχθησαν, αἱ δὲ λεγεῶνες ἐγένοντο πεζῶν μὲν ἑξακισχιλίων, ἱππέων δʼ ἑξακοσίων. φυλὰς δὲ τρεῖς καταστήσαντες, ὠνόμασαν τοὺς μὲν ἀπὸ Ῥωμύλου Ῥαμνήνσης, τοὺς δʼ ἀπὸ Τατίου Τατιήνσης, τρίτους δὲ Λουκερήνσης διὰ τὸ ἄλσος εἰς ὃ πολλοὶ καταφυγόντες ἀσυλίας δεδομένης τοῦ πολιτεύματος μετέσχον· τὰ δʼ ἄλση λούκους ὀνομάζουσιν. ὅτι δʼ ἦσαν αἱ φυλαὶ τοσαῦται, τοὔνομα μαρτυρεῖ· τρίβους γὰρ ἔτι νῦν τὰς φυλὰς καλοῦσι καὶ τριβούνους τοὺς φυλάρχους. ἑκάστη δὲ φυλὴ δέκα φρατρίας εἶχεν, ἃς ἔνιοι λέγουσιν ἐπωνύμους ἐκείνων εἶναι τῶν γυναικῶν. τοῦτο δὲ δοκεῖ ψεῦδος εἶναι· πολλαὶ γὰρ ἔχουσιν ἀπὸ χωρίων τὰς προσηγορίας.

当城邦扩大一倍之后,又从萨宾人中增补了一百名贵族,军团扩充至步兵六千人、骑兵六百人。他们设立了三个部族,将第一部族依罗慕路斯之名命名为拉姆嫩斯,第二部族依塔提乌斯之名命名为塔提恩斯,第三部族命名为卢凯伦斯,这是因那座树林之故——许多人曾逃入其中,在获得庇护权后加入了城邦的政权;盖因他们将树林称为“卢库斯”。部族恰好有这么多,其名称便为此作证:因为至今他们仍将部族称为“特里布斯”,将部族长称为“特里布努斯”。每个部族统辖十个胞族,有人称这些胞族是以那些妇女命名的。但这似乎并非事实,因为许多胞族的称谓源自地名。

§20.3

ἄλλα μέντοι πολλὰ ταῖς γυναιξὶν εἰς τιμὴν ἀπέδωκαν, ὧν καὶ ταῦτʼ ἐστιν· ἐξίστασθαι μὲν ὁδοῦ βαδιζούσαις, αἰσχρὸν δὲ μηδένα μηδὲν εἰπεῖν παρούσης γυναικός, μηδʼ ὀφθῆναι γυμνόν, ἢ δίκην φεύγειν παρὰ τοῖς ἐπὶ τῶν φονικῶν καθεστῶσι,1 φορεῖν δὲ καὶ τοὺς παῖδας αὐτῶν τὴν καλουμένην βοῦλλαν ἀπὸ τοῦ σχήματος, ὅμοιον πομφόλυγι περιδέραιόν τι, καὶ περιπόρφυρον.

然而,他们赋予了妇女许多其他特权以示尊荣,其中包括:在行路时给行走的妇女让道;妇女在场时任何人不得口出秽语,亦不得赤身裸体显于妇人面前,否则须在掌管杀人案的法官面前受审;她们的子女应佩戴因形状如水泡而被称为“布拉”的颈饰,并着饰有紫边的衣袍。

§20.4

ἐβουλεύοντο δʼ οἱ βασιλεῖς οὐκ εὐθὺς ἐν κοινῷ μετʼ ἀλλήλων, ἀλλʼ ἑκάτερος πρότερον ἰδίᾳ μετὰ τῶν ἑκατόν, εἶθʼ οὕτως εἰς ταὐτὸν ἅπαντας συνῆγον. ᾤκει δὲ Τάτιος μὲν ὅπου νῦν ὁ τῆς Μονήτης ναός ἐστι, Ῥωμύλος δὲ παρὰ τοὺς λεγομένους βαθμοὺς καλῆς ἀκτῆς. οὗτοι δʼ εἰσὶ περὶ τὴν εἰς τὸν ἱππόδρομον τὸν μέγαν ἐκ Παλατίου κατάβασιν.

二王最初并不立即聚在一处共议,而是各自先私下同本方的百人商议,随后再将所有人召集到同一处。塔提乌斯居住在如今莫内塔神庙所在之处,罗慕路斯则居住在所谓“美丽平冈”台阶之旁。这些台阶位于从帕拉蒂乌姆通向大竞技场的下坡路附近。

§20.5

ἐνταῦθα δὲ καὶ τὴν κράνειαν ἔφασαν τὴν ἱερὰν γεγονέναι, μυθολογοῦντες ὅτι πειρώμενος ὁ Ῥωμύλος αὑτοῦ λόγχην ἀκοντίσειεν ἀπὸ τοῦ Ἀουεντίνου, τὸ ξυστὸν ἔχουσαν κρανείας· καταδύσης δὲ τῆς αἰχμῆς εἰς βάθος, ἀνασπάσαι μὲν οὐδεὶς πειρωμένων πολλῶν ἴσχυσε, τὸ δὲ ξύλον ἔστεξεν ἡ γῆ ζώφυτος οὖσα, καὶ βλαστοὺς ἀνῆκε καὶ στέλεχος εὐμέγεθες κρανείας ἔθρεψε. τοῦτο δʼ οἱ μετὰ Ῥωμύλον ὡς ἕν τι τῶν ἁγιωτάτων ἱερῶν φυλάττοντες καὶ σεβόμενοι περιετείχισαν.

人们说,那棵神圣的山茱萸树亦生长于此。相传罗慕路斯为试己力,从阿文提努斯投出一柄以山茱萸木为柄的标枪;枪尖深深扎入地下,虽有许多人尝试,却无人能将其拔出,而孕育生机的土地吸纳了枪柄,萌发新芽,长成了一株巨大的山茱萸树干。罗慕路斯之后的人们将其视为最神圣的圣物之一,予以保护敬奉,并筑墙围绕。

§20.6

ὅτῳ δὲ προσιόντι δόξειε2 μὴ θαλερὸν εἶναι μηδὲ χλωρόν, ἀλλʼ οἷον ἀτροφεῖν καὶ φθίνειν, ὁ μὲν εὐθὺς ἔφραζε κραυγῇ τοῖς προστυγχάνουσιν, οἱ δʼ ὥσπερ ἐμπρησμῷ βοηθοῦντες ἐβόων ὕδωρ, ὕδωρ, καὶ συνέτρεχον πανταχόθεν ἀγγεῖα πλήρη κομίζοντες ἐπὶ τὸν τόπον. Γαΐου δὲ Καίσαρος ὥς φασι τὰς ἀναβάσεις ἐπισκευάζοντος, καὶ τῶν τεχνιτῶν περιορυττόντων τὰ πλησίον, ἔλαθον αἱ ῥίζαι κακωθεῖσαι3 παντάπασι, καὶ τὸ φυτὸν ἐμαράνθη.

若有走近者见其枝叶不显繁茂青翠、反呈枯萎衰败之象,便立刻高声通知遇见的人,众人便如救火一般呼喊“水,水!”,从四面八方带着盛满水的器皿奔向该处。然而据说当盖乌斯·恺撒修缮台阶、工匠们在附近挖掘地面时,树根在不知不觉中遭受彻底破坏,这株树遂告枯萎。

语法注3 条
  1. 20.3ἢ δίκην φεύγειν παρὰ τοῖς ἐπὶ τῶν φονικῶν καθεστῶσι

    连词 ἤ 紧随前面的否定命令不定式短语(μηδένα μηδὲν εἰπεῖν 与 μηδʼ ὀφθῆναι γυμνόν),表示条件性的抉择(“否则就得……”),语法上仍承接表示规定的不定式结构。短语 παρὰ τοῖς ἐπὶ τῶν φονικῶν καθεστῶσι 意为“在主管杀人案的裁判官面前”。

  2. 20.6ὅτῳ δὲ προσιόντι δόξειε

    不定关系代名词 ὅτῳ 后接希求式 δόξειε,构成表示过去反复或习惯性情况的条件性关系从句(主句谓语为未完成过去时 ὁ μὲν εὐθὺς ἔφραζε... ἐβόων...),意为“凡走近而觉得……之人”。

  3. 20.6ἔλαθον αἱ ῥίζαι κακωθεῖσαι

    这是 λανθάνω 搭配补充性分词(κακωθεῖσαι,与主语 αἱ ῥίζαι 一致)的标准惯用句式,表示动作在无人察觉的情况下发生(“根在不知不觉中被破坏了”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:20.1-20.6